TLG 0487 002 :: PHILEMON :: Fragmenta

PHILEMON Comic.
(Syracusanus: 4–3 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): 3–64, 67.

Citation: Play — fragment — (line)

Agr

t

ΑΓΡΟΙΚΟΣ.

Agy

t

ΑΓΥΡΤΗΣ.

Agy

1

Ὦ πῶς πονηρόν ἐστιν ἀνθρώπου φύσις τὸ σύνολον· οὐ γὰρ ἄν ποτ’ ἐδεήθη νόμου. οἴει τι τῶν ἄλλων διαφέρειν θηρίων ἄνθρωπον; οὐδὲ μικρὸν ἀλλὰ σχήματι·
5πλάγι’ ἐστὶ τἄλλα, τοῦτο δ’ ὀρθὸν θηρίον.3

Ade

t

ΑΔΕΛΦΟΙ.

Ade

1

Σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσι τοῦτ’ ἰδεῖν πρῶτον βροτῶν, δημοτικὸν ὦ Ζεῦ πρᾶγμα καὶ σωτήριον, (καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων·)
5μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων, τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν, ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας.
10ἑστᾶσι γυμναί· μὴ ’ξαπατηθῇς· πάνθ’ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων· ἔχεις [ἐστυκότως] πως· ἡ θύρα ’στ’ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς ἀκκισμός, οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν,
15ἀλλ’ εὐθύς, ὡς βούλει σὺ χὢν βούλει τρόπον.
ἐξῆλθες· οἰμώζειν λέγ’, ἀλλοτρία ’στί σοι.4

Ade

2

Οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος, οὐδ’ ἂν πορεύηταί τις εἰς τὴν γῆν βλέπων· ὁ δ’ ἡλίκον μὲν ἡ φύσις φέρει λαλῶν, μηδὲν ποιῶν δ’ ἄσχημον, οὗτος κόσμιος.

Ait

t

ΑΙΤΩΛΟΣ.

Anak

t

ΑΝΑΚΑΛΥΠΤΩΝ.

Anak

1

Οἴμοι· τὸ λυπεῖσθαι γὰρ ἐπὶ τὸ ῥῆμ’ ἄγει τοῦτ’ εὐθύς, ὡς ἔοικε, τὸν λυπούμενον. λυπουμένῳ δ’ ὅταν τις ἀκολουθῶν λέγῃ χαῖρ’, ἐξ ἀνάγκης οὗτος οἰμώζειν λέγει.

Anan

t

ΑΝΑΝΕΟΥΜΕΝΗ.5

And

t

ΑΝΔΡΟΦΟΝΟΣ.

And

1

Πιεῖν τις ἡμῖν ἐγχεάτω, καὶ ματτύην ποιεῖτε θᾶττον.

Apok

t

ΑΠΟΚΑΡΤΕΡΩΝ.

Apok

1

Νῦν δ’ οἶδ’ ἀκριβῶς τὴν τύχην ὡς οὐ μία, οὐδ’ ἔστι πρώην, ἀλλὰ μετὰ τῶν σωμάτων ἡμῶν, ὅταν γιγνώμεθ’, εὐθὺς χἠ τύχη προσγίγνεθ’ ἡμῖν, συγγενὴς τῷ σώματι·
5κοὐκ ἔστιν ἕτερον παρ’ ἑτέρου λαβεῖν τύχην.

Apol

t

ΑΠΟΛΙΣ.

Apol

1

Οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν αὑτοῖς, ἀπέχοντες πολὺν ἀπ’ ἀλλήλων χρόνον, οὐδ’ ὃν τρόπον μηδέποτε μηδὲ εἷς πάλιν ἐπιλήσεθ’ ἡμῶν μηδέν, ἐμβλέψας δέ που
5τἀκ τοῦ χρόνου τοῦ παντὸς εἴσετ’, ἀλλὰ καὶ
ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα.6

Har

t

ΑΡΠΑΖΟΜΕΝΟΣ.

Har

1

Γυμνῷ φυλακὴν ἐπίταττε, παῖ, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω.

Har

2-3

Ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην.

Aul

t

ΑΥΛΗΤΗΣ.

Bab

t

ΒΑΒΥΛΩΝΙΟΣ.

Bab

1

Βασίλισς’ ἔσει Βαβυλῶνος, ἂν οὕτω τύχῃ.
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.7

Gam

t

ΓΑΜΟΣ.

Gam

1

Ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον πυρῶν τι μεστόν.

Gam

2

Ἐν Καρὶ τὸν κίνδυνον οἶσθα, δέσποτα.

Egch

t

ΕΓΧΕΙΡΙΔΙΟΝ.

Egch

1

Κακὴ μὲν ὄψις, ἒν δὲ δειλαῖαι φρένες.

Emp

t

ΕΜΠΟΡΟΣ.8

Exoi

t

ΕΞΟΙΚΙΖΟΜΕΝΟΣ.

Exoi

1

Κἂν δοῦλος ᾖ τις, οὐδὲν ἧττον, δέσποτα, ἄνθρωπος οὗτός ἐστιν, ἂν ἄνθρωπος ᾖ.

Epid

t

ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ.

Epid

1

Ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον ἔστ’ ἢ δύνασθαι λοιδορούμενον φέρειν· ὁ λοιδορῶν γάρ, ἂν ὁ λοιδορούμενος μὴ προσποιῆται, λοιδορεῖται λοιδορῶν.

Epid

2

Πρόχειρον ἐπὶ τὴν γλῶτταν εὐλόγῳ τρέχειν.

