TLG 0486 001 :: PHERECRATES :: Fragmