TLG 0487 001 :: PHILEMON :: Fragmenta PHILEMON Comic. Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 478–539.
Citation: Fragment — (line) | ||
tit 1 | ΑΓΡΟΙΚΟΣ | |
t2-3 | ΑΓΥΡΤΗΣ | |
2-3 | ὦ πῶς πονηρόν ἐστιν ἀνθρώπου φύσις τὸ σύνολον· οὐ γὰρ ἄν ποτ’ ἐδεήθη νόμου. | |
2 | . . . . . . . . . . . . . οἴει τι τῶν ἄλλων διαφέρειν θηρίων ἄνθρωπον; οὐδὲ μικρὸν ἀλλ’ ἢ σχήματι· | |
---|---|---|
5 | πλάγι’ ἐστὶ τἄλλα, τοῦτο δ’ ὀρθὸν θηρίον. | 478 |
t4-5 | ΑΔΕΛΦΟΙ | |
4 | σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσι τοῦτ’ ἰδεῖν πρῶτον νόμον, δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον, (καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων) | |
5 | μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων, τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας. | |
10 | ἑστᾶσι γυμναί· μὴ ’ξαπατηθῇς· πάνθ’ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων· ἔχεις . . . . πως· ἡ θύρα ’στ’ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν· | |
15 | ἀλλ’ εὐθύς, ὡς βούλει σὺ χὢν βούλει τρόπον. ἐξῆλθες· οἰμώζειν λέγ’, ἀλλοτρία ’στί σοι. | |
5 | οὐκ ἂν λαλῇ τις μικρόν, ἐστὶ κόσμιος, | |
οὐδ’ ἂν πορεύηταί τις εἰς τὴν γῆν βλέπων· ὁ δ’ ἡλίκον μὲν ἡ φύσις φέρει λαλῶν, μηδὲν ποιῶν δ’ ἄσχημον, οὗτος κόσμιος. | 479 | |
t6 | ΑΙΤΩΛΟΣ | |
6 | ἐλαφρός | |
t7 | ΑΝΑΚΑΛΥΠΤΩΝ | |
7 | οἴμοι· τὸ λυπεῖσθαι γὰρ ἐπὶ τὸ ῥῆμ’ ἄγει τοῦτ’ εὐθύς, ὡς ἔοικε, τὸν λυπούμενον. λυπουμένῳ δ’ ὅταν τις ἀκολουθῶν λέγῃ χαῖρ’, ἐξ ἀνάγκης οὗτος οἰμώζειν λέγει. | |
t8 | ΑΝΑΝΕΟΥΜΕΝΗ | |
8 | ψωμοκόλαξ δ’ ἔσθ’ οὑτοσί. | |
t9 | ΑΝΔΡΟΦΟΝΟΣ | |
9 | πιεῖν τις ἡμῖν ἐγχεάτω, καὶ ματτύην | |
ποιεῖτε θᾶττον. | 480 | |
t10 | ΑΠΟΚΑΡΤΕΡΩΝ | |
10 | νῦν δ’ οἶδ’ ἀκριβῶς τὴν τύχην ὡς οὐ μία, οὐδ’ ἔστι πρῴην, ἀλλὰ μετὰ τῶν σωμάτων ἡμῶν, ὅταν γινώμεθ’, εὐθὺς χἠ τύχη προσγίνεθ’ ἡμῖν συγγενὴς τῷ σώματι· | |
5 | κοὐκ ἔστιν ἕτερον παρ’ ἑτέρου λαβεῖν τύχην. | |
t11 | ΑΠΟΛΙΣ | |
11 | οὐχὶ μόνον οὗτος εὗρε πῶς λαλήσομεν αὑτοῖς, ἀπέχοντες πολὺν ἀπ’ ἀλλήλων χρόνον, οὐδ’ ὃν τρόπον μηδέποτε μηδὲ εἷς πάλιν ἐπιλήσεθ’ ἡμῶν μηδέν, ἐμβλέψας δέ που | |
5 | τἀκ τοῦ χρόνου τοῦ παντὸς εἴσετ’, ἀλλὰ καὶ ψυχῆς ἰατρὸν κατέλιπεν τὰ γράμματα. | |
t12-14 | ΑΡΠΑΖΟΜΕΝΟΣ | 481 |
12 | γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω. | |
13 | ὁρῶ μαγείρου καὶ κύβηλιν καὶ σκάφην. | |
14 | ὁ νακοτίλτης | |
t15 | ΑΥΛΗΤΗΣ | |
15 | γεγενείακεν | |
t16 | ΒΑΒΥΛΩΝΙΟΣ | |
16 | βασίλισς’ ἔσει Βαβυλῶνος, ἂν οὕτω τύχῃ. | |
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον. | 482 | |
t17-20 | ΓΑΜΟΣ | |
17 | ὁλκεῖον εἶδον ἐπὶ τραπέζῃ κείμενον πυρῶν τι μεστόν. | |
18 | ἐν Καρὶ τὸν κίνδυνον· οἶδα, δέσποτα. | |
20 | θρασέα γυνή | |
t21 | ΕΓΧΕΙΡΙΔΙΟΝ | |
21 | κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες. | 483 |
t,ante 22 | ΕΜΠΟΡΟΣ | |
t22 | ΕΞΟΙΚΙΖΟΜΕΝΟΣ | |
22 | κἂν δοῦλος ᾖ τις, οὐδὲν ἧττον, δέσποτα, ἄνθρωπος οὗτός ἐστιν, ἂν ἄνθρωπος ᾖ. | |
t23-24 | ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ | |
23 | ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον ἔστ’ ἢ δύνασθαι λοιδορούμενον φέρειν· ὁ λοιδορῶν γάρ, ἂν ὁ λοιδορούμενος μὴ προσποιῆται, λοιδορεῖται λοιδορῶν. | |
24 | πρόχειρον ἐπὶ τὴν γλῶτταν εὐλόγῳ τρέχειν | |
t25 | ΕΥΡΙΠΟΣ | 484 |
25 | στρῶμα μηλωτήν τ’ ἔχει. | |
t26-27 | ΕΦΕΔΡΙΤΑΙ | |
26 | σκιμπόδιον ἓν καὶ κώδιον καὶ ψιάθιον ἴσως παλαστῆς | |
27 | χαλεπὸν τὸ ποιεῖν, τὸ δὲ κελεῦσαι ῥᾴδιον. | |
t28-29 | ΕΦΗΒΟΣ | |
28 | οὐ τοῖς πλέουσι τὴν θάλατταν γίνεται μόνοισι χειμών, ὡς ἔοικεν, ἀλλὰ καὶ τοῖς περιπατοῦσί που, Λάχης, ἐν τῇ στοᾷ, καὶ τοῖς μένουσιν ἔνδον ἐν ταῖς οἰκίαις. | |
5 | χοἰ μὲν πλέοντες ἐνίοθ’ ἡμέραν μίαν ἢ νύκτα χειμασθέντες εἶτ’ ἐκ τοῦ κακοῦ σωτηρίας ἐπέτυχον· ἢ τὸ πνεῦμα γὰρ αὐτοὺς τὸ σῷζον ἧκεν ἢ ’φάνη λιμήν. ἐμοὶ δὲ τοῦτ’ οὐκ ἔστιν· οὐκ εἰς ἡμέραν | |
10 | χειμάζομαι μίαν γάρ, εἰς τὸ ζῆν δ’ ὅλον, | |
ἀεὶ τὸ λυπεῖσθαι δὲ μεῖζον γίνεται. | 485 | |
29 | Κρομμύων πόλις | |
t30 | ΗΡΩΕΣ | |
30 | ὑπέρου περιτροπή | |
t31 | ΘΗΒΑΙΟΙ | |
31 | ἐμοῦ γάρ ἐστι κύριος μὲν εἷς ἀνήρ, τούτων δὲ καὶ σοῦ μυρίων τ’ ἄλλων νόμος, ἑτέρων τύραννος, τῶν τυραννούντων φόβος· δοῦλοι βασιλέων εἰσίν, ὁ βασιλεὺς θεῶν, | |
5 | ὁ θεὸς ἀνάγκης. πάντα δ’, ἂν σκοπῇς, ὅλως ἑτέρων πέφυκεν ἥττον’, ὧν δὲ μείζονα. τούτοις ἀνάγκη ταῦτα δουλεύειν ἀεί. | |
t32-33 | ΘΗΣΑΥΡΟΣ | 486 |
