TLG 0486 002 :: PHERECRATES :: Fragmenta

PHERECRATES Comic.
(5 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.1. Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): 252–272, 274–300, 305, 309–316, 318–327, 335–355, 357–360.

p. 338, fr. 7: line 7 supplied from vol. 5.1, p. lvii

Citation: Play — fragment — (line)

Aga

tit

ΑΓΑΘΟΙ.

Aga

1

Ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθ’ ἡμιμέδιμν’, ἐὰν βιάζωμαι. Β. μόλις ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ’, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.252

Aga

2

Λουσάμενοι δὲ πρὸ λαμπρᾶς ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ’ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.253

Agr

tit

ΑΓΡΙΟΙ.

Agr

1

Οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε σηκὶς οὐδενὶ δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ· εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.254

Agr

2

Ἐνθρύσκοισι καὶ βρακάνοις καὶ στραβήλοις ζῆν· ὁπόταν δ’ ἤδη πεινῶσι σφόδρα, ὡσπερεὶ τοὺς πουλύποδας
5* * * νύκτωρ περιτρώ‐
γειν αὑτῶν τοὺς δακτύλους.255

Agr

3

Μὴ θαυμάσῃς·
τῶν γὰρ προτενθῶν ἐσμεν· ἀλλ’ οὐκ οἶσθα σύ.256

Agr

4

Φέρ’ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο; Β. ὁ Πεισίου Μέλης. Α. μετὰ τὸν Μέλητα δ’ ἦν— Α. ἔχ’ ἀτρέμ’, ἐγᾦδα· Χαῖρις.

Agr

5

Οἶμαι δ’ αὐτὸν κινδυνεύειν εἰς τὴν Αἴγυπτον * * *
οἴκους λέξεις, ἵνα μὴ ξυνέχῃ τοῖσι Λυκούργου πατριώταις.257

Agr

6

Ὁ δὲ δὴ δελφίς ἐστι μολιβδοῦς δελφινοφόρος τε κεροῦχος,
ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων.258

Agr

8

Πρὶν ἀνακυκῆσαι τὰς ἀπίους ἁρπάζετε.

Agr

9

Οὐδ’ ἀποπροσωπίζεσθε κυάμοις; Β. πώμαλα.259

Agr

11

Ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ τᾶν, ὅταν οὗτοί σε κατορύττωσιν. Β. οὐ δῆτ’· ἀλλ’ ἐγὼ τούτους πρότερον· οὗτοι δὲ μακαριοῦσί με.
καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;260

Aut

tit

ΑΥΤΟΜΟΛΟΙ.

Aut

1

Ὅτε τοῖσι θεοῖς θύετε πρώτιστ’ ἀποκρίνετε * * * τὸ νομιζόμενον * * * ὑμῶν, αἰσχύνη τὸ κατειπεῖν, οὐ τὼ μηρὼ περιλάψαντες μέχρι βουβώνων * * * καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σφόνδυλον αὐτὸν
5ὥσπερ ῥινήσαντες ἐνέμεθ’ ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν;
εἶτ’ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς;261

Aut

2

Νὴ τὴν Δήμητρ’, ἀνιαρόν γ’ ἦν τὸ κακῶς ᾄδοντος
1
ἀκούειν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφα‐
2νῶσθαι.262

Aut

3

Οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι ἐπαμφοτερίζους’ ἐμποδὼν καθήμενοι.

Aut

4

Ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψους’ ἢ φακῆν ἀναμένει καὶ σμικρὸν ὀπτῶς’ ὀρφανὸν ταρίχιον.

Aut

5

Τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.

Aut

6

Οὐ γαλαθηνὸν ἄρ’ ὗν θύειν μέλλεις.263

Aut

7

Ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.

Aut

8

Ὁπόταν σχολάζῃς, νεῖψον, ἵνα τὰ λήϊα
συγκαρκινωθῇ.264

Aut

9

Πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.

Aut

10

Ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν.

