TLG 0495 002 :: PHOENICIDES :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Aultit | ΑΥΛΗΤΡΙΔΕΣ. | |
Aul1 | Δύνασαι σιωπᾶν; Β. ὥστε τοὺς τὰς διαλύσεις συντιθεμένους κεκραγέναι [πᾶσιν] δοκεῖν. | |
Mistit | ΜΙΣΟΥΜΕΝΗ. | |
Mis1 | Μύρτων λέγουσι καὶ μέλιτος ἐγκώμια, καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων. τούτων ἐγευσάμην καταπλεύσας εὐθέως καὶ τῶν προπυλαίων· κοὐδὲν ἦν τούτων ὅλως | |
5 | πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων. | 509 |
---|---|---|
Phytit | ΦΥΛΑΡΧΟΣ. | |
Phy1 | Τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. | |
τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας. | 510 | |
Eiftit | EX INCERTA FABULA. | |
Eif1 | Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ὑπομείναιμ’ ἔτι, Πυθιάς, ἑταιρεῖν. χαιρέτω· μή μοι λέγε· ἀπέτυχον· οὐδὲν πρὸς ἐμέ· καταλῦσαι θέλω. εὐθὺς ἐπιχειρήσασα φίλον εἶχόν τινα | |
5 | στρατιωτικόν· διαπαντὸς οὗτος τὰς μάχας ἔλεγεν, ἐδείκνυ’ ἅμα λέγων τὰ τραύματα, εἰσέφερε δ’ οὐδέν. δωρεὰν ἔφη τινά παρὰ τοῦ βασιλέως λαμβάνειν, καὶ ταῦτ’ ἀεί ἔλεγεν· διὰ ταύτην ἣν λέγω τὴν δωρεάν | |
10 | ἐνιαυτὸν ἔσχε μ’ ὁ κακοδαίμων δωρεάν. ἀφῆκα τοῦτον, λαμβάνω δ’ ἄλλον τινά, ἰατρόν. οὗτος εἰσάγων πολλούς τινας ἔτεμν’, ἔκαε, πτωχὸς ἦν καὶ δήμιος. δεινότερος οὗτος θατέρου μοι κατεφάνη. | |
15 | ὁ μὲν διήγημ’ ἔλεγεν, ὁ δ’ ἐποίει νεκρούς. τρίτῳ συνέζευξ’ ἡ τύχη με φιλοσόφῳ, πώγων’ ἔχοντι καὶ τρίβωνα καὶ λόγον. εἰς προὖπτον ἦλθον ἐμπεσοῦσα δὴ κακόν· οὐδὲν ἐδίδου γάρ· εἴ τι δ’ αἰτοίμην, ἔφη | |
20 | οὐκ ἀγαθὸν εἶναι τἀργύριον. ἔστω κακόν, | |
διὰ τοῦτο δός μοι, ῥῖψον· οὐκ ἐπείθετο. | 511 |