32 | οὐκ ἔστ’ ἀληθὲς παραλογίσασθ’, οὐδ’ ἔχειν ὀψάρια χρηστά. | |
33 | Κανθάρου σοφώτερος | |
t34 | ΘΥΡΩΡΟΣ | |
34 | ἐγὼ γὰρ ὡς τὴν χλαμύδα κατεθέμην ποτὲ καὶ τὸν πέτασον— | |
t35-36 | ΙΑΤΡΟΣ | |
35 | καὶ γύλιόν τιν’ ἀργυρωμάτων | |
36 | Κυδώνιον μῆλον | 487 |
t37 | ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ | |
37 | πάντ’ ἔστιν ἐξευρεῖν, ἐὰν μὴ τὸν πόνον φεύγῃ τις, ὃς πρόσεστι τοῖς ζητουμένοις. | |
t38 | ΚΟΙΝΩΝΟΙ | |
38 | δεδράμηκα | |
t,ante 39 | ΚΟΛΑΞ | |
t39-40 | ΚΟΡΙΝΘΙΑ | |
39 | εἰ τὰ παρὰ τοῖς ἄλλοισιν εἰδείης κακά, ἄσμενος ἔχοις ἄν, Νικοφῶν, ἃ νῦν ἔχεις. | |
t41-42 | ΜΕΤΙΩΝ Η ΖΩΜΙΟΝ | |
41 | ἰχθὺς τί σοι ἐφαίνεθ’ οὑφθός; Β. μιαρὸς ἦν. ἀκήκοας; ἅλμη τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ, κοὐχὶ λοπάδος προσῶζεν οὐδ’ ἡδυσμάτων· | |
5 | Α. ἐβόων δ’ ἅπαντες ‘ὡς ἀγαθὴν ἅλμην ποιεῖς.‘ | 488 |
42 | Ἀγύρριος δὲ παρατεθέντος καράβου, ὡς εἶδεν αὐτόν ‘χαῖρε πάππα φίλτατε‘ εἴπας— Β. τί ἐποίει; Α. τὸν πατέρα κατήσθιεν. | |
t43 | ΜΕΤΟΙΚΟΣ | |
43 | τἀκ τῶν ἁμαξῶν | |
t44 | ΜΟΙΧΟΣ | |
44 | ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ νάβλαν τιν’. ΠΑΡΜ. ὁ δὲ νάβλας τί ἐστιν . . . Α. . . . οὐκ οἶδας, ἐμβρόντητε σύ; ΠΑΡΜ. μὰ Δία. Α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν | |
5 | οἶσθ’ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν; | 489 |
t45 | ΜΥΡΜΙΔΟΝΕΣ | |
t46 | ΜΥΣΤΙΣ | |
46 | πολὺ μεῖζόν ἐστι τοῦ κακῶς ἔχειν κακὸν τὸ καθ’ ἕνα πᾶσι τοῖς ἐπισκοπουμένοις δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν. | |
t47 | ΝΕΑΙΡΑ | |
47 | ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς τι παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον. Β. τρυγέρανον· οὐ γὰρ γίνεται τοῦτ’ αὐτόθι. | |
t48 | ΝΕΜΟΜΕΝΟΙ | |
48 | ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ. | 490 |
t49-50 | ΝΟΘΟΣ | |
50 | πανοικίᾳ | |
t51-52 | ΝΥΞ | |
51 | τὸ κανοῦν δ’ ὁ παῖς περίεισι τηνάλλως ἔχων. | |
52 | νησίγδα | |
t53-54 | ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ | |
53 | καὐτόν τι πράττειν· οὐ μόνον τὰς ἐλπίδας ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν ὧν βούλεταί τις, ἀλλὰ καὐτὸν τῇ τύχῃ συλλαμβάνεσθαι· ῥᾷον ἡ τύχη πονεῖ, | |
5 | ἐὰν μεθ’ ἑτέρου τοῦτο, μὴ μόνη, ποιῇ. | 491 |
54 | δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. | |
t55 | ΠΑΙΔΑΡΙΟΝ | |
55 | Ἕλλην γυνή | |
t56 | ΠΑΙΔΕΣ | |
56 | κακόν ἐστι δούλῳ δεσπότης πράττων κακῶς· μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίνεται. | |
t57 | ΠΑΛΑΜΗΔΗΣ | |
57 | τοῦ γὰρ δικαίου κἀν βροτοῖσι κἀν θεοῖς ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου. | |
t58-59 | ΠΑΝΗΓΥΡΙΣ | |
58 | τὴν πλατεῖαν σοὶ μόνῳ | |
ταύτην πεποίηκεν ὁ βασιλεύς; | 492 | |
59 | Αἰγύπτιος θοἰμάτιον ἠρδάλωκέ μου. | |
t60-61 | ΠΑΡΕΙΣΙΩΝ | |
60 | τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γάρ, ὅτι μόνος φύσκην ποιῶ, κάνδαυλον, ᾠά, θρῖον ἐν στενῷ. τί γὰρ τούτων διάπτωμ’ ἐγένετ’ ἢ ’μάρτημα τί; | |
61 | περὶ τοὐπτάνιον οὐ γίνεθ’ ἡ σκευωρία· | |
τραπεζοποιός ἐστ’ ἐπὶ τοῦ διακονεῖν. | 493 | |
t62 | ΠΑΡΟΙΝΟΣ | |
62 | μῦς λευκός | |
t63-64 | ΠΙΤΤΟΚΟΠΟΥΜΕΝΟΣ | |
63 | ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς· τριτημόρου ἕκαστος ὑμῶν ἦλθεν· εἰς τοὺς τέτταρας εἴληφεν ὑμῖν οὑτοσὶ τριώβολον. | |
64 | ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. Β. καὶ μάλα· | |
τρί’ ἡμιωβόλι’ ἐστί· χαλκοῦ θερμὸν ἦν. | 494 | |
t65-66 | ΠΤΕΡΥΓΙΟΝ | |
65 | τὸ τῆς Ἀμαλθείας δοκεῖς εἶναι κέρας οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός; ἀργύριόν ἐστι· τοῦτ’ ἐὰν ἔχῃς, λέγε πρὸς τοῦτ’ εἰ βούλει, πάντα σοι γενήσεται, | |
5 | φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι. | |
66 | νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω— | |
t67-70 | ΠΤΩΧΗ Η ΡΟΔΙΑ | |
67 | Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, | |
ὦ πότνι’, ἀμφιφῶντα καὶ σπονδήσιμα. | 495 | |
68 | ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ— | |
69 | εἰ πάντες ἀποθανούμεθ’ οἷς μὴ γίνεται ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα. | |
70 | σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον | |
t71 | ΠΥΡΡΟΣ | |
71 | οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα, περὶ τοῦτό τ’ αὐτοῖς πολὺς ἀναλοῦται χρόνος, τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν φασι, καὶ | |
