TLG 0487 009 :: PHILEMON :: Fragmenta PHILEMON Comic. Fragmenta
Citation: Play — fragment — (line) | ||
FIF39a | κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ [ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος. ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματος | |
5 | ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους. ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει, δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία.] | |
---|---|---|
ἡ δ’ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο. | ||
FIF117a | χρόνος μαλάσσει πάντα κἀξεργάζεται. | |
FIF132 | ἂν μὲν πλέωμεν ἡμερῶν που τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας. ἂν δῇ δὲ φείσασθαί τι τοῦ γήρως χάριν, | |
οὐ φεισόμεσθ’ ἐφόδια περιποιούμενοι; |