Aut

12

Ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε.265

Grae

tit

ΓΡΑΕΣ.

Grae

1

Σὺ δ’ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ. Β. τίς δ’ οὗτος ὑμῖν ἔστι; Α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικόν τιν’ ἐπὶ μισθῷ ξένον.

Grae

2

Ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.266

Grae

3

Εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας.

Grae

4-5

Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς ξυμμάχοις.267
Πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι.268

Dou

tit

ΔΟΥΛΟΔΙΔΑΣΚΑΛΟΣ.

Dou

1

Ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθ’ ἡμῖν. Β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγ‐ χέλειον ὑμῖν, τευθίς, ἄρ‐ νειον κρέας, φύσκης τόμος,
5ποὺς ἑφθός, ἧπαρ, πλευρὸν, ὀρ‐ νίθεια πλήθει πολλά, τυ‐
ρὸς ἐν μέλιτι, μερὶς κρεῶν.269

Dou

2

Κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. Β. ἀγαθόν γ’ ὁ κίθαρος· καὶ πρὸς Ἀπόλλωνος πάνυ ἐκεῖνο θράττει μ’, ὅτι λέγουσιν, ὦ ’γαθή, ἔνεστιν ἐν κιθάρῳ τι κακόν.

Dou

3

Γαλαθήν’ ἔκλεπτον οὐ τέλεα.

Dou

4

Νυνὶ δ’ ἀπονίζων τὴν κύλικα δὸς ἐμπιεῖν,
ἔγχει τ’ ἐπιθεὶς τὸν ἡθμόν.270

Dou

5

Ἄνυσόν ποτ’ ἐξελθών, σκότος γὰρ γίγνεται, καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον

Dou

6

Κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία.

Dou

7

Ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κα‐
1τάγωμεν.271

Dou

8

Οὐκ ἀπολιβάζω καὶ τριγώνους καὶ λύρας.

Dou

9

Ἀντ’ ἀστραγάλων κονδύλοισι παίζετε.272

Epi

tit

ΕΠΙΛΗΣΜΩΝ Η ΘΑΛΑΤΤΑ.

Epi

1

Ὦλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.

Epi

2

Τοῖς σοῖσι συνὼν κορακινιδίοις καὶ μαινιδίοις.

Epi

3

Συσκευασάμενος δεῖπνον, ἓν τὸ σπυρίδιον,
ἐβάδιζεν ὡς πρὸς Ὠφέλην.274

Epi

4

Κἂν μὲν σιωπῶ, φέρεται, πνίγεται, καί φησι, τί σιωπᾶς; ἐὰν δέ γ’ ἀποκριθῶ,
οἴμοι τάλας, φησίν, χαράδρα κατελήλυθεν.275

Epi

7

Τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπ’ ἐμοῦ σπόγγισον.

Ipn

tit

ΙΠΝΟΣ Η ΠΑΝΝΥΧΙΣ.

Ipn

1

Κᾆτα μυροπωλεῖν τί μαθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖς μειρακίοις ἐλάλει δι’ ἡμέρας;
3
* * * Αὐτίκ’ οὐδεὶς οὐδὲ μαγείραιναν εἶδε πώποτε,
276
5οὐ μὴν οὐδ’ ἰχθυοπώλαιναν.

Ipn

2

Οὐχ ὁρᾷς τὴν οἰκίαν
τὴν Πουλυτίωνος κειμένην ὑπώβολον.277

Ipn

3

Ὑποζυγίοις ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι.278

Ipn

4

Τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;

Ipn

5

Ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ.

Ipn

6

Ὅδ’ ἔστ’ ἐφ’ οὗ πότ’ ἦν ὁ πυρὸς ἄξιος.

Ipn

7

Ἤδη μὲν ᾤαν λουμένῳ προζώννυται.279

Ipn

8

Σκηνὴ περίερκτος περιβόλοις κάνναισι.

Kor

tit

ΚΟΡΙΑΝΝΩ.