5 | λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν. ἐν ἀγρῷ διατρίβων τήν τε γῆν σκάπτων ἐγὼ νῦν εὗρον· εἰρήνη ’στίν· ὦ Ζεῦ φίλτατε, τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ. | |
γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους, | 496 | |
10 | πλοῦτον, ὑγίειαν, σῖτον, οἶνον, ἡδονὴν αὕτη δίδωσι· ταῦτα πάντ’ ἂν ἐκλίπῃ, τέθνηκε κοινῇ πᾶς ὁ τῶν ζώντων βίος. | |
t72 | ΠΥΡΦΟΡΟΣ | |
72 | οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς, οὔτ’ ἀνδριαντοποιός, ὅστις ἂν πλάσαι κάλλος τοιοῦτον, οἷον ἁλήθει’ ἔχει. οὔτ’ ἀνδριάντος γὰρ καλῶς πεπλασμένου, | |
5 | ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ. | |
t73-74 | ΣΑΡΔΙΟΣ | |
73 | εἰ τὰ δάκρυ’ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεί θ’ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθ’ ἂν δάκρυα δόντες χρυσίον· νῦν δ’ οὐ προσέχει τὰ πράγματ’ οὐδ’ ἀποβλέπει | |
5 | εἰς ταῦτα, δέσποτ’, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται. τί οὖν ποιεῖς πλέον; Α. οὐδέν· ἡ λύπη δ’ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. | 497 |
74 | χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνης’; Β. ἐγὼ σοὶ πέντε χαλκοῦς, σὺ δέ γ’ ἐμοὶ τριτήμορον. τοὺς ἓξ ἀποδοὺς τοὺς πέντε χαλκοῦς ἀπόλαβε. | |
t75-78 | ΣΙΚΕΛΙΚΟΣ | |
75 | ἄλλῳ πονοῦντι ῥᾴδιον παραινέσαι ἔστιν, ποιῆσαι δ’ αὐτὸν οὐχὶ ῥᾴδιον. τεκμήριον δὲ τοὺς ἰατροὺς οἶδ’ ἐγὼ ὑπὲρ ἐγκρατείας τοῖς νοσοῦσιν εὖ σφόδρα | |
5 | πάντας λαλοῦντας, εἶτ’ ἐὰν πταίσωσί τι, αὐτοὺς ποιοῦντας πάνθ’ ὅς’ οὐκ εἴων τότε. | |
ἕτερον τό τ’ ἀλγεῖν καὶ θεωρεῖν ἐστ’ ἴσως. | 498 | |
76 | ἐγὼ πρότερον μὲν ᾠόμην τῇ Σικελίᾳ ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς· ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ’ εἰ λέγοι τις Σικελικά. | |
5 | Β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν. | |
77 | τὸ δὴ λεγόμενον τοῦτο Μυσῶν ἔσχατον | |
ἐνόμιζ’ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν. | 499 | |
t79 | ΣΤΡΑΤΙΩΤΗΣ | |
79 | ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν ἡδύ γ’ ἔστ’ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, | |
5 | οἷον παρατέθεικ’, οὐ πεφαρμακευμένον τυροῖσιν, οὐδ’ ἄνωθεν ἐξανθισμένον, ἀλλ’ οἷος ἦν ζῶν, κὠπτὸς ὢν τοιοῦτος ἦν· οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι. | |
10 | ὅμοιον ἐγένετ’, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην. ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν | |
15 | τῆς λοπάδος, ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ, οἱ δ’ οὐδέν, οἱ δὲ πάντα. καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον· | |
20 | εἰ δ’ ἔλαβον ἄρτι σκάρον, ἢ ’κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ’ξ Ἄργους κάπρον, ἢ ’κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδῶν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί. | |
25 | ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκρούς, | |
ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν. | 500 | |
t80 | ΣΥΝΑΠΟΘΝΗΙΣΚΟΝΤΕΣ | |
80 | ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν. | |
t81 | ΣΥΝΕΦΗΒΟΣ | |
81 | ἱμάτια διαφαίνοντα καὶ πέδην τινὰ | |
χρυσῆν | 501 | |
t82-83 | ΥΠΟΒΟΛΙΜΑΙΟΣ | |
82 | ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος. | |
83 | στοιχεῖον | |
t84 | ΦΑΣΜΑ | |
84 | ἔπιεν ἡ Ῥόδη κυμβίον ἀκράτου· κατασέσειχ’ ὑμᾶς ἄνω. | |
t85 | ΦΙΛΟΣΟΦΟΙ | |
85 | φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ· πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει. εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ. | 502 |
t86 | ΦΥΛΑΚΗ | |
86 | βοῦς ἕβδομος | |
t,ante 87 | ΧΑΡΙΤΕΣ | |
t87 | ΧΗΡΑ | |
t88-224 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
88 | πολύ γ’ ἐστὶ πάντων ζῷον ἀθλιώτατον ἄνθρωπος, εἴ τις ἐξετάζοι κατὰ τρόπον· τὸν γὰρ βίον περίεργον εἰς τὰ πάντ’ ἔχων ἀπορεῖ τὰ πλεῖστα διὰ τέλους πονεῖ τ’ ἀεί. | |
5 | καὶ τοῖς μὲν ἄλλοις πᾶσιν ἡ γῆ θηρίοις ἑκοῦσα παρέχει τὴν καθ’ ἡμέραν τροφήν, αὐτὴ πορίζους’, οὐ λαβοῦσα . . . | |
. . . . . . . . . πάνυ μόλις ὥσπερ τὸ κατὰ χρέος κεφάλαιον ἐκτίνει | 503 | |
10 | τὸ σπέρμα, τοὺς τόκους δ’ ἀνευρίσκους’ ἀεὶ πρόφασίν τιν’ αὐχμὸν ἢ πάχνην ἀποστερεῖ. καὶ δὴ τυχὸν μὲν διὰ τὸ παρέχειν πράγματα μόνους ἑαυτῇ καὶ ποιεῖν τἄνω κάτω ταύτην παρ’ ἡμῶν λαμβάνει τιμωρίαν. | |