Eur

t

ΕΥΡΙΠΟΣ.9

Ephed

t

ΕΦΕΔΡΙΤΑΙ.

Ephed

1

Σκιμπόδιον ἓν καὶ κώδιον καὶ ψιαθίον ἴσως παλαιστῆς.

Ephed

2

Χαλεπὸν τὸ ποιεῖν, τὸ δὲ κελεῦσαι ῥᾴδιον.

Epheb

t

ΕΦΗΒΟΣ.

Epheb

1

Οὐ τοῖς πλέουσι τὴν θάλατταν γίγνεται μόνοισι χειμών, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῖς περιπατοῦσί που, Λάχης, ἐν τῇ στοᾷ, καὶ τοῖς μένουσιν ἔνδον ἐν ταῖς οἰκίαις.
5χοἰ μὲν πλέοντες ἐνίοθ’ ἡμέραν μίαν ἢ νύκτα χειμασθέντες εἶτ’ ἐκ τοῦ κακοῦ σωτηρίας ἐπέτυχον· ἢ τὸ πνεῦμα γὰρ αὐτοὺς τὸ σῶζον ἧκεν ἢ ’φάνη λιμήν. ἐμοὶ δὲ τοῦτ’ οὐκ ἔστιν· οὐκ εἰς ἡμέραν
10χειμάζομαι μίαν γάρ, εἰς τὸ ζῆν δ’ ὅλον,
ἀεὶ τὸ λυπεῖσθαι δὲ μεῖζον γίγνεται.10

Her

t

ΗΡΩΕΣ.

Theb

t

ΘΗΒΑΙΟΙ.

Theb

1

Ἐμοῦ γάρ ἐστι κύριος μὲν εἷς ἀνήρ, τούτων δὲ καὶ σοῦ μυρίων τ’ ἄλλων νόμος, ἑτέρων τύραννος, τῶν τυραννούντων φόβος· δοῦλοι βασιλέων εἰσίν, ὁ βασιλεὺς θεῶν,
5ὁ θεὸς ἀνάγκης. πάντα δ’, ἂν σκοπῇς, ὅλως ἑτέρων πέφυκεν ἥττον’, ὧν δὲ μείζονα.
τούτοις ἀνάγκη ταῦτα δουλεύειν ἀεί.11

Thes

t

ΘΗΣΑΥΡΟΣ.

Thes

1

Οὐκ ἔστ’ ἀληθὲς παραλογίσασθ’, οὐδ’ ἔχειν ὀψάρια χρηστά.

Thy

t

ΘΥΡΩΡΟΣ.

Thy

1

Ἐγὼ γὰρ ἐς τὴν χλαμύδα κατεθέμην ποτέ καὶ τὸν πέτασον.

Iat

t

ΙΑΤΡΟΣ.

Iat

1

Καὶ γύλιόν τιν’ ἀργυρωμάτων.12

Kat

t

ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.

Kat

1

Πάντ’ ἔστιν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον φεύγῃ τις, ὃς πρόσεστι τοῖς ζητουμένοις.

Koi

t

ΚΟΙΝΩΝΟΙ.

Kol

t

ΚΟΛΑΞ.

Kor

t

ΚΟΡΙΝΘΙΑ.

Kor

1

Εἰ τὰ παρὰ τοῖς ἄλλοισιν εἰδείης κακά, ἄσμενος ἔχοις ἄν, Νικοφῶν, ἃ νῦν ἔχεις.

Met

t

ΜΕΤΙΩΝ Η ΖΩΜΙΟΝ.

Met

1

Ἰχθὺς τί σοι ἐφαίνεθ’ οὑφθός; Β. μιαρὸς ἦν. ἀκήκοας; ἅλμη τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ, κοὐχὶ λοπάδος προσῶζεν οὐδ’ ἡδυσμάτων·
5ἐβόων ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς.13

Met

2

Ἀγύρριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν „χαῖρε πάππα φίλτατε“ εἴπας, τί ἐποίει; τὸν πατέρα κατήσθιεν.

Moi

t

ΜΟΙΧΟΣ.

Moi

1

Ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ νάβλαν τίν’. Β. ὁ δὲ νάβλας τί ἐστι; * * Α. * * * οὐκ οἶδας, ἐμβρόντητε σύ; Β. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν
5οἶσθας ἀγαθὸν σύγ’. οὐδὲ σαμβυκίστριαν;14

Myr

t

ΜΥΡΜΙΔΟΝΕΣ.

Mys

t

ΜΥΣΤΙΣ.

Mys

1

Πολὺ μεῖζόν ἐστι τοῦ κακῶς ἔχειν κακὸν τὸ καθ’ ἕνα πᾶσι τοῖς ἐπισκοπουμένοις δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν.

Nea

t

ΝΕΑΙΡΑ.

Nea

1

Ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς τι παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον.
Β. τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτ’ αὐτόθι.15

Nem

t

ΝΕΜΟΜΕΝΟΙ.

Nem

1

Ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ.

Noth

t

ΝΟΘΟΣ.

Nyx

t

ΝΥΞ.

Nyx

1

Τὸ κανοῦν δ’ ὁ παῖς περίεισι τηνάλλως ἔχων.

Pag

t

ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.

Pag

1

Καὐτόν τι πράττειν, οὐ μόνον τὰς ἐλπίδας
ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν ὧν βούλεταί τις. ἀλλὰ καὶ τῷ τῇ τύχῃ συλλαμβάνεσθαι ῥᾷον ἡ τύχη ποιεῖ,16
5ἐὰν μεθ’ ἑτέρου τοῦτο, μὴ μόνη, ποιῇ.

