TLG 0488 002 :: PHILEMON Junior :: Fragmenta PHILEMON Junior Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Nt1 | Ἐάσαθ’ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον ποιεῖτε τοῖς ὀπτοῖσι μήτ’ ἀνειμένον, τὸ γὰρ τοιοῦτ’ οὐκ ὀπτὸν ἀλλ’ ἑφθὸν ποιεῖ· μήτ’ ὀξύ, κατακάει γὰρ ὅς’ ἂν ἔξω λάβῃ | |
5 | τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται. μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα, οὐδ’ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ· ἀλλ’ ἔστι τις φρόνησις ἐν τῷ πράγματι. | |
---|---|---|
Nt2-3 | Τίς οὗτός ἐστιν; Β. ἰατρός. Α. ὡς κακῶς ἔχει ἅπας ἰατρός, ἂν κακῶς μηδεὶς ἔχῃ. Μόνῳ δ’ ἰατρῷ τοῦτο καὶ συνηγόρῳ | |
ἔξεστ’, ἀποκτείνειν μὲν ἀποθνήσκειν δὲ μή. | 68 |