TLG 0496 002 :: PHRYNICHUS :: Fragmenta PHRYNICHUS Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Ephtit | ΕΦΙΑΛΤΗΣ. | |
Eph1 | Ἔστιν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον | |
1 | ἔργον. ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις, μισάνθρωπον ἄνθος ἥβης· εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες. | |
---|---|---|
5 | ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις, οἷς ἡδυλο‐ | |
5 | γοῦσιν, μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες ἅπαντες | |
γελῶσιν. | 580 | |
Eph2 | Ὄνομα δέ τῳ τοῦτ’ ἦν ἔσωθεν γῆν τε μὴ ἔστω φιάλτης ἀνθραγαθίας οὕνεκα, ἔτι ἐπιαλὰς χρηστὰ λε ἀπωλόμην. | |
Eph3 | Οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτέ | |
αὐλεῖν τ’ ἐδίδαξας; | 581 | |
Kontit | ΚΟΝΝΟΣ. | 582 |
Krotit | ΚΡΟΝΟΣ. | |
Kro1 | Ἁνὴρ χορεύει καὶ τὰ τοῦ θεοῦ καλά βούλει Διοπείθη μεταδράμω καὶ τύμπανα; | |
Kro2 | Κείνη μεμνήσθω με ξύλον ὑποτεταγός. | 583 |
Kro5 | Ἄγαμαι, Διονῦ, σοῦ στόματος, ὡς σεσέλλισαι | |
κεκομμένα πολλάκις. | 584 | |
Komtit | ΚΩΜΑΣΤΑΙ. | |
Kom1 | Εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος | |
ἑκατὸν ἂν τῆς ἡμέρας ἔκαεν οἴνου κανθάρους. | 586 | |
Kom2 | Ἐγὼ δὲ νῷν δὴ τερετιῶ τι πτιστικόν. | |
Montit | ΜΟΝΟΤΡΟΠΟΣ. | |
Mon1 | Ὄνομα δέ μοὔστι Μονότροπος * * * * * * * * ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄδουλον, ὀξύθυμον, ἀπρόσοδον, | |
ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα. | 587 | |
Mon2 | Μεγάλους πιθήκους οἶδ’ ἑτέρους τινὰς λέγειν, Λυκέαν, Τελέαν, Πείσανδρον, Ἐξηκεστίδην. Β. ἀνωμάλους εἶπας πιθήκους * * | |
ὁ μέν γε δειλός, ὁ δὲ κόλαξ, ὁ δὲ νόθος. | 588 | |
Mon3 | Α. Τίς δ’ ἔστιν ὁ μετὰ ταῦτα φροντίζων; Β. Μέτων, ὁ Λευκονοιεύς. Α. οἶδ’, ὁ τὰς κρήνας ἄγων. | |
Mon4 | Ἀλλ’ ὑπερβέβληκε πολὺ τὸν Νικίαν | |
στρατηγίας πλήθει τε κἀξευρήμασιν. | 589 | |
Mon5 | Ὁ δ’ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ; | |
Mon6 | Ἔπειτ’ ἐπειδὰν τὸν λύχνον κατακοιμίσῃ. | 590 |
Mon13 | Τηλικουτοσὶ γέρων ἄπαις ἀγύναικος. | |
Moutit | ΜΟΥΣΑΙ. | |
Mou1 | Μάκαρ Σοφοκλέης, ὃς πολὺν χρόνον βιούς ἀπέθανεν, εὐδαίμων ἀνὴρ καὶ δεξιός, πολλὰς ποιήσας καὶ καλὰς τραγῳδίας· | |
καλῶς δ’ ἐτελεύτης’, οὐδὲν ὑπομείνας κακόν. | 592 | |
Mou2 | Ἰδού, δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί. | |
Mou3 | Ὦ καὶ κάπραινα καὶ περίπολις καὶ δρομάς. | |
Mou4 | Κἂν ὀξυβάφῳ χρῆσθαι τρεῖς χοίνικας ἢ δύ’ ἀλεύρων. | 593 |
Mystit | ΜΥΣΤΑΙ | |
Mys1 | Μάστιγα δ’ ἐν χεροῖν ἔχων τευτάζεται | |
Mys2 | Ἐβουλόμην ἂν ἧμιν ὥσπερ καὶ προτοῦ. | 594 |
Poatit | ΠΟΑΣΤΡΙΑΙ. | |
Poa1 | Αὐτοπυρίταισί τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις. | 595 |
Poa5 | Ὥσπερ ἐμὸν αὐτῆς ἴδιον. | |
Sattit | ΣΑΤΥΡΟΙ. | 596 |
Sat2 | Κερκυραῖαι δ’ οὐδὲν * * * | |
ἐπιβάλλουσιν μάστιγες. | 597 | |
Sat4 | Βοάσομαι τἄρα τὰν ὑπέρτονον | |
βοάν. | 598 | |
Tratit | ΤΡΑΓΩΙΔΟΙ Η ΑΠΕΛΕΥΘΕΡΟΙ. | |
Tra1 | Ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν. | |
Tra2 | Ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι. | |
Tra3 | Τὸν Κλεόμβροτόν τε τοῦ Πέρδικος υἱόν. | |
Tra4 | Περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου. | 599 |
Tra5 | Σὺ δὲ τιμιοπώλης ὡς Ἀχιλλεὺς οὐδὲ εἷς. | |
Tra6 | Αἰτίαν ἔχει | |
πονηρὸς εἶναι τὴν τέχνην. | 600 | |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | |
IFF1 | Λάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνησκεν, ἄνθρωπος ὢν ὑδατοπότας, μινυρὸς ὑπερσοφιστής, | |
Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου. | 601 | |
IFF2 | Ὦ φίλταθ’ Ἑρμῆ, καὶ φυλάττου, μὴ πεσὼν σαυτὸν παρακρούσῃ, καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν. ἙΡ. φυλάξομαι. Τεύκρῳ γὰρ οὐχὶ βούλομαι | |
5 | μήνυτρα δοῦναι τῷ παλαμναίῳ ξένῳ. | 602 |
IFF3 | Ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδ’ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας. | |
IFF4 | Τοὺς δὲ γομφίους ἅπαντας ἐξέκοψεν, ὥστ’ οὐκ ἂν δυναίμην Ναξίαν | |
ἀμυγδάλην κατᾶξαι. | 603 | |
IFF5 | Ἑπτάκλινος οἶκος ἦν καλός, εἶτ’ ἐννεάκλινος ἕτερος οἶκος. | |
IFF6 | Ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον. | |
IFF7 | Ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου. | |
IFF8 | Ἦσαν δὲ καὶ γυναῖκες ἀφήλικες. | |
IFF9 | Ἔμει καταμηλῶν· φλέγματος γὰρ εἶ πλέως. | 604 |
IFF10 | Ὦ φίλτατ’ ἀνδρῶν, μή μ’ ἀτιμάσας γένῃ. | |
IFF11 | Τριωβόλων ὅσων ὕπερ ἡλιάζομαι. | |
IFF12 | Πολὺς δὲ συβαριασμὸς αὐλητῶν τότ’ ἦν. | |
IFF13 | Οὐ γλύξις οὐδ’ ὑπόχυτος, ἀλλὰ Πράμνιος. | 605 |
IFF14 | Ἃ δ’ ἀνάγκα ’σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν. | 606 |