Pag

2

Δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου.

Paida

t

ΠΑΙΔΑΡΙΟΝ.

Paide

t

ΠΑΙΔΕΣ.

Paide

1

Κακόν ἐστι δούλῳ δεσπότης πράττων κακῶς· μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίγνεται.

Pal

t

ΠΑΛΑΜΗΔΗΣ.

Pal

1

Τοῦ γὰρ δικαίου κἀν βροτοῖσι καὶ θεοῖς
ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.17

Pan

t

ΠΑΝΗΓΥΡΙΣ.

Pan

1

Τὴν πλατεῖάν σοι μόνον ταύτην πεποίηκεν ὁ βασιλεύς;

Pan

2

Αἰγύπτιος θοἱμάτιον ἠρδάλωσέ μου.

Par

t

ΠΑΡΕΙΣΙΩΝ.

Par

1

Τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γάρ, ὅτι μόνος φύσκην ποιῶ, κάνδαυλον, ᾠά, θρῖον, ἐν στενῷ. τί γὰρ τούτων διάπτωμ’ ἐγένετ’ ἢ ’μάρτημα τί;

Par

2

Περὶ τοὐπτάνιον οὐ γίγνεθ’ ἡ σκευωρία·
τραπεζοποιός ἐστ’ ἐπὶ τοῦ διακονεῖν.18

Pit

t

ΠΙΤΤΟΚΟΠΟΥΜΕΝΟΣ.

Pit

1

Ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς· τριτημόρου ἕκαστος ὑμῶν ἦλθεν· εἰς τοὺς τέτταρας εἴληφεν ὑμῖν οὑτοσὶ τριώβολον.

Pit

2

Ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. Β. καὶ μάλα
τρί’ ἡμιωβόλι’ ἐστί· χαλκοῦ θερμὸν ἦν.19

Pte

t

ΠΤΕΡΥΓΙΟΝ.

Pte

1

Τὸ τῆς Ἀμαλθείας δοκεῖς εἶναι κέρας οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός; ἀργύριόν ἐστι· τοῦτ’ ἐὰν ἔχῃς, λέγε πρὸς τοῦτ’ εἰ βούλει, πάντα σοι γενήσεται,
5φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι.

Pte

2

Νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας
καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.20

Pto

t

ΠΤΩΧΗ Η ΡΟΔΙΑ.

Pto

1

Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, ὦ πότνι’, ἀμφιφῶντα καὶ σπονδὴν ἅμα.

Pto

2

Ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.

Pto

3

Εἰ πάντες ἀποθανούμεθ’ οἷς μὴ γίγνεται ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα.

Pto

4

Σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον.21

Pyrr

t

ΠΥΡΡΟΣ.

Pyrr

1

Οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα, περὶ τοῦτό τ’ αὐτοῖς πολὺς ἀναλοῦται χρόνος, τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν φασι, καὶ
5λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν. ἐν ἀγρῷ διατρίβων τήν τε γῆν σκάπτων ἐγὼ νῦν εὗρον· εἰρήνη ’στίν· ὦ Ζεῦ φίλτατε, τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ. γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους,
10πλοῦτον, ὑγίειαν, σῖτον, οἶνον, ἡδονήν, αὕτη δίδωσι· ταῦτα πάντ’ ἂν ἐκλίπῃ, τέθνηκε κοινῇ πᾶς ὁ τῶν ζώντων βίος.

Pyrph

t

ΠΥΡΦΟΡΟΣ.

Pyrph

1

Οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς, οὔτ’ ἀνδριαντοποιός, ὅστις ἂν πλάσαι κάλλος τοιοῦτον, οἷον ἡ ἀλήθει’ ἔχει. οὔτ’ ἀνδριάντος γὰρ καλῶς πεπλασμένου,
5ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ.22

Sar

t

ΣΑΡΔΙΟΣ.

Sar

1

Εἰ τὰ δάκρυ’ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεί θ’ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ’ ἂν δάκρυα δόντες χρυσίον· νῦν δ’ οὐ προσέχει τὰ πράγματ’ οὐδ’ ἀποβλέπει
5εἰς ταῦτα, δέσποτ’, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλᾴῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς πλέον; οὐδέν· ἡ λύπη δ’ ἔχει
ὥσπερ τὸ δένδρον τοῦτο καρπὸν τὸ δάκρυον.23

Sar

2

Χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνης’; Β. ἐγὼ σοὶ πέντε χαλκοῦς, σὺ δέ γέ μοι τριτήμορον. τοὺς ἓξ ἀποδοὺς τοὺς πέντε χαλκοῦς ἀπόλαβε.

Sik

t

ΣΙΚΕΛΙΚΟΣ.

Sik

1

Ἄλλῳ πονοῦντι ῥᾴδιον παραινέσαι ἐστίν, ποιῆσαι δ’ αὐτὸν οὐχὶ ῥᾴδιον. τεκμήριον δέ· τοὺς ἰατροὺς οἶδ’ ἐγὼ ὑπὲρ ἐγκρατείας τοῖς νοσοῦσιν εὖ σφόδρα
5πάντας λαλοῦντας, εἶτ’ ἐπὰν πταίσωσί τι, αὐτοὺς ποιοῦντας πάνθ’ ὅς’ οὐκ εἴων τότε.
ἕτερον τό τ’ ἀλγεῖν καὶ θεωρεῖν ἐστ’ ἴσως.24

Sik

2

Ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς· ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ’ εἰ λέγοι τις Σικελικά.
5σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.