Kor

1

Φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν εἴσφερε, καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω. Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. Α. μή μοι φακούς, μὰ τὸν Δί’, οὐ γὰρ ἥδομαι.
5ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.280

Kor

2

Ἀλλ’ ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων.
1
* * * * Οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις; ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.

Kor

3

Ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι, ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν.
Α. γλίσχρον τε μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ. Β. εἰ λάβω κυρίσοι τὴν κοτυλίσκην; Α. μηδαμῶς281
5μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή, ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον. εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.

Kor

4

Ἄποτ’ ἔστ’, ὦ Γλύκη, Β. ὑδαρῆ ’νέχεέν σοι; Α. παντάπασι μὲν οὖν ὕδωρ. Β. τί εἰργάσω; πῶς ὦ κατάρατε δ’ ἐνέχεας; Γ. δύ’ ὕδατος, ὦ μάμμη. Β. τί δ’ οἴνου; Γ. τέτταρας.
5Β. ἔρρ’ ἐς κόρακας. βατράχοισιν οἰνοχοεῖν σε δεῖ.282

Kor

5

Ἄνδρες πρόσσχετε τὸν νοῦν ἐξευρήματι καινῷ,
συμπτύκτοις ἀναπαίστοις.283

Kor

6-8

Ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστ’ ἐρᾶν, σοὶ δ’ οὐκέθ’ ὥρα.
Ὑοσκυαμᾷς ἀνὴρ γέρων ὤν. Ὦ Ζεῦ πολυτίμητ’, ἆρ’ ἀκούεις ἅ με λέγει284
5ὁ πανοῦργος υἱός;

Kor

10

Ἀδράφαξυν ἕψους’, εἶτ’ ὀκλὰξ καθημένη.285

Kor

11

Κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον.

Kor

12

Πᾶς δ’ ἀνὴρ ἔσαττε τεῦχος ἢ κόϊκ’ ἢ κωρύκους.

Kor

13

Πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.286

Kra

tit

ΚΡΑΠΑΤΑΛΟΙ.

Kra

1

Ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας, καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους, κἀμπιπλάμενος κάθευδε τὰς μεσημβρίας, κἆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.

Kra

2

Τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.

Kra

3

Ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.287

Kra

4

Λήψει δ’ ἐν Ἅιδου κραπάταλον τριωβόλου καὶ ψωθία.

Kra

5

Τίς τῶν λυχνείων ἡ ’ργασία; Β. Τυρρηνική.288

Kra

6

Οὐδεὶς γὰρ ἐδέχετ’ οὐδ’ ἀνεῴγει μοι θύραν.

Kra

7

Τὶ δαί; τί σαυτὸν ἀποτίνειν τῷδ’ ἀξιοῖς; φράσον μοι. Β. ἀπαρτὶ δή που προσλαβεῖν παρὰ τοῦδ’ ἔγωγε μᾶλλον.

Kra

8-9

Ὅστις γ’ αὐτοῖς παρέδωκα τέχνην μεγάλην ἐξοικοδομήσας Ὁ χορὸς δ’ αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωμα‐289
2τόδεσμα.290

Kra

10

Ὦ δέσποτ’ Ἀγυιεῦ ταῦτα σὺ μέμνησό μοι.

Kra

12

Πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται.291

Kra

13

Μάχαιραν ἆρ’ ἐνέθηκας; Β. οὔ. Α. τί μ’ εἴργασαι; ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,
ἀνὴρ γέρων, ἀνόδοντος;292

Kra

15

Καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν.

Kra

16

Τοῖς δὲ κριταῖς τοῖς νυνὶ κρίνουσι λέγω, μὴ ’πιορκεῖν μηδ’ ἀδίκως κρίνειν, ἢ νὴ τὸν φίλιον
5μῦθον εἰς ὑμᾶς ἕτερον Φερεκράτης λέξει πολὺ τού‐
του κακηγορίστερον.293

Kra

17

Τῶν θεατῶν δ’ οἷστισι δίψ’ ᾖ, λεπαστὴν λαψαμένοις
μεστὴν ἐκχαρυβδίσαι.294

Kra

18

Ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ.

