TLG 0495 001 :: PHOENICIDES :: Fragmenta

PHOENICIDES Comic.
(3 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 333–334.

frr. 1–4 + titulus

Citation: Fragment — (line)

tit 1

ΑΥΛΗΤΡΙΔΕΣ

1

δύνασαι σιωπᾶν; Β. ὥστε τοὺς τὰς διαλύσεις συντιθεμένους κεκραγέναι δοκεῖν.

tit 2

ΜΙΣΟΥΜΕΝΗ

2

μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια, καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων· τούτων ἐγευσάμην καταπλεύσας εὐθέως— Β. καὶ τῶν προπυλαίων; Α. κοὐδὲν ἦν τούτων ὅλως
5πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.

tit,ante 3

ΠΟ(Ι)ΗΤΗΣ

tit 3

ΦΥΛΑΡΧΟΣ333

3

τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

tit 4-5

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

4

μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ὑπομείναιμ’ ἔτι, Πυθιάς, ἑταιρεῖν. χαιρέτω· μή μοι λέγε· ἀπέτυχον· οὐδὲν πρὸς ἐμέ· καταλῦσαι θέλω. εὐθὺς ἐπιχειρήσασα φίλον ἔσχον τινὰ
5στρατιωτικόν· διαπαντὸς οὗτος τὰς μάχας ἔλεγεν, ἐδείκνυ’ ἅμα λέγων τὰ τραύματα, εἰσέφερε δ’ οὐδέν. δωρεὰν ἔφη τινὰ παρὰ τοῦ βασιλέως λαμβάνειν, καὶ ταῦτ’ ἀεὶ ἔλεγεν· διὰ ταύτην ἣν λέγω τὴν δωρεὰν
10ἐνιαυτὸν ἔσχε μ’ ὁ κακοδαίμων δωρεάν. ἀφῆκα τοῦτον, λαμβάνω δ’ ἄλλον τινά, ἰατρόν. οὗτος εἰσάγων πολλούς τινας ἔτεμν’, ἔκαε, πτωχὸς ἦν καὶ δήμιος. δεινότερος οὗτος θατέρου μοι κατεφάνη.
15ὁ μὲν διήγημ’ ἔλεγεν, ὁ δ’ ἐποίει νεκρούς. τρίτῳ συνέζευξ’ ἡ τύχη με φιλοσόφῳ, πώγων’ ἔχοντι καὶ τρίβωνα καὶ λόγον. εἰς προὖπτον ἦλθον ἐμπεσοῦσα δὴ κακόν· οὐδὲν ἐδίδου γάρ· εἴ τι δ’ αἰτοίην, ἔφη
20οὐκ ἀγαθὸν εἶναι τἀργύριον. ἔστω κακόν,
διὰ τοῦτο δός μοι, ῥῖψον· οὐκ ἐπείθετο.334