TLG 0494 001 :: PHILYLLIUS :: Fragmenta

PHILYLLIUS Comic.
(5–4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 1. Leipzig: Teubner, 1880: 781–789.

frr. 1–8, 10–15, 17–23, 25–33 + tituli

Citation: Fragment — (line)

tit 1-2

ΑΙΓΕΥΣ

1

ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας ἴσως.781

2

ἀναλφάβητος

t,post 2

ΑΝΤΕΙΑ

tit,ante 3

ΑΤΑΛΑΝΤΗ

tit 3-6

ΑΥΓΗ

3

καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν ὥρα ’στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι, ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.

4

αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.782

5

πάντα γὰρ ἦν μέστ’ ἀνδρῶν καὶ μειρακίων πινόντων, ὁμοῦ δ’ ὁμάδῳ γρᾴδι’ ἦν μεγάλαισιν οἴ‐
5νου χαίροντα λεπασταῖς.

6

σὺν τῷ βαθείας καὶ πυκνὰς ἕλκουσι τὰς ἀμύστιδας.

tit 7

ΔΩΔΕΚΑΤΗ

7

σοὶ μὲν οὖν τήνδ’, ἀμφορεῦ, δίδωμι τιμήν, πρῶτα μὲν τοῦτ’ αὔτ’ ἔχειν
ὄνομα μετρητὴν μετριότητος εἵνεκα.783

tit,ante 8

ΕΛΕΝΗ

tit 8

ΗΡΑΚΛΗΣ

8

βούλεσθε δῆτ’ ἐγὼ φράσω τίς εἴμ’ ἐγώ; ἡ τῶν προτενθῶν Δορπία καλουμένη.

tit 9

ΠΛΥΝΤΡΙΑΙ Η ΝΑΥΣΙΚΑΑ

tit 10-17

ΠΟΛΕΙΣ

10

ὅ τι ἂν τύχῃ ὁ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
πληγάς.784

11

ἐκ τᾶς πινακίδος δ’ ἀμπερέως, ὅ τι καὶ λέγει τὰ γράμμαθ’, ἑρμήνευε.

12

σπαθᾶν τὸν ἱστὸν οὐκ ἔσται σπάθη.

13

πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν, ὄστρειον, χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μυτιλήνης·
αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς, πέρκη, κορακῖνος.785

14

ἀνθρακοπώλης, κοσκινοποιός, κηπεύς, κουρεύς

15

δακτυλιουργόν

17

λιχνοφιλάργυρος

tit 18-19

ΦΡΕΩΡΥΧΟΣ

18

προὔδωκεν αὐτὸν ὁ τόρος· ἦν γὰρ ἀσθενής.786

19

ἀμυγδάλια, καρύδι’, ἐπιφορήματα

tit 20-33

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

20

ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι, ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος, τὸ τὸν ἀέρ’ ἕλκειν καθαρόν, οὐ τεθολωμένον.

21

οὐκ εἰμὶ τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.

22

τὸ κάταγμα κροκυδίζουσαν αὐτὴν κατέλαβον.

23

ἦ τις κάμηλος ἔτεκε τὸν Φιλωνίδην.787

25

ᾠά, κάρυ’, ἀμυγδάλαι

26

καὶ λύχνον δίμυξον οἴσω καὶ θρυαλλίδ’, ἢν δέῃ.

27

μαινίδες ... σκόμβροι, κοχλίαι, κορακῖνοι

28

ἅλα

29

δᾷδας788

30

ἐπιθυμήματα

31

ἡμίπλεκτοι

32

μετάκερας

33

πηνίσασθαι789