89 | τί ποτε Προμηθεύς, ὃν λέγους’ ἡμᾶς πλάσαι καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις ἔδωχ’ ἑκάστῳ κατὰ γένος μίαν φύσιν; ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι, | |
5 | δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγῴ. οὐκ ἔστ’ ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει ἡ δ’ αὐθέκαστος, ἀλλ’ ἐὰν τρισμυρίας ἀλώπεκάς τις συναγάγῃ, μίαν φύσιν ἁπαξαπασῶν ὄψεται τρόπον θ’ ἕνα. | |
10 | ἡμῶν δ’ ὅσα καὶ τὰ σώματ’ ἐστὶ τὸν ἀριθμὸν καθ’ ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν. | |
90 | μείζω τὰ κακὰ ποιοῦσι πολλοί, δέσποτα, | |
αὐτοὶ δι’ αὑτοὺς ἢ πέφυκε τῇ φύσει. οἷον τέθνηκεν υἱὸς ἢ μήτηρ τινί, ἢ νὴ Δί’ ἄλλων τῶν ἀναγκαίων γέ τις· | 504 | |
5 | ἂν μὲν λάβῃ τοῦτ’ ‘ἀπέθαν’, ἄνθρωπος γὰρ ἦν,‘ τοσοῦτο γέγονε τὸ κακὸν ἡλίκον περ ἦν. ἐὰν δ’ ‘ἀβίωτος ὁ βίος, οὐκ ἔτ’ ὄψομαι, ἀπόλωλ’,‘ ἐν ἑαυτῷ τοῦτ’ ἐὰν σκοπῇ, κακὰ πρὸς τοῖς κακοῖς οὗτος ἕτερα συλλέγει. | |
10 | ὁ δὲ τῷ λογισμῷ πάντα παρ’ ἑαυτῷ σκοπῶν τὸ κακὸν ἀφαιρεῖ, τἀγαθὸν δὲ λαμβάνει. | |
91 | ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδ’ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμ’ ἐγώ, Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. | |
5 | ἐγὼ δ’, ὃ θεοῦ ’στιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος, οὗ μή ’στιν Ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ | |
10 | πάντ’ ἐξ ἀνάγκης οἶδε πανταχοῦ παρών. | 505 |
92 | ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει, φθόνον τ’ ἐπήρειάν τε καὶ μῖσος πολύ, πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας, πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου. | |
5 | ἔπειτα μετὰ ταῦτ’ εὐθὺς εὑρέθη θανών, ἄλλοις καταλείψας εἰς τρυφὴν τὴν οὐσίαν. ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω, ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον, καὶ μήτ’ ἔχειν πλοῦτόν με μήτε πράγματα· | |
10 | πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά. | 506 |
93 | ὦ τρισμακάρια πάντα καὶ τρισόλβια τὰ θηρί’, οἷς οὐκ ἔστι περὶ τούτων λόγος· οὔτ’ εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται, οὔτ’ ἄλλο τοιοῦτ’ οὐδέν ἐστ’ αὐτοῖς κακὸν | |
5 | ἐπακτόν, ἣν δ’ ἂν εἰσενέγκηται φύσιν ἕκαστον, εὐθὺς καὶ νόμον ταύτην ἔχει. ἡμεῖς δ’ ἀβίωτον ζῶμεν ἅνθρωποι βίον· δουλεύομεν δόξαισιν, εὑρόντες νόμους, προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστ’ ἀποτυχεῖν | |
10 | κακοῦ, πρόφασιν δ’ ἀεί τιν’ ἐξευρίσκομεν. | |
94 | ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ’ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ’ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ’ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων, | |
5 | ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως· οὐδ’ ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον, ἀλλ’ ὅστις ἄδολον γνησίαν τ’ ἔχων φύσιν | |
εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει. | 507 | |
95 | κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει· φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ [ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος. ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματος | |
5 | ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους. ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει, δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία]. ἡ δ’ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο. | |
96 | νὴ τὸν Δία τὸν μέγιστον ᾤμην, Σωσία, ἐγὼ πρότερον μὲν τοὺς πένητας ζῆν μόνους ὀδυνωμένους, τῶν πλουσίων δὲ τὸν βίον ἱλαρόν τιν’ εἶναι καὶ φέρειν εὐθυμίαν· | |
5 | νυνὶ δὲ διαφέροντα τοῖς καθ’ ἡμέραν δαπανήμασιν δὴ τὸν βίον ὁρῶ μόνον, λύπας δ’ ἔχοντας μείζονας τοὺς μείζονας. | |
97 | τὸν μὴ λέγοντα τῶν δεόντων μηδὲ ἓν μακρὸν νόμιζε, κἂν δύ’ εἴπῃ συλλαβάς, τὸν δ’ εὖ λέγοντα μὴ νόμιζ’ εἶναι μακρόν, μηδ’ ἂν σφόδρ’ εἴπῃ πολλὰ καὶ πολὺν χρόνον. | |
5 | τεκμήριον δὲ τοῦδε τὸν Ὅμηρον λαβέ· οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει, | |
ἀλλ’ οὐδὲ εἷς Ὅμηρον εἴρηκεν μακρόν. | 508 | |
98 | ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων· τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με, σιτάρια μικρὰ προσφέρων οἴνου θ’ ὅσον ὀσμήν, λαχάνου τ’ ἀεί τι καὶ νὴ τὸν Δία | |
5 | τὰ πετραῖα ταῦτ’ ὀψάρια, κάππαριν, θύμον, ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ λίαν ἀπισχναίνων με ποιήσῃ νεκρόν. | |