Kra

19

Ὡς ἄτοπόν ἐστι μητέρ’ εἶναι καὶ γυνήν.295

Ler

tit

ΛΗΡΟΙ.

Ler

1

Μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα.296

Ler

2

Εἶθ’ ἕτερα τούτων ποιοῦντα πολλὰ κυντερώτερα.

Ler

3

Ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἔσθ’ ὑός.

Ler

4

Ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν.297

Ler

7

Λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακ’ εἰσέκρουσεν.298

Ler

8

Τὸ δ’ ὄνομά μοι κάτειπε τί σε χρῆσθαι καλεῖν.

Meta

tit

ΜΕΤΑΛΛΗΣ.

Meta

1

Πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα, ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα· ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον
5αὐταῖσι μυστίλαισι, καὶ ναστῶν τρύφη, ὥστ’ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖς σίζοντ’ ἐκέχυντ’ ἀντ’ ὀστράκων.
10καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα
καταχυσματίοισι παντοδαποῖσιν εὐπρεπῆ, τεύτλοισί τ’ ἐγχέλεια συγκεκαλυμμένα. σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις, καὶ δίεφθ’ ἀκροκώλια299
15ἥδιστον ἀτμίζοντα, καὶ χόλικες βοός, καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα. παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.
20Β. Οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβους’ ἔτι, παρὸν κολυμβᾶν ὡς ἔχετ’ εἰς τὸν Τάρταρον. Α. Τί δῆτα λέξεις τἀπίλοιπ’ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι δ’ ἐπὶ τοῖσδ’ ἀνάβραστ’ ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντ’ ἀντιβολοῦσαι καταπιεῖν,
25ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλ’ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα. κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι
30πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. καὶ τῶνδ’ ἕκαστος εἰ φάγοι τις ἢ πίοι,
διπλάσι’ ἐγίγνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν.300

Meta

2

Ὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες ἐν λειμῶνι λωτοφόρῳ, κύπειρόν τε δροσώδη,
κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου.305

Meto

tit

ΜΕΤΟΙΚΟΙ.309

Myr

tit

ΜΥΡΜΗΚΑΝΘΡΩΠΟΙ.310

Myr

2

Μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι.

Myr

3

Α. Τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθύν γέ φασι τὸ παράπαν. Β. νὴ τὼ θεώ,
κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.311

Myr

4

Ἀλλ’ ὡς τάχιστα τὸν γέρονθ’ ἱστὸν ποίει,
ἀφ’ οὗ τὸ λίνον ἦν.312

Myr

7-8

Γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον.
Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ ἡ καρδία.313

Myr

9

Οἴμοι κακοδαίμων, αἰγὶς αἰγὶς ἔρχεται.

Myr

10

Ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί.314

Myr

11

Ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη.

Per

tit

ΠΕΡΣΑΙ.

Per

1

Τίς δ’ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι
1
χρεία, ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρα‐
2
κισμοῦ; αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπι‐
315
3
πάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπι‐
4βλύξ
5ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
5
ἀρύτεσθαι. ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλα‐
6
νεύσει, ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πο‐
7
λυτύρων ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐρι‐
9φείοις
10φυλλοροήσει, καὶ τευθιδίοις ἁπαλοῖς κίχλαις τ’ ἀνα‐
10βράστοις.316

Per

2

Ὦ μαλάχας μὲν ἐξερῶν ἀναπνέων δ’ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς· ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα, γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
5ἔγχει κἀπιβόα τρίτον παιῶν’, ὡς νόμος ἐστίν.318

Per

3

Ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων.319

Per

4

Ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω.

Per

5

Στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.

Per

6

Οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;

Per

7

Τὸ παιδίον,
τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν.320

Pet

tit

ΠΕΤΑΛΗ.

