TLG 0489 001 :: PHILETAERUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 230–235. frr. 1, 3–18, 20 + tituli Citation: Fragment — (line) | ||
tit,ante 1 | ΑΔΩΝΙΑΖΟΥΣΑΙ | |
1 | ΑΝΤΥΛΛΟΣ | |
---|---|---|
tit 1-2 | ΑΣΚΛΗΠΙΟΣ | |
1 | ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην ὑπειπὼν τῆς Ὑγιείας τοὔνομα. | |
tit 3 | ΑΤΑΛΑΝΤΗ | |
3 | κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ, | |
τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ. | 230 | |
tit 4 | ΑΧΙΛΛΕΥΣ | |
4 | Πηλεύς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλ’ οὐ τυράννου νὴ Δία. | |
tit,ante 5 | ΚΕΦΑΛΟΣ | |
tit 5 | ΚΟΡΙΝΘΙΑΣΤΗΣ | |
5 | ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει. οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. | |
tit 6-9 | ΚΥΝΑΓΙΣ | 231 |
6 | παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ’ ὅτι ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθ’ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον; | |
7 | τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν, πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν τοῦτ’ αὐτό, τἀνθρώπει’ ὁρῶντα πράγματα, | |
5 | εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ἕωλον ἔνδον ἀργύριον. | |
8 | οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. | |
9 | οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ’ οὐδ’ οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαῒς μὲν τελευτῶς’ ἀπέθανεν βινουμένη, | |
5 | Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· | |
περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. | 232 | |
tit 10 | ΛΑΜΠΑΔΗΦΟΡΟΙ | |
10 | καὶ χειροβαρὲς σαρκὸς ὑείας θετταλότμητον κρέας | |
tit 11 | ΜΕΛΕΑΓΡΟΣ | |
11 | οὐ πρὸς γυναικὸς ὁ κόρος. οἴκαδ’, ὦ κόρη, | |
ἄπιθ’ ἀμπαλίνορρος. | 233 | |
tit 12 | ΜΗΝΕΣ | |
12 | τίς ἐστι μαιμακτηριών; Β. μὴν δικάσιμος. | |
tit 13-15 | ΟΙΝΟΠΙΩΝ | |
13 | θνητῶν δ’ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω· οὐκ ἂν θανὼν δήπουθεν ἔγχελυν φάγοις, | |
5 | οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος. | |
14-15 | ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω. | |
1 | . . . . . . . . . . . . . . πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ ἕξειν Πατανίων. | |
tit 16-17 | ΤΗΡΕΥΣ | |
16 | πεπωκέναι δοκεῖ τὸν κατὰ δύο | |
καὶ τρεῖς ἀκράτου. | 234 | |
17 | ἐπίπλο[ι]ον | |
tit 18 | ΦΙΛΑΥΛΟΣ | |
18 | ὦ Ζεῦ, καλόν γ’ ἔστ’ ἀποθανεῖν αὐλούμενον· τούτοις ἐν ᾅδου γὰρ μόνοις ἐξουσία ἀφροδισιάζειν ἐστίν, οἱ δὲ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ, | |
5 | εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον. | |
tit 19-20 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
20 | χλαμὺς ὁλόλευκος | 235 |