99 | ἂν οἷς ἔχομεν τούτοισι μηδὲ χρώμεθα, ἃ δ’ οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην, ὧν δὲ δι’ ἑαυτοὺς ἐσόμεθ’ ἐστερημένοι· [εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος | |
5 | μηδὲν δόμοισι τῶν καλῶν πειράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, | |
φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.] | 509 | |
100 | ὅταν δὲ παρατηροῦντ’ ἴδω τίς ἔπταρεν, ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊὼν σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται | |
5 | ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγμαθ’ ὡς πέφυκεν οὕτω γίνεται. | |
101 | ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, οὐδέποτ’ ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι ὡς τοῦτ’ ἐγένετ’ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν [τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους] | |
5 | οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος. | |
102 | πρόσεστι δὲ τῷ πένητι ἀπιστία· κἂν σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι συμφέρον, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς. τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος. | |
5 | ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ, | |
δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν ἀσφαλές. | 510 | |
103 | ἤκουσα τούτων αὐτός, οὐδὲ φύεται αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν τε καὶ ἑτέρων ἀκούειν καὶ θεωρῆσαι . . | |
5 | κατὰ μικρὸν ἀεί, φασί, φύονται φρένες. | |
104 | τί ζῆν ὄφελος ᾧ μή ’στι τὸ ζῆν εἰδέναι; Β. ἀλλ’ οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν σκοπῇς, ὃς οὐχὶ δοῦλός ἐστι τοῦ πεπωκέναι· ὅσα μ’ οὗτος ἠνάγκαζεν, ἐποίουν ταῦτ’ ἐγώ. | |
5 | ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν. | 511 |
105 | δικαιότατον κτῆμ’ ἐστὶν ἀνθρώποις ἀγρός· ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει, πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι· τὰ δ’ ἀργυρώματ’ ἐστὶν ἥ τε πορφύρα | |
5 | εἰς τοὺς τραγῳδοὺς εὔθετ’, οὐκ εἰς τὸν βίον. | |
106 | πολλῶν φύσει τοῖς πᾶσιν αἰτία κακῶν λύπη· διὰ λύπην καὶ μανία γὰρ γίνεται πολλοῖσι καὶ νοσήματ’ οὐκ ἰάσιμα· αὑτούς τ’ ἀνῃρήκασι διὰ λύπην τινές, | |
5 | ἐπὰν τὸ λυποῦν πλεῖον ἢ τὸ σῷζον ᾖ. | |
107 | ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, εὐδαίμων ἔσει. τέθνηκέ τις, μὴ δεινὸν ἔστω τοῦτό σοι. κεκύηκέ τις, οὐ κεκύηκέ τις· ἠτύχηκέ τις· βήττει τις· οἰμώζει τις· ἡ φύσις φέρει | |
5 | ἅπαντα ταῦτα. φεῦγε τὰς λύπας. | 512 |
108 | τί ποτ’ ἐστὶν ἆρα διότι βούλεταί μ’ ἰδεῖν; ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες σφόδρα, τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦς’ ἔτι, οὕτως, ἐπάν τις τυγχάνῃ λυπούμενος, | |
5 | ἧττον ὀδυνᾶται, φίλον ἐὰν παρόντ’ ἴδῃ; | |
109 | ὅταν ξενισθῇς ἐν πόλει πρὸς τὸν φίλον, ἐν ταῖς περισσαῖς καὶ πυκναῖς ὁμιλίαις, ἐὰν μεγίστην ὁ φίλος λέγῃ πόλιν, σὺ τὴν ἑαυτοῦ πατρίδα μὴ συγκρίνῃς· | |
5 | ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις. | |
110-111 | μὴ λύπει σεαυτόν, τοῦτο γινώσκων ὅτι, ὅταν ποτ’ ἀνθρώποισιν ἡ τύχη γελᾷ, πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται· | |
5 | ὅταν δὲ δυστυχῇ τις, οὐδ’ εὐφραίνεται. | |
5 | . . . . . . . . . . . . ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη. | |
112-113 | ἆρ’ ἐστὶ τοῖς νοσοῦσι χρήσιμος λόγος. | |
1 | . . . . . . . . . . . ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων | 513 |
5 | εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ. | |
114 | ὡς εὐφυὲς ζῷον κοχλίας, νὴ τὸν θεόν. ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι, τὸν οἶκον ἄρας εἰς ἕτερον πορεύεται, νέμεται δ’ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί. | |
115 | ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν· οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν· τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν. | |
116 | εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα παρελθὼν καὶ τάφους ἀνθρωπίνους· τούτων ἕκαστος ἔλεγεν ‘εἰς ὥρας ἐγὼ | |
πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι—‘ | 514 | |
117 | ἄνθρωπος εἶ δήπουθεν, ὧν ἐστ’ οὐδὲ εἷς ᾧ μὴ κακόν τι γέγονεν ἢ γενήσεται, ὁ ποιῶν δ’ ἐλάχιστον τὸ γεγενημένον . . ἀμφότερον οὗτος εὐτυχεῖ τε καὶ φρονεῖ. | |
118ab | θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή· πλεῖον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις. εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστι μὴ βούλου μαθεῖν, ὡς ὄντα τοῦτον καὶ παρόντ’ ἀεὶ σέβου. | |
119 | σοὶ γάρ τίς ἐστιν, εἰπέ μοι, παρρησία; σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν; τὸ δ’ ὅλον περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα | |
ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν; | 515 | |
120 | ἂν μὲν πλέωμεν ἡμερῶν πλοῦν τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας· ἂν δέῃ δὲ φείσασθαί τι τοῦ γήρως χάριν, οὐ φειδόμεσθ’ ἐφόδια περιποιούμενοι; | |
121 | πολλάκις ἔχων τις οὐδὲ τἀναγκαῖα νῦν αὔριον ἐπλούτης’, ὥστε χἀτέρους τρέφειν. Β. θησαυρὸν εὑρὼν τήμερόν τις αὔριον ἅπαντα τἀκ τῆς οἰκίας ἀπώλεσεν. | |
122 | τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίλφιον· | |
αὐτὸς δ’ ἐφ’ αὑτοῦ ’στιν πονηρὸς καὶ πικρός. | 516 | |
123 | Σφίγγ’ ἄρρεν’, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος γάρ ἐστι. | |
124 | γυναικὸς ἐξόπισθ’ ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ τοῦ Πλαταιικοῦ τε παρακολουθοῦντά τινα | |
ταύτῃ κατιλλώπτειν. | 517 | |
125 | Σύρα, Σύρα. Β. τί ἐστι; Α. πῶς ἡμῖν ἔχεις; Β. μηδέποτ’ ἐρώτα τοῦτ’, ἐπὰν γέροντ’ ἴδῃς ἢ γραῦν τιν’· ἴσθι δ’ εὐθὺς ὅτι κακῶς ἔχει. | |
126 | μῦς λευκός, ὅταν αὐτήν τις (ἀλλ’ αἰσχύνομαι λέγειν), κέκραγε τηλικοῦτον εὐθὺς ἡ κατάρατος, ὥστ’ οὐκ ἔστι πολλάκις λαθεῖν. | |
127 | ἐὰν γέρων γένηται πλούσιος γεγώς, καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον, ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων. | |
128 | ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον, μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει. | |
καλὸν τὸ θνῄσκειν ἔστιν ἐπὶ τούτῳ λέγειν. | 518 | |
129 | ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται· θνῄσκει δ’ ὁ θνῄσκων κατ’ ἰδίαν εἱμαρμένην. | |
130 | εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην. | |
131 | ὁ φθόνος ἐν αὑτῷ τοῦθ’ ἓν ἐπιεικῶς ποιεῖ· τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων λυμαίνεται μάλιστα διὰ παντὸς συνών. | |
132 | ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη, μὴ κρείττον’ εἶναι τἀνδρός, ἀλλ’ ὑπήκοον· | |
γυνὴ δὲ νικῶς’ ἄνδρα κακόν ἐστιν μέγα. | 519 | |
133 | οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα, ἄνθρωπος ὢν ἄνθρωπος· ἄλλως οὖν βοᾷς. τὸν ζῶντ’ ἀνάγκη πόλλ’ ἔχειν ἐστὶν κακά. | |
134 | οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς, τοὺς αὐτὸς αὑτοῦ βούλεθ’ ὑγιαίνειν φίλους, οὔτε στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ. | |
135 | ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν ἐπὶ τοῖς παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ. τοῦτό με τὸ τηροῦν ἐστι κἄνθρωπον ποιοῦν. | |
136 | οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία τοῦτ’ ἔσθ’ ὃ ποιεῖς νῦν γάρ, ἀλλ’ ἀνανδρία, τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον. | |
137 | οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίνεται ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη. | |
138 | ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἶτ’ εἰς ἐλπίδα ἐνέπεσον· οὕτω γίνετ’ ἐκ τούτων ἔρως. | 520 |
139 | ἀλλ’ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ ἄνθρωπος ἠράσθη τις, εἶτ’ εἰς τὸν νεὼν κατέκλεισεν αὑτόν. | |
140-141 | καλῶς ποιήσας καλῶς ὠνείδισας ἔργον καθεῖλες πλουσίου πτωχὸς λόγῳ. καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ ἔργῳ στρατηγὸς γέγονας ἐν λόγῳ φονεύς. | |
142 | βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά— | |
Β. τίς ἔσθ’ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω. | 521 | |
143 | χαλεπόν γ’ ἀκροατὴς ἀσύνετος καθήμενος· ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. | |
144 | παρὰ τοῦ βασιλέως γράμμαθ’ ἥκει σοι, Μάγα. Β. Μάγα κακόδαιμον, γράμματ’ οὐκ ἐπίστασαι. | |
145 | οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, | |
πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους. | 522 | |
146 | καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ, ἵν’ ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος. | |
147 | μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον. | |