Pet

1

Οὗτος πόθεν ἦλθες; Β. εἰς Κολωνὸν ἱέμην,
οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων.321

Pet

2

Ἀλλ’ ὦ περιστέριον ὅμοιον Κλεισθένει,
πέτου, κόμισον δέ μ’ εἰς Κύθηρα καὶ Κύπρον.322

Pet

5

Κἀκ πιθῶνος ἤρυσαν ἄκρατον.

Pet

6

Παίειν με τύπτειν λακπατεῖν ὠθεῖν δάκνειν.

Pet

7

Πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε.323

Tyr

tit

ΤΥΡΑΝΝΙΣ.

Tyr

1

Εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντ’, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον, κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις· σφίσι δέ γ’ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
5οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας, οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι αὔθ’, ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν, λοιδοροῦνται, κὠμνύουσι μὴ ’κπιεῖν ἀλλ’ ἢ μίαν.
10ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.324

Tyr

2

Κἄπειθ’ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα, ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ.

Tyr

3

Ἆρ’ ἀράχνι’ ὥσπερ ταῖς σιπύαισι ταῖς κεναῖς.325

Cheir

tit

ΧΕΙΡΩΝ.

Cheir

1

Λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει. ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης ἐν τοῖσι πρώτοις, ὃς λαβὼν ἀνῆκέ με,
5χαλαρωτέραν τ’ ἐποίησε χορδαῖς δώδεκα. ἀλλ’ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ ἔμοιγε πρὸς τὰ νῦν κακά. Κινησίας δὲ ὁ κατάρατος Ἀττικός,
ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς,326
10ἀπολώλεκέ μ’ οὕτως, ὥστε τῆς ποιήσεως τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστέρ’ αὐτοῦ φαίνεται τὰ δεξιά. ἀλλ’ οὐκ ἂν εἴποις οὕτως ἦν ὅμως ὅμως. Φρύνης δ’ ἴδιον στρόβιλον ἐμβαλὼν τινά,
15κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν, ἐν πέντε χορδαῖς δώδεχ’ ἁρμονίας ἔχων. ἀλλ’ οὖν ἔμοι γε χοὗτος ἦν ἀποχρῶν ἀνήρ, εἰ γάρ τι κἀξήμαρτεν αὖθις ἀνέλαβεν. ὁ δὲ Τιμόθεός μ’, ὦ φιλτάτη, κατορώρυχεν,
20καὶ διακέκναικ’ αἴσχιστα. Δ. Ποῖος οὑτοσὶ Τιμόθεος; Μ. Μιλήσιός τις Πυρρίας κακά μοι παρέσχεν· οὗτος ἅπαντας οὓς λέγω παρελήλυθ’ ἄγων ἐκτραπέλους μυρμηκίας. κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ,
25ἀπέλυσε κἀνέλυσε χορδαῖς δώδεκα.327

Cheir

2

Μηδὲ σύγ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον.

Cheir

3

Ἡμῶν δ’ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα, χὤττι τάχιστα θύρας ἐξελθεῖν βουλόμεθ’ αὐτόν. εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κἆτά τις εἶπεν
5τῶν ξυμπινόντων, Ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις σαυτόν; ὁ δ’ ἄχθεται αὐτὸς ὁ θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα „Μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη“. οὐ γὰρ ἐπ’ οἴνοις
10τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;335

Cheir

4

Νὴ τὸν Δί’, ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχους’ ἀπὸ τῶν ἡδυσμάτων,
οὓς ὁ Καλέτας ἀξιοῖ τοῦ μηδενός.336

Cheir

5

Ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.337

Cheir

6

Ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα, καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς, καὶ μυελόν.

