TLG 0490 001 :: PHILIPPIDES :: Fragmenta

PHILIPPIDES Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 301–312.

frr. 1–29, 31–40 + titulus

Citation: Fragment — (line)

tit 1-3

ΑΔΩΝΙΑΖΟΥΣΑΙ

1

ἀναμασχαλιστῆρας

2

γυναί301

3

κατεύχεσθαι

tit 4

ΑΜΦΙΑΡΕΩΣ

4

ὄστρει’, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.

tit 5-8

ΑΝΑΝΕΟΥΣΑ

5

ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο, ἡ δ’ ἀνδροφόνος Γνάθαινα γελάσασα ‘καλοί γε‘, φησίν, ‘οἱ νεφροί, νὴ τὴν φίλην
5Δήμητρα.‘ καὶ δύ’ ἁρπάσασα κατέπιεν,
ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.302

6

ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δ’ ἡδέως. τὸ Πλάτωνος ἀγαθὸν δ’ ἐστὶ τοῦτο, Φειδύλε, μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ διὰ πλειόνων αὑτὸν προβάλλειν πραγμάτων.

7

ὅταν δ’ ἁμαρτάνῃς τι, χαῖρ’ ἡττώμενος· μάλιστα γὰρ οὕτω σῴζεται τὸ συμφέρον.

8

ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί

tit 9

ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ

9

ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων, ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ’ ἀπ’ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
5δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου, καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ·
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες. Β. ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι·303
10ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.

tit 10

ΑΥΛΟΙ

10

τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτ’ ἔχων

tit 11

ΒΑΣΑΝΙΖΟΜΕΝΗ

11

ἐπανακάμψαι

tit,ante 12

[ΚΟΘΟΡΝΟΙ]

tit 12-13

ΛΑΚΙΑΔΑΙ304

12

κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι, τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία· ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.

13

ὀρθῶς γε τὴν ῥύμην ὡδοιπορήκαμεν.

tit 14

ΜΑΣΤΡΟΠΟΣ

14

ἀπόστασις

tit 15

ΟΛΥΝΘΙΑ

15

οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ εἰπεῖν τιν’ ἐσθίοντα ‘μὴ κακῶς ἔχε‘, πύκτῃ τ’ ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ, αὐτὸν μάχεσθαι δ’ οὐκέτ’ ἐστὶ ῥᾴδιον.
5ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι.305

tit 16-17

ΣΥΝΕΚΠΛΕΟΥΣΑΙ

16

ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;

17

ὅταν ἐξίῃς, παραγώγιον ὧν ἂν ἐκφέρῃ ς’ εἰσπράξομαι.

tit 18

ΦΙΛΑΔΕΛΦΟΙ

18

ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα, Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει. ‘οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ.‘
εἶναι δ’ ὑπόλαβε καὶ σὲ τῶν πολλῶν ἕνα.306

tit 19

ΦΙΛΑΘΗΝΑΙΟΣ

19

τοῖς συκαμίνοις δ’ ἀντὶ τοῦ φύκους ὅλον τὸ πρόσωπον

tit 20

ΦΙΛΑΡΓΥΡΟΣ

20

πλακοῦντες, ἐπιδορπίσματ’, ᾠά, σήσαμα· ὅλην λέγοντ’ ἄν μ’ ἐπιλείποι τὴν ἡμέραν.

tit 21

ΦΙΛΑΡΧΟΣ

21

μακρὸν ποιῶ

tit 22-24

ΦΙΛΕΥΡΙΠΙΔΗΣ

22

πόστην ὑφοδώσεις, παιδάριον, ῥύμην; Β. τρίτην.
ὁ γὰρ στενωπὸς οὗτος ἐν Ἀθήνησιν ἦν.307

23

οὗτος οἴεται περισπάσειν κερμάτιον αὐτοῦ.

24

περικατάληπτος γίνομαι.

tit 25-40

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

25

ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν’ ἕνα, ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβὼν καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ, δι’ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,
5δι’ ὃν ἀσεβοῦνθ’ ὁ πέπλος διερράγη μέσος, τὰς τῶν θεῶν τιμὰς ποιοῦντ’ ἀνθρωπίνας.
ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.308

26

οὐκ ἔστιν ‘ἐμεθύσθην, πάτερ‘ λέγοντα ‘ἥμαρτον‘, ὥστε πρὸς ἐμὲ συγγνώμης τυχεῖν. ὁ γὰρ εἰς τὸν ἀσθενῆ βίᾳ τι, Πάμφιλε, ποιῶν ὑβρίζειν, οὐχ ἁμαρτάνειν δοκεῖ.

27

τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα, ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν, ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ.309

28

αἰσχρὰν γυναῖκ’ ἔγημας, ἀλλὰ πλουσίαν· κάθευδ’ ἀηδῶς ἡδέως μασώμενος.

29

ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο λαβὼν ἄπεισιν ἀρνίου μαλακώτερος.

31

ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.

32

ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.

33

ἁλύσιον εἶχε τετταράκοντ’ ἄγον δραχμάς.310

34

τυροὺς καὶ ταρίχους

35

ἐξαλλάξαι

36

κοράσιον

37

κοσκινομάντεις

38

λυχνοῦχον

39

μυρίνης311

40

συνεπαινεῖν312