Sik

3

Τὸ δὴ λεγόμενον τοῦτο Μυσῶν ἔσχατον
ἐνόμιζεν ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν.25

Str

t

ΣΤΡΑΤΙΩΤΗΣ.

Str

1

Ὡς ἵμερός μοὐπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι
5οἷον παρατέθεικ’, οὐ πεφαρμακευμένον τυροῖσιν, οὐδ’ ἄνωθεν ἐξηνθισμένον, ἀλλ’ οἷος ἦν ζῶν, κὠπτὸς ὢν τοιοῦτος ἦν· οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι.
10ὅμοιον ἐγένετ’, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην. ταὐτὸν ἦν.
τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν26
15τῆς λοπάδος, ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ, οἱ δ’ οὐδέν, οἱ δὲ πάντα. καί τοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον·
20εἰ δ’ ἔλαβον ἀρτίως σκάρον, ἢ ’κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ’ξ Ἄργους κάπρον, ἢ ’κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδῶν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί.
25ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκρούς,
ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.27

Syna

t

ΣΥΝΑΠΟΘΝΗΣΚΟΝΤΕΣ.

Syna

1

Ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.28

Syne

t

ΣΥΝΕΦΗΒΟΣ.

Syne

1

Ἱμάτια διαφαίνοντα καὶ πέδην τινὰ χρυσῆν.

Hyp

t

ΥΠΟΒΟΛΙΜΑΙΟΣ.

Hyp

1-2

Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.

Pha

t

ΦΑΣΜΑ.

Pha

1

Ἔπιεν ἡ Ῥόδη κυμβίον ἀκράτου κατασέσειχ’ ὑμῖν ἄνω.

Phi

t

ΦΙΛΟΣΟΦΟΙ.

Phi

1

Φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει.
εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.29

Che

t

ΧΗΡΑ.

FIF

t

FABULARUM INCERTARUM FRAGMENTA.

FIF

1

Ὦ Κλέων, παῦσαι φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν, ἀνεπικούρητον σεαυτοῦ τὸν βίον λήσει ποιῶν. οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται φερόμενος, οὔποτ’ ἂν σώσειεν αὑτόν, οὔτ’ ἀνὴρ πένης γεγώς
5μὴ οὐ τέχνην μαθὼν δύναιτ’ ἂν ἀσφαλῶς ζῆν τὸν βίον.
„ἀλλὰ χρήματ’ ἐστὶν ἡμῖν.“ ἅ γε τάχιστ’ ἀπόλλυται. „κτήματ’, οἰκίαι.“ τύχης δὲ μεταβολὰς οὐκ ἀγνοεῖς, ὅτι τὸν εὔπορον τίθησι πτωχὸν εἰς τὴν αὔριον. κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης,30
10ἐβάλετ’ ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα· ἂν δ’ ἀπαίδευτος μετάσχῃ πνεύματος φορούμενος, τῆς ἀπορίας εἰς τὸ γῆρας οὐκ ἔχει σωτηρίαν. ἀλλ’ ἑταῖροι καὶ φίλοι σοι καὶ συνήθεις, νὴ Δία, ἔρανον εἰσοίσουσιν. εὔχου μὴ λαβεῖν πεῖραν φίλων,
15εἰ δὲ μή, γνώσει σεαυτὸν ἄλλο μηδὲν πλὴν σκιάν.

FIF

2

Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδ’ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμ’ ἐγώ, Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία.
5ἐγὼ δ’, ὃ θεοῦ ’στιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν οὐκ ἔστιν τόπος, οὗ μή ’στιν Ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ
10πάντ’ ἐξ ἀνάγκης οἶδε πανταχοῦ παρών.31

FIF

3

Τί ποτε Προμηθεύς, ὃν λέγους’ ἡμᾶς πλάσαι καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις ἔδωχ’ ἑκάστῳ κατὰ γένος μίαν φύσιν; ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι,
5δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγοί. οὐκ ἔστ’ ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει ἡ δ’ αὐθέκαστος, ἀλλ’ ἐὰν τρισμυρίας ἀλώπεκάς τις συναγάγῃ, μίαν φύσιν ἁπαξαπασῶν ὄψεται τρόπον θ’ ἕνα.
10ἡμῶν δ’ ὅσα καὶ τὰ σώματ’ ἐστὶ τὸν ἀριθμὸν
καθ’ ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν.32

FIF

4

Πολύ γ’ ἐστὶ πάντων ζῷον ἀθλιώτατον ἄνθρωπος, εἴ τις ἐξετάζοι κατὰ τρόπον· τὸν γὰρ βίον περίεργον εἰς τὰ πάντ’ ἔχων ἀπορεῖ τὰ πλεῖστα διὰ τέλους πονεῖ τ’ ἀεί.
5καὶ τοῖς μὲν ἄλλοις πᾶσιν ἡ γῆ θηρίοις ἑκοῦσα παρέχει τὴν καθ’ ἡμέραν τροφήν, αὐτὴ πορίζους’, οὐ λαβοῦσα . . . . . . . . . . . . . . . . πάνυ μόλις ὥσπερ τὸ κατὰ χρέος κεφάλαιον ἐκτίνει
10τὸ σπέρμα, τοὺς τόκους δ’ ἀνευρίσκους’ ἀεὶ πρόφασίν τιν’ αὐχμὸν ἢ πάχνην ἀποστερεῖ. καὶ δὴ τυχὸν μὲν διὰ τὸ παρέχειν πράγματα μόνους ἑαυτῇ καὶ ποιεῖν τἄνω κάτω
ταύτην παρ’ ἡμῶν λαμβάνει τιμωρίαν.33