Cheir

7

Εἰκῆ μ’ ἐπῆρας ὄντα τηλικουτονί πολλοῖς ἐμαυτὸν ἐγκυλῖσαι πράγμασιν. ἐγὼ γὰρ ὦνδρες ἡνίκ’ ἦ νεώτερος, ἐδόκουν μὲν ἐφρόνουν δ’ οὐδέν, ἀλλὰ πάντα μοι
5κατὰ χειρὸς ἦν τὰ πράγματ’ ἐνθυμουμένῳ· νῦν δ’ ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν,
καὶ κατὰ μίτον τὰ πράγματ’ ἐκλογίζομαι.338

Cheir

8

Δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας.
Β. καλόν γε δῶρον ἕπτ’ ἔχειν λαικαστρίας.339

Pseu

tit

ΨΕΥΔΗΡΑΚΛΗΣ.

Pseu

1

Εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων· ἐγὼ δ’ ἂν ἀντείποιμι, μὴ πολυπραγμόνει,
ἀλλ’ εἰ δοκεῖ σοι πρόσεχε τὸν νοῦν κἀκροῶ.340

IFF

tit

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

2

Τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.

IFF

3

Ῥαφανίς τ’ ἄπλυτος ὑπάρχει,
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ καρύκη.341

IFF

4

Ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.

IFF

5

Οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ, ἀνὴρ ἀπασῶν τῶν γυναικῶν ἐστι νῦν.

IFF

6

Ὑπὸ τῆς ἀπληστίας
διακόνιον ἔπησθεν ἀμφιφῶντ’ ἔχων.342

IFF

7

Ἤνπερ φρονῇς εὖ φεῦγε τὴν Βοιωτίαν.

IFF

8

Ὁ λαγώς με βασκαίνει τεθνηκώς.343

IFF

14

Τὴν γαστέρ’ ᾔων κἀχύρων σεσαγμένος.344

IFF

16

Ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας.

IFF

18

Νῦν δ’ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν,
1ἀναβράττειν,
αἵνειν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι.345

IFF

20

Τί δ’ ἔπαθες; Β. ἄγρυκτα κἄλεκτ’, ἀλλὰ βούλομαι μόνῃ
αὐτῇ φράσαι σοι.346

IFF

23

Ὕβριστον ἔργον καὶ κόβαλον εἰργάσω.

IFF

25

Καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας πε‐
1ριόντας.347

IFF

30

Ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.348

IFF

31

Ἵν’ ἀφυπνισθῆτ’ οὖν ἀκροᾶσθ’, ἤδη γὰρ καὶ λέξομεν.

IFF

32

Ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης.

IFF

33

Ποῖ κῆχος; Β. ἐγγύς, ἡμερῶν γε τεττάρων.349

IFF

34

Βριθομένης ἀγαθῶν ἐπίμεστα τραπέζης.350

IFF

42

Ἀεί ποθ’ ἡμῖν ἐγκιλικίζους’ οἱ θεοί.351

IFF

44

Ληκούμεσθ’ ὅλην
τὴν νύκτα.352

IFF

51

Ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο.353

IFF

55

Ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι.354

IFF

67

Ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν.355

IFF

78

Μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην.

IFF

80

Τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.357

IFF

84

Ἀδώνι’ ἄγομεν καὶ τὸν Ἄδωνιν κλᾴομεν.

IFF

87

Ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν.358

IFF

88

Ὦ γῆρας, ὡς ἐπαχθὲς ἀνθρώποισιν εἶ καὶ πανταχῆ λυπηρόν, οὐ καθ’ ἓν μόνον. ἐν ᾧ γὰρ οὐδὲν δυνάμεθ’ οὐδ’ ἰσχύομεν, σὺ τηνικαῦθ’ ἡμᾶς προδιδάσκεις εὖ φρονεῖν.

IFF

89

Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.

IFF

90

Σκέψαι δέ μου
τὸ μέτωπον εἰ θέρμην ἔχουσα τυγχάνω.359

IFF

91-92

Δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε.

IFF

93

Πότε σὺ ἤκουσας αὐτοῦ; Β. πρωπέρυσιν ἔτος τρίτον.360