TLG 0490 002 :: PHILIPPIDES :: Fragmenta

PHILIPPIDES Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 467–477, 478.

478: fr. 18 supplied from vol. 5.1, p. cccxv

Citation: Play — fragment — (line)

Ado

tit

ΑΔΩΝΙΑΖΟΥΣΑΙ.467

Amph

tit

ΑΜΦΙΑΡΑΟΣ.

Amph

1

Ὄστρει’, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.

Ana

tit

ΑΝΑΝΕΩΣΙΣ.

Ana

1

Ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο, ἡ δ’ ἀνδροφόνος Γνάθαινα γελάσασα * * καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην
5Δήμητρα. καὶ δύ’ ἁρπάσασα κατέπιεν, ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.

Ana

2

Ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δ’ ἡδέως. τὸ Πλάτωνος ἀγαθὸν δ’ ἐστὶ τοῦτο, Φειδύλε, μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ
διὰ πλειόνων αὑτὸν παραβάλλειν πραγμάτων.468

Ana

3

Ὅταν δ’ ἁμαρτάνῃς τι, χαῖρ’ ἡττώμενος· μάλιστα γὰρ οὕτω σώζεται τὸ συμφέρον.

Ana

4

Ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.

Arg

tit

ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ.

Arg

1

Ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων, ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ’ ἐπ’ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχον ἐνίοτε
5δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου, καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ· πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες. Β. ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι·
10ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.469

Aul

tit

ΑΥΛΟΙ.

Aul

1

Τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτ’ ἔχων.

Bas

tit

ΒΑΣΑΝΙΖΟΜΕΝΗ.

Lak

tit

ΛΑΚΙΑΔΑΙ.

Lak

1

Κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι, τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία·
ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.470

Lak

2

Ὀρθῶς γε τὴν ῥύμην ὁδοιπεπορήκαμεν.

Mas

tit

ΜΑΣΤΡΟΠΟΣ.

Oly

tit

ΟΛΥΝΘΙΑ.

Oly

1

Οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ εἰπεῖν τιν’ ἐσθίοντα „μὴ κακῶς ἔχε“, πύκτῃ τ’ ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ. αὐτὸν μάχεσθαι δ’ οὐκ ἔτ’ ἐστὶ ῥᾴδιον.
5ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι.471

Sym

tit

ΣΥΜΠΛΕΟΥΣΑΙ.

Sym

1

Ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;

Philad

tit

ΦΙΛΑΔΕΛΦΟΙ.

Philad

1

Ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα, Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει. „οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ.“
εἶναι δ’ ὑπόλαβε καὶ σὲ τῶν πολλῶν ἕνα.472

Philath

tit

ΦΙΛΑΘΗΝΑΙΟΣ.

Philath

1

Τοῖς συκαμίνοις δ’ ἀντὶ τοῦ φύκους ὅλον τὸ πρόσωπον.

Philarg

tit

ΦΙΛΑΡΓΥΡΟΣ.

Philarg

1

Πλακοῦντες, ἐπιδορπίσματ’, ᾠά, σήσαμα· ὅλην λέγοντ’ ἄν μ’ ἐπιλίποι τὴν ἡμέραν.

Philarch

tit

ΦΙΛΑΡΧΟΣ.

Phileu

tit

ΦΙΛΕΥΡΙΠΙΔΗΣ.

Phileu

1

Πόστην ὑφοδώσεις παιδάριον ῥύμην; Β. τρίτην.473

Phileu

2

Οὗτος οἴεται περισπάσειν κερμάτιον αὐτοῦ.

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν’ ἕνα, ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών
καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.474

Eif

2

Δι’ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους, δι’ ὃν ἀσεβοῦντα δ’ ὁ πέπλος ἐρράγη μέσος, τὰς τῶν θεῶν τιμὰς ποιοῦντ’ ἀνθρωπίνας. ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.

Eif

3

Ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.

Eif

4

Οὐκ ἔστιν „ἐμεθύσθην πάτερ“ λέγοντα
„ἥμαρτον“, ὥστε πρὸς σέ με συγγνώμης τυχεῖν. ὁ γὰρ εἰς τὸν ἀσθενῆ βίᾳ τι, Πάμφιλε, ποιῶν, ὑβρίζειν, οὐχ ἁμαρτάνειν δοκεῖ.475

Eif

5

Τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν, ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών. κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ.

Eif

6

Αἰσχρὰν γυναῖκ’ ἔγημας, ἀλλὰ πλουσίαν. κάθευδ’ ἀηδῶς ἡδέως μασώμενος.

Eif

7

Ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο
λαβὼν ἄπεισιν ἀρνίου μαλακώτερος.476

Eif

8

Ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.

Eif

9

Ἁλύσιον εἶχε τετταράκοντ’ ἄγον δραχμάς.477

Eif

18

τυρούς τε καὶ ταρίχους.478