FIF

5

Μείζω τὰ κακὰ ποιοῦσι πολλοί, δέσποτα, αὐτοὶ δι’ αὑτοὺς ἢ πέφυκε τῇ φύσει. οἷον τέθνηκεν υἱὸς ἢ μήτηρ τινί, ἢ νὴ Δί’ ἄλλων τῶν ἀναγκαίων γέ τις·
5ἂν μὲν λάβῃ τοῦτ’ „ἀπέθαν’, ἄνθρωπος γὰρ ἦν,“ τοσοῦτο γέγονε τὸ κακὸν ἡλίκον περ ἦν. ἐὰν δ’ „ἀβίωτος ὁ βίος, οὐκ ἔτ’ ὄψομαι, ἀπόλωλ’,“ ἐν ἑαυτῷ τοῦτ’ ἐὰν σκοπῇ, κακὰ πρὸς τοῖς κακοῖσιν οὗτος ἕτερα συλλέγει.
10ὁ δὲ τῷ λογισμῷ πάντα παρ’ ἑαυτῷ σκοπῶν τὸ κακὸν ἀφαιρεῖ τἀγαθὸν δὲ λαμβάνει.

FIF

6

Ἤκουσα τούτων αὐτός, οὐδὲ φύεται
αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν τε καὶ ἑτέρων ἀκούειν καὶ θεωρῆσαι * *34
5κατὰ μικρὸν ἀεί, φασί, φύονται φρένες.

FIF

7

Ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει, φθόνον τ’ ἐπήρειάν τε καὶ μῖσος πολύ, πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου.
5ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλείψας εἰς τρυφὴν τὴν οὐσίαν. ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω, ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον, καὶ μήτ’ ἔχειν πλοῦτόν με μήτε πράγματα·
10πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.35

FIF

8

Ὦ τρισμακάρια πάντα καὶ τρισόλβια τὰ θηρί’, οἷς οὐκ ἔστι περὶ τούτων λόγος· οὔτ’ εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται, οὔτ’ ἄλλο τοιοῦτ’ οὐδέν ἐστ’ αὐτοῖς κακὸν
5ἐπακτόν, ἣν δ’ ἂν εἰσενέγκηται φύσιν ἕκαστον, εὐθὺς καὶ νόμον ταύτην ἔχει. ἡμεῖς δ’ ἀβίωτον ζῶμεν ἄνθρωποι βίον· δουλεύομεν δόξαισιν, εὑρόντες νόμους, προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστ’ ἀποτυχεῖν
10κακοῦ, πρόφασιν δ’ ἀεί τιν’ ἐξευρίσκομεν.

FIF

9

Νὴ τὸν Δία τὸν μέγιστον ᾤμην, Σωσία, ἐγὼ πρότερον μὲν τοὺς πένητας ζῆν μόνον ὀδυνωμένους, τῶν πλουσίων δὲ τὸν βίον ἱλαρόν τιν’ εἶναι καὶ φέρειν εὐθυμίαν·
5νυνὶ δὲ διαφέροντα τοῖς καθ’ ἡμέραν δαπανήμασιν δὴ τὸν βίον ὁρῶ μόνον,
λύπας δ’ ἔχοντας μείζονας τοὺς μείζονας.36

FIF

10

Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ’ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ’ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ’ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων,
5ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως· οὐδ’ ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον, ἀλλ’ ὅστις ἄδολον γνησίαν τ’ ἔχων φύσιν εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.

FIF

11

Τὸν μὴ λέγοντα τῶν δεόντων μηδὲ ἓν μακρὸν νόμιζε, κἂν δύ’ εἴπῃ συλλαβάς, τὸν δ’ εὖ λέγοντα μὴ νόμιζ’ εἶναι μακρόν, μηδ’ ἂν σφόδρ’ εἴπῃ πολλὰ καὶ πολὺν χρόνον.
5τεκμήριον δὲ τοῦδε τὸν Ὅμηρον λάβε· οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει,
ἀλλ’ οὐδὲ εἷς Ὅμηρον εἴρηκεν μακρόν.37

FIF

12

Ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων· τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με, σιτάρια μικρὰ προσφέρων οἴνου θ’ ὅσον ὀσμήν, λαχάνων τ’ ἀεί τι καὶ νὴ τὸν Δία
5τὰ πετραῖα ταῦτ’ ὀψάρια, κάππαριν, θύμον, ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ λίαν ἀπισχναίνων με ποιήσῃ νεκρόν.

FIF

13

Ὅταν δὲ παρατηροῦντ’ ἴδω τίς ἔπταρεν ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊὼν σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται
5ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει.
τὰ πράγμαθ’ ὡς πέφυκεν οὕτως γίγνεται.38

FIF

14ab

Μὴ λύπει σεαυτόν, τοῦτο γιγνώσκων ὅτι, ὅταν πότ’ ἀνθρώποισιν ἡ τύχη γελᾷ, πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται·
5ὅταν δὲ δυστυχῇ τις, οὐδ’ εὐφραίνεται. Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.

FIF

15ab

Πρόσεστι δὲ τῷ πένητι ἀπιστία, κἂν σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι συμφέρον· [δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος.]
5ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν ἀσφαλές.

FIF

16

Ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς,
οὐδέποτ’ ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι, ὡς τοῦτ’ ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους39
5οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.

FIF

17

Ὅταν ξενισθῇς ἐν πόλει πρὸς τὸν φίλον, ἐν ταῖς περισσαῖς καὶ πυκναῖς ὁμιλίαις, ἐὰν μεγίστην ὁ φίλος ἣν λέγῃ πόλιν, σὺ τὴν ἑαυτοῦ πατρίδα μὴ σύγκριν’, ἐπεὶ
5ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις.