148 | ὦ Πάμφιλ’, ὁ χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα. | |
149 | ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος. | |
150 | ὅσα διὰ τοὺς πράττοντας αὐτοὺς γίνεται, οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη. | |
151 | ἐπὰν ὁ νοῦς ᾖ μὴ καθεστηκώς τινι, | |
οὐκ ἔστ’ ἀκούειν οὐδὲν αὐτὸν οὐδ’ ὁρᾶν. | 523 | |
152 | τὸ γνῶθι σαυτόν· οὐ μάτην εὖ ἴσθ’ ὅτι τὸ ῥῆμα τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει. | |
153 | ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά· εἰ μὴ τότ’ ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην. | |
154 | πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον, ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω. | |
155 | στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε ὥσπερ ἱερεῖον, ἵν’ ὅταν ᾖ καιρὸς τυθῇς. | |
156 | ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι. | |
157 | ὅστις πένης ὢν ζῆν παρ’ ὃ ζῆν βούλεται· | |
ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά. | 524 | |
158 | τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι· εὐφραινόμεσθ’ ἐλάττον’ ἢ λυπούμεθα. | |
159 | οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος, κἀκ τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται. | |
160 | ἀγαθὴ γὰρ ἡ λύπη καθ’ αὑτῆς ἀναπλάσαι ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά. | |
161 | πόλλ’ ἔστιν ἐν πολλαῖσιν οἰκίαις κακά, ἃ καλῶς ὅταν ἐνέγκῃς ἀγαθὰ γενήσεται. | |
162 | ἐνταῦθ’ ἀνὴρ γάρ ἐστιν ἀνδρὸς διάφορος, ἐν τῷ τό τε κακὸν εὖ φέρειν καὶ τἀγαθόν. | |
163 | αἰτῶ δ’ ὑγίειαν πρῶτον, εἶτ’ εὐπραξίαν, | |
τρίτον δὲ χαίρειν, εἶτ’ ὀφείλειν μηδενί. | 525 | |
164 | μὴ λέγ’ ὅτι δώσεις· οὐ δίδωσι γὰρ ὁ λέγων, καὶ τὴν ἀπ’ ἄλλων ἐμποδίζεται δόσιν. | |
165 | μηδέποτε μέμφου τὴν τύχην, εἰδὼς ὅτι καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ. | |
166 | τί ἐστιν ὁ θεὸς οὐ θέλει σε μανθάνειν· ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων. | |
167 | πονηρὸς ἂν ᾖ δοῦλος, εὑρήσει δίκην· σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης. | |
168 | ἅπαν διδόμενον δῶρον, εἰ καὶ μικρὸν ᾖ, μέγιστόν ἐστι μετ’ εὐνοίας διδόμενον. | |
169 | ἐὰν γυνὴ γυναικὶ κατ’ ἰδίαν ὁμιλεῖ, | |
μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται. | 526 | |
170 | σαπρὰν γυναῖκα δ’ ὁ τρόπος εὔμορφον ποιεῖ· πολὺ γὰρ διαφέρει σεμνότης εὐμορφίας. | |
171 | γνώμην πονηρὰν τῇ γυναικὶ μὴ δίδου· ἐλαφρὸν τὸ γένος γάρ ἐστι καὶ λίαν κακόν. | |
172 | ὅταν τινὰ τάφον στεφανοῖς κόσμῳ ποικίλῳ, τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις παρηγόρει. | |
173 | ζῶν γὰρ ἀσκοῦ σαυτῷ στεφάνων καὶ μύρα· χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ’ ἡδονῆς. | |
174 | κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς, | |
ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω. | 527 | |
175 | μὴ λέγε ἐκφυγὼν θάνατον ὅτι [καὶ] φεύξομαι πάλιν· ὡς γὰρ πέφευγας, προσδόκα καὶ μὴ φυγεῖν. | |
176 | ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς, μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς. | |
177 | ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν πεσεῖν δεδοικώς, βούλεται πάλιν πεσεῖν. | |
178 | ὁ γῆρας αἰτῶν παρὰ θεῶν ἁμαρτάνει· τὸ γὰρ πολὺ γῆρας ἐσχάτων πόνων γέμει. | |
179 | γέρων γενόμενος μὴ φρόνει νεώτερα, μηδ’ εἰς ὄνειδος ἕλκε τὴν σεμνὴν πολιάν. | |
180 | οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ, | |
σὺ δ’ εὐγενίζεις τὴν πόλιν πράττων καλῶς. | 528 | |
181 | οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς ἔχουσιν εἰς σωτηρίαν. | |
182 | δύ’ εἰ λάβοι τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται. | |
183 | νόμῳ τεθαύμακ’, οὐκ ἐπεὶ πέπλευκεν, ἀλλ’ εἰ δὶς πέπλευκεν. | |
184-185 | μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα. τὸ γὰρ κατασχεῖν ἐστι τὴν ὀργὴν πόνος. | |
186-187 | μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ. | |
πρὸς τὴν παροῦσαν πάντοθ’ ἁρμόζου τύχην. | 529 | |
188 | ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων. | |
189 | Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ. | |
190 | σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας ποτέ. | |
191 | ἄλλος κατ’ ἄλλην δαιμονίζεται τύχην. | |
192 | χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει. | 530 |
