TLG 0489 002 :: PHILETAERUS :: Fragmenta

PHILETAERUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 292–299.

Citation: Play — fragment — (line)

Ado

tit

ΑΔΩΝΙΑΖΟΥΣΑΙ. ΑΝΤΥΛΛΟΣ.

Ask

tit

ΑΣΚΛΗΠΙΟΣ.

Ask

1

Ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.

Ata

tit

ΑΤΑΛΑΝΤΗ.

Ata

1

Κἂν δῇ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ,
τὸν Κτησίαν δὲ τῷ φαγεῖν ὑπερδραμῶ.292

Ach

tit

ΑΧΙΛΛΕΥΣ.

Ach

1

Πηλεύς; ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλ’ οὐ τυράννου νὴ Δία.

Kor

tit

ΚΟΡΙΝΘΙΑΣΤΗΣ.

Kor

1

Ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει. οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.293

Kyn

tit

ΚΥΝΑΓΙΣ.

Kyn

1

Οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀειδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ’ οὐδ’ οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαῒς μὲν τελευτῶς’ ἀπέθανεν βινουμένη,
5Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.294

Kyn

2

Παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ’ ὅτι ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθ’ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον; τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν,
5πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν. ἀλλὰ δεῖ σκοπεῖν τοῦτ’ αὐτό, τἀνθρώπει’ ὁρῶντα πράγματα, εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
10ἕωλον ἔνδον ἀργύριον.

Kyn

3

Οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.295

Lam

tit

ΛΑΜΠΑΔΗΦΟΡΟΙ.

Lam

1

Καὶ χειροβαρὲς σαρκὸς ὑείας θετταλότμητον κρέας.

Mel

tit

ΜΕΛΕΑΓΡΟΣ.

Mel

1

Οὐ πρὸς γυναικὸς ὁ χορός. οἴκαδ’ ὦ κόρη
ἄπιθ’ ἀμπαλίνορος.296

Men

tit

ΜΗΝΕΣ.

Men

1

Τίς ἐστι Μαιμακτηριών; Β. μὴν δικάσιμος.

Oin

tit

ΟΙΝΟΠΙΩΝ.

Oin

1

Θνητῶν δ’ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω· οὐ γὰρ θανὼν δήπουθ’ ἂν ἔγχελυν φάγοις,
5οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.297

Oin

2-3

Ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω. Πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ ἕξειν Πατανίων.

Ter

tit

ΤΗΡΕΥΣ.

Ter

1

Πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
καὶ τρεῖς ἀκράτου.298

Phi

tit

ΦΙΛΑΥΛΟΣ.

Phi

1

Ὦ Ζεῦ, καλόν γ’ ἔστ’ ἀποθανεῖν αὐλούμενον· τούτοις ἐν ᾅδου γὰρ μόνοις ἐξουσία ἀφροδισιάζειν ἐστίν, οἱ δὲ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ,
5εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.299