FIF

18ab

Καλῶς ποιήσας οὐ καλῶς ὠνείδισας, ἔργον καθεῖλες πλούσιον πτωχῷ λόγῳ. Καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ
ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς.40

FIF

19

Ὡς εὐφυὲς ζῷον κοχλίας νὴ τὸν θεόν. ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι, τὸν οἶκον ἄρας εἰς ἕτερον πορεύεται, νέμεται δ’ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί.

FIF

20

Ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν· οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν· τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν.

FIF

21

Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα παρελθὼν καὶ τάφους ἀνθρωπίνους, τούτων ἕκαστος ἔλεγεν „εἰς ὥρας ἐγὼ πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι.“

FIF

22

Ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, εὐδαίμων ἔσει. τέθνηκέ τις, μὴ δεινὸν ἔστω τοῦτό σοι.
κεκύηκέ τις, οὐ κεκύηκέ τις· ἠτύχηκέ τις· βήττει τις· οἰμώζει τις· ἡ φύσις φέρει41
5ἅπαντα ταῦτα. φεῦγε τὰς λύπας μόνον.

FIF

23

Ἄνθρωπος εἶ δήπουθεν, ὧν ἐστ’ οὐδὲ εἷς ᾧ μὴ κακόν τι γέγονεν ἢ γενήσεται, ὁ ποιῶν δ’ ἐλάχιστον τὸ γεγενημένον κακόν, ἀμφότερον οὗτος εὐτυχεῖ τε καὶ φρονεῖ.

FIF

24

Τί ποτ’ ἐστὶν ἆρα διότι βούλεταί μ’ ἰδεῖν; ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες σφόδρα, τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦς’ ἔτι, οὕτως, ἐπάν τις τυγχάνῃ λυπούμενος,
5ἧττον ὀδυνᾶται, φίλον ἐὰν παρόντ’ ἴδῃ;

FIF

25ab

Ἆρ’ ἐστὶ τοῖς νοσοῦσι χρήσιμος λόγος. Ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων
5εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ.42

FIF

26

Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή· πλεῖον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις. εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστι μὴ βούλου μαθεῖν, ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου.

FIF

27a

Σοὶ γὰρ τίς ἐστιν, εἰπέ μοι, παρρησία; σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν, τὸ δ’ ὅλον περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν;

FIF

27b

Πολλῶν φύσει τοῖς πᾶσιν αἰτία κακῶν λύπη· διὰ λύπην καὶ μανία γὰρ γίγνεται
πολλοῖσι καὶ νοσήματ’ οὐκ ἰάσιμα· αὑτούς τ’ ἀνῃρήκασι διὰ λύπην τινές,43
5ἐπὰν τὸ λυποῦν πλεῖον ἢ τὸ σῶζον ᾖ.

FIF

28

Δικαιότατον κτῆμ’ ἐστὶν ἀνθρώποις ἀγρός· ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει, πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι· τὰ δ’ ἀργυρώματ’ ἐστὶν ἥ τε πορφύρα
5εἰς τοὺς τραγῳδοὺς εὔθετ’, οὐκ εἰς τὸν βίον.

FIF

29ab

Πολλάκις ἔχων τις οὐδὲ τἀναγκαῖα νῦν αὔριον ἐπλούτης’, ὥστε χἁτέρους τρέφειν. Θησαυρὸν εὑρὼν σήμερόν τις αὔριον ἅπαντα τἀκ τῆς οἰκίας ἀπώλεσεν.

FIF

30

Σύρα, Σύρα. Β. τί ἐστι; Α. πῶς ἡμῖν ἔχεις; Β. μηδέποτ’ ἐρώτα τοῦτ’, ἐπὰν γέροντ’ ἴδῃς
ἢ γραῦν τιν’· ἴσθι δ’ εὐθὺς ὅτι κακῶς ἔχει.44

FIF

31

Ἐξιὼν γυναικὸς ἐξόπισθ’ ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ τοῦ Πλαταϊκοῦ, παρακολουθοῦντα τε
5ταύτῃ κατιλλώπτειν τινά.

FIF

32

Μῦς λευκός, ὅταν αὐτήν τις (ἀλλ’ αἰσχύνομαι λέγειν), κέκραγε τηλικοῦτον εὐθὺς ἡ
κατάρατος, ὥστ’ οὐκ ἔστι πολλάκις λαθεῖν.45

FIF

33

Τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίλφιον· αὐτὸς δ’ ἐφ’ αὑτοῦ ’στιν πονηρὸς καὶ πικρός.

FIF

34a

Βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά. Β. τίς ἐσθ’ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω.

FIF

34b

Χαλεπόν γ’ ἀκροατὴς ἀσύνετος καθήμενος· ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.

FIF

35

Ἀλλ’ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ ἄνθρωπος ἠράσθη τις, εἶτ’ εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν.46

FIF

36

Ἐὰν γέρων γένηται πλούσιος γεγώς, καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον. ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων.

FIF

37

Ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον, μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. καλὸν τὸ θνήσκειν ἐστὶν ἐπὶ τούτῳ λέγειν.

FIF

38

Ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται· θνήσκει δ’ ὁ θνήσκων κατ’ ἰδίαν εἱμαρμένην.

FIF

39

Κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ,
ἡ δ’ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.47

FIF

40a

Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην.