193-194 | ἅπας πονηρὸς οἶνος ὁ πολύς ἐστ’ ἀεί. ἐμέθυον· ἱκανὴ πρόφασις εἰς θἀμαρτάνειν. | |
195 | ἄνθρωπος ὢν τοῦτ’ ἴσθι καὶ μέμνης’ ἀεί. | |
196 | ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή. | |
197 | τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη τρέφει. | |
198 | γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται. | |
199 | βούλου γονεῖς πρώτιστον ἐν τιμαῖς ἔχειν. | |
200 | ἡδύ γε πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι. | |
201 | πλοῦτον μεταλήψεθ’ ἕτερον, οὐχὶ τὸν τρόπον. | 531 |
202 | νόσον πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν. | |
203 | θανεῖν κράτιστόν ἐστιν ἢ ζῆν ἀθλίως. | |
204 | χρόνῳ τὰ πάντα γίνεται καὶ κρίνεται. | |
205-206 | κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε. εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς. | |
207 | ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται. | |
208 | ἡ μὲν χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ. | |
209 | μεθύει, διαγραμμίζει, κυβεύει –⏑–. | 532 |
210 | μεμίσθωνταί με δείλης πρωίας. | |
211 | ἀλλ’ ἀπόλλυμαι κατὰ μυὸς ὄλεθρον. | |
213 | ὦ Κλέων, παῦσαι φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν, ἀνεπικούρητον σεαυτοῦ τὸν βίον λήσεις ποιῶν. οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται φερόμενος, οὔποτ’ ἂν σώσειεν αὑτόν, οὔτ’ ἀνὴρ πένης γεγὼς | |
5 | μὴ οὐ τέχνην μαθὼν δύναιτ’ ἂν ἀσφαλῶς ζῆν τὸν βίον. | |
9 | κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης, | |
10 | ἐβάλετ’ ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα· ἂν δ’ ἀπαιδεύτου μετάσχῃ πνεύματος φορούμενος, τῆς ἀπορίας εἰς τὸ γῆρας οὐκ ἔχει σωτηρίαν. | 533 |
6 | ‘ἀλλὰ χρήματ’ ἔστιν ἡμῖν.‘ ἅ γε τάχιστ’ ἀπόλλυται. ‘κτήματ’, οἰκίαι.‘ τύχης δὲ μεταβολὰς οὐκ ἀγνοεῖς, ὅτι τὸν εὔπορον τίθησι πτωχὸν εἰς τὴν αὔριον. | |
13 | ‘ἀλλ’ ἑταῖροι καὶ φίλοι σοι καὶ συνήθεις, νὴ Δία, ἔρανον εἰσοίσουσιν.‘ εὔχου μὴ λαβεῖν πεῖραν φίλων· | |
15 | εἰ δὲ μή, γνώσει σεαυτὸν ἄλλο μηδὲν πλὴν σκιάν. | |
219 | τὸν αὐλητὴν αὐλεῖν | 534 |
220 | ἀσχολεῖ | |
222 | οἱ εὔνους | |
223 | κυρίαν | |
224 | σαυτό | |
t225-247 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ | |
t225 | ΚΟΛΑΞ | |
225 | ἀλλ’ οὐδὲ γεννήτην δύναμ’ εὑρεῖν οὐδένα | |
ὄντων τοσούτων, ἀλλ’ ἀπείλημμαι μόνος. | 535 | |
t226-247 | ΧΑΡΙΤΕΣ | |
226 | ἑρμίς | |
227 | ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον. | |
228 | ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταζ’ ἀεί. πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν, τὰ δ’ ἔργ’ ἔχουσι φαῦλα κοὐ φρονοῦσιν εὖ. | |
229 | ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται; | |
230 | ἐκ τοῦ παθεῖν γίνωσκε καὶ τὸ συμπαθεῖν· | |
καὶ σοὶ γὰρ ἄλλος συμπαθήσεται παθών. | 536 | |
231 | τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς, ἥτις τόκους δίδωσιν οὐ λυπουμένη. | |
232 | μαθημάτων φρόντιζε μᾶλλον χρημάτων· τὰ γὰρ μαθήματ’ εὐπορεῖ τὰ χρήματα. | |
233 | ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλου· ἔλπιζε δ’ αὐτὸν πάλιν ἂν εἶναί σου φίλον. | |
234 | λύουσιν ἡμῶν συμφοραὶ τὰς συμφοράς, παρηγοροῦσαι τὰ κακὰ δι’ ἑτέρων κακῶν. | |
235 | χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ. | |
235a | χρόνος μαλάσσει πάντα κἀξεργάζεται. | |
236 | γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν. | 537 |
237 | βεβαιοτέραν ἔχε τὴν φιλίαν πρὸς τοὺς γονεῖς. | |
238 | ἐκ τοῦ φιλοπονεῖν γίνεθ’ ὧν θέλεις κρατεῖν. | |
239 | βίον καλὸν ζῇς ἂν γυναῖκα μὴ ἔχῃς. | |
240 | πάνθ’ ὁ χρόνος ὁ μέγας μαραίνει. | |
243 | θύρσον | 538 |
244 | κισσύβιον | |
245 | ὄρτυκος | |
246 | οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς χρόνον πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; | |
5 | ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ’ ὁρᾷ· καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων χἀτέραν ἀσεβῶν ὁδόν· εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαζ’ ἀπελθών, κλέπτ’, ἀποστέρει, κύκα. | |
10 | μηδὲν πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τοὔνομα φοβερόν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ, ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίου δίδωσι. | |
247 | θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον; | |
Β. τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον. | 539 |