TLG 0494 002 :: PHILYLLIUS :: Fragmenta

PHILYLLIUS Comic.
(5–4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.2. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 857–865.

Citation: Play — fragment — (line)

Aig

tit

ΑΙΓΕΥΣ.

Aig

1

Ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας.

Aug

tit

ΑΥΓΗ.

Aug

1

Καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν ὥρα ’στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.857

Aug

2

Αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων γαλακτοχρῶτας κολλάβους θερμούς.

Aug

3

Πάντα γὰρ ἦν μέστ’ ἀνδρῶν καὶ μειρακίων πινόντων, ὁμοῦ δ’ ἄλλων γρᾳδίων μεγάλαισιν οἴ‐
5νου χαίροντα λεπασταῖς.858

Dod

tit

ΔΩΔΕΚΑΤΗ.

Dod

1

Σοὶ μὲν οὖν τήνδ’, ἀμφορεῦ, δίδωμι τιμήν, πρῶτα μὲν τοῦτ’ αὔτ’ ἔχειν ὄνομα μετρητὴν μετριότητος οὕνεκα.

Her

tit

ΗΡΑΚΛΗΣ.

Her

1

Βούλεσθε δῆτ’ ἐγὼ φράσω τίς εἴμ’ ἐγώ;
ἡ τῶν προτενθῶν Δορπία καλουμένη.859

Ply

tit

ΠΛΥΝΤΡΙΑΙ Η ΝΑΥΣΙΚΑΑ.860

Pol

tit

ΠΟΛΕΙΣ.

Pol

1

Πουλυπόδειον. σηπιδάριον, κάραβον, ἀστακόν, ὄστρειον, χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μυ‐
2
τιλήνης· αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς, πέρκη, κο‐
3ρακῖνος.861

Pol

2

Ὅ τι ἂν τύχῃ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν πληγάς.

Pol

3

Ἐκ τᾶς πινακίδος δ’ ἀμπερέως, ὅ τι κἂν λέγῃ τὰ γράμμαθ’, ἑρμήνευε.

Pol

4

Σπαθᾶν τὸν ἱστὸν οὐκ ἕσται σπάθη.862

Pol

5

Κοσκινοποιός, κηπεύς, κουρεύς, ἀνθρακοπώλης.

Phr

tit

ΦΡΕΩΡΥΧΟΣ.

Phr

1

Προὔδωκεν αὐτὸν ὁ τόρος· ἦν γὰρ ἀσθενής.863

Phr

2-3

Ἀμύγδαλα, καρύδι’, ἐπιφορήματα.

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος,
τὸ τὸν ἀέρ’ ἕλκειν καθαρὸν οὐ τεθολωμένον.864

Eif

2-3

Οὐκ εἰμὶ τέττιξ οὐδὲ κοχλίας ὦ γύναι. Μαινίδες * * σκόμβροι, κοχλίαι, κορακῖνοι.

Eif

4

Τὸ κάταγμα κροκυδίζουσαν αὐτὴν κατέλαβον.

Eif

5

Ἥτις κάμηλος ἔτεκε τὸν Φιλωνίδην.865