FIF

40b

Σφίγγ’ ἄρρεν’, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧνπερ λέγει συνίημι· καινὰ ῥήματα πεπορισμένος γάρ ἐστι.

FIF

40c

Ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταζ’ ἀεί· πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν,
τὰ δ’ ἔργ’ ἔχουσι φαῦλα κοὐ φρονοῦσιν εὖ.48

FIF

41

Ἂν οἷς ἔχομεν τούτοισι μηδὲ χρώμεθα, ἃ δ’ οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην ὧν δὲ δι’ ἑαυτοὺς ἐσόμεθ’ ἐστερημένοι· εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος
5μηδὲν δ’ ὅμως τι τῶν καλῶν πειράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.

FIF

42

Τί ζῆν ὄφελος ᾧ μή ’στι τὸ ζῆν εἰδέναι; Β. ἀλλ’ οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν σκοπῇς, ὃς οὐχὶ δοῦλός ἐστι τοῦ πεπωκέναι· ὅσα μ’ οὗτος ἠνάγκαζεν, ἐποίουν ταῦτ’ ἐγώ.
5ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν.49

FIF

43

Ὁ φθόνος ἐν ἑαυτῷ τοῦθ’ ἓν ἐπιεικῶς ποιεῖ· τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων λυμαίνεται μάλιστα διὰ παντὸς συνών.

FIF

44

Ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη, μὴ κρείττον’ εἶναι τἀνδρὸς ἀλλ’ ὑπήκοον· γυνὴ δὲ νικῶς’ ἄνδρα κακόν ἐστιν μέγα.

FIF

45

Οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα, ἄνθρωπος ὢν ἄνθρωπος· ἄλλως οὖν βοᾷς. τὸν ζῶντ’ ἀνάγκη πόλλ’ ἔχειν ἐστὶν κακά.

FIF

46a

Οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς, τοὺς αὐτὸς αὑτοῦ βούλεθ’ ὑγιαίνειν φίλους,
οὔτε στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ.50

FIF

46b

Οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία τοῦτ’ ἐστὶν ὃ ποιεῖς νῦν γάρ, ἀλλ’ ἀνανδρία τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον.

FIF

47

Ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν ἐπὶ τοῖς παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ. τοῦτο τό με τηροῦν ἐστι κἄνθρωπον ποιοῦν.

FIF

48

Οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίγνεται ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη.

FIF

49

Ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἶτ’ εἰς ἐλπίδα ἐνέπεσον· οὕτω γίγνετ’ ἐκ τούτων ἔρως.

FIF

50

Παρὰ τοῦ βασιλέως γράμμαθ’ ἥκει σοι Μάγα.
Β. Μάγας, κακόδαιμον, γράμματ’ οὐκ ἐπίσταται.51

FIF

51a

Οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους.

FIF

51b

Ἐκ τοῦ παθεῖν γίγνωσκε καὶ τὸ συμπαθεῖν· καὶ σοὶ γὰρ ἄλλος συμπαθήσεται παθών.

FIF

51c

Τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς,
ἥτις τόκους δίδωσιν οὐ λυπουμένη.52

FIF

51d

Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται;

FIF

52a

Μαθημάτων φρόντιζε μᾶλλον χρημάτων· τὰ γὰρ μαθήματ’ εὐπορεῖ τὰ χρήματα.

FIF

52b

Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλου· ἔλπιζε δ’ αὐτὸν πάλιν ἂν εἶναί σου φίλον.

FIF

52c

Λύουσιν ἡμῶν συμφοραὶ τὰς συμφοράς, παρηγοροῦσαι τὰ κακὰ δι’ ἑτέρων κακῶν.

FIF

53

Καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ,
ἵν’ ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.53

FIF

54

Μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον.

FIF

55

Ὦ Πάμφιλ’, ὁ χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.

FIF

56

Ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.

FIF

57

Ὅσα διὰ τοὺς πράττοντας αὐτοὺς γίγνεται, οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη.

FIF

58

Ἐπὰν ὁ νοῦς ᾖ μὴ καθιστηκώς τινι, οὐκ ἔστ’ ἀκούειν οὐδὲν αὐτὸν οὐδ’ ὁρᾶν.

FIF

59ab

Μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα.
Τὸ γὰρ κατασχεῖν ἐστι τὴν ὀργὴν πόνος.54

FIF

60

Τὸ γνῶθι σαυτὸν οὐ μάτην εὖ ἴσθ’ ὅτι τὸ ῥῆμα τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει.

FIF

61

Ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά· εἰ μὴ τότ’ ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην.

FIF

62

Πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον, ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω.

FIF

63a

Στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε ὥσπερ ἱερεῖον, ἵν’ ὅταν ᾖ καιρὸς τυθῇς.

FIF

63b

Ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν, ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.

FIF

64

Ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων
ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι.55

FIF

65

Τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι, εὐφραινόμεσθ’ ἔλαττον ἢ λυπούμεθα.

FIF

66

Πόλλ’ ἔστιν ἐν πολλαῖσιν οἰκίαις κακά, ἃ καλῶς ὅταν ἐνέγκῃς ἀγαθὰ γενήσεται.

FIF

67

Ἐνταῦθ’ ἀνὴρ γάρ ἐστιν ἀνδρὸς διάφορος, ἐν τῷ τό τε κακὸν εὖ φέρειν καὶ τἀγαθόν.

FIF

68

Αἰτῶ δ’ ὑγίειαν πρῶτον, εἶτ’ εὐπραξίαν, τρίτον δὲ χαίρειν, εἶτ’ ὀφείλειν μηδενί.

