TLG 0491 003 :: PHILISCUS :: Fragmentum

PHILISCUS Comic., fiq Philiscus Corcyraeus Epigr.
(4 B.C.?)

Fragmentum

Source: Austin, C. (ed.), Comicorum Graecorum fragmenta in papyris reperta. Berlin: De Gruyter, 1973: 200.

fr. 215

Citation: Fragment — (line)

215 tit

Διὸc Γοναί

215

(ῬΕΑ) ‘τί οὖν ἐμοὶ τ̣ῶ̣ν̣ c̣[ῶν μέ]λει;‘ φαίη τιc ἂν ὑμῶν. ἐγὼ δ’ ἐρῶ [τ]ὸ Ϲοφοκλέουc ἔποc·
Χ‘πέπονθα δεινά.‘ πάντα μοι γέρων Κρ[όνοc
Χτὰ παιδί’ ἐκπίνει τε καὶ κατεcθίει,
5ἐμοὶ δὲ τούτων προcδίδωcιν οὐδὲ ἕν, ἀλλ’ αὐτὸc ἔρδει χειρὶ καὶ Μεγαράδ’ ἄγων ὅ τι ἂν τέκω ’γὼ τοῦτο πωλῶν ἐcθίει. δέδοικε γὰρ τὸν χρηcμὸν ὥcπερ κυν[ ἔχρηcε γὰρ Κρόνωι ποθ’ Ἁπόλλων δραχ[μήν,
10κἆιτ’ οὐκ ἀπέλαβε. ταῦτα δὴ θυμὸν πνέ[ων ἑτέραν ἔχρηcε[ν οὐκέτι] δρα[χ]μῶ[ν ἀ]ξ[ίαν, οὐ cκευάρια, μὰ τὸν Δί’, οὐδὲ χρήματα, ἐκ τῆc βαcιλείαc δ’ ἐκπεcεῖν ὑπὸ π[αιδίου. τοῦ]τ’ οὖν δεδοικὼc πάντα καταπί[νει τέκνα.
14— — — — — — — — — — — — — — —200