FIF

69

Ὅστις πένης ὢν ζῆν παρ’ ὃ ζῆν βούλεται· ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά.

FIF

70

Οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος,
κἀκ τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται.56

FIF

71

Ἀγαθὴ γὰρ ἡ λύπη καθ’ αὑτῆς ἀναπλάσαι ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά.

FIF

72

Μὴ λέγ’ ὅτι δώσεις· οὐ δίδωσι γὰρ λέγων, καὶ τὴν ἀπ’ ἄλλων ἐμποδίζεται δόσιν.

FIF

73

Πονηρὸς ἂν ᾖ δοῦλος εὑρήσει δίκην· σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης.

FIF

74

Μηδέποτε μέμφου τὴν τύχην, εἰδὼς ὅτι καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ.

FIF

75

Ἅπαν διδόμενον δῶρον, εἰ καὶ μικρὸν ᾖ, μέγιστόν ἐστι μετ’ εὐνοίας διδόμενον.

FIF

76

Ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν ὁμιλεῖ,
μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται.57

FIF

77

Σαπρὰν γυναῖκα δ’ ὁ τρόπος εὔμορφον ποιεῖ. πολύ γε διαφέρει σεμνότης εὐμορφίας.

FIF

78

Γνώμην πονηρὰν τῇ γυναικὶ μὴ δίδου· ἐλαφρὸν τὸ γένος γάρ ἐστι καὶ λίαν κακόν.

FIF

79

Ὅταν τινὰ τάφον στεφανοῖς κόσμῳ ποικίλῳ, τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις παρηγόρει.

FIF

80

Ζῶν γὰρ ἀσκοῦ σαυτῷ στεφάνων καὶ μύρα· χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ’ ἡδονῆς.

FIF

81

Ἂν γὰρ μέχρι νεφῶν τὴν ὀφρὺν ἀνασπάσῃς,
ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.58

FIF

82

Μὴ λέγε ἐκφυγὼν θάνατον ὅτι καὶ φεύξομαι πάλιν· ὡς γὰρ πέφευγας προσδόκα καὶ μὴ φυγεῖν.

FIF

83

Ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς, μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.

FIF

84ab

Μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ. Πρὸς τὴν παροῦσαν πάντοθ’ ἁρμόζου τύχην.

FIF

85

Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν πεσεῖν δεδοικώς, βούλεται πάλιν πεσεῖν.

FIF

86

Τί ἐστιν ὁ θεὸς οὐ θέλει σε μανθάνειν·
ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.59

FIF

87

Ὁ γῆρας αἰτῶν παρὰ θεῶν ἁμαρτάνει· τὸ γὰρ πολὺ γῆρας ἐσχάτων πολλῶν γέμει.

FIF

88

Γέρων γενόμενος μὴ φρόνει νεώτερα, μηδ’ εἰς ὄνειδος ἕλκε τὴν σεμνὴν πολιάν.

FIF

89

Οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ, σὺ δ’ εὐγενίζεις τὴν πόλιν πράσσων καλῶς.

FIF

90

Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς ἔχουσιν εἰς σωτηρίαν.

FIF

91

Δύ’ εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.

FIF

92

Νόμῳ τεθαύμακ’, οὐκ ἐπεὶ
πέπλευκεν, ἀλλ’ εἰ δὶς πέπλευκεν.60

FIF

93

Ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων.

FIF

94

Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ.

FIF

95

Σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι.

FIF

96

Χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ.

FIF

97

Χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.61

FIF

98

Ἄλλος κατ’ ἄλλην δαιμονίζεται τύχην.

FIF

99-100

Ἅπας πονηρὸς οἶνος ὁ πολύς ἐστ’ ἀεί. Ἐμέθυον· ἱκανὴ πρόφασις εἰς θἁμαρτάνειν.

FIF

101

Ἄνθρωπος ὢν τοῦτ’ ἴσθι καὶ μέμνης’ ἀεί.

FIF

102

Ἐκ τοῦ φιλοπονεῖν γίγνεθ’ ὧν θέλεις κρατεῖν.

FIF

103

Ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή.

FIF

104

Τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη τρέφει.

FIF

105

Γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται.

FIF

106

Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ ἔχῃς.62

FIF

107

Βούλου γονεῖς πρὸ παντὸς ἐν τιμαῖς ἔχειν.

FIF

108

Ἡδύ γε πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι.

FIF

109

Θανεῖν ἄριστόν ἐστιν ἢ ζῆν ἀθλίως.

FIF

110

Νόσον πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.

FIF

111ab

Κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε. Εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.

FIF

112

Ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.63

FIF

113

Πλοῦτον μεταλήψεθ’ ἕτερον οὐχὶ τὸν τρόπον.

FIF

114

Ἡ μὲν χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.

FIF

115

Μεθύει, διαγραμμίζει, κυβεύει.

FIF

116

Μεμίσθωταί με δείλης πρωΐας.

FIF

117

Πάνθ’ ὁ χρόνος ὁ μέγας μαραίνει.

FIF

118

Ἀλλ’ ἀπόλλυμαι
κατὰ μυὸς ὄλεθρον.64

Ps

t

PHILEMONIS SPURIA.

Ps

1

Οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς χρόνον πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;
5ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ’ ὁρᾷ· καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων χἁτέραν ἀσεβῶν ὁδόν· εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαζ’ ἀπελθών, κλέπτ’, ἀποστέρει, κύκα.
10μηδὲν πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τοὔνομα φοβερόν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ, ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίου δίδωσι.

Ps

2

Θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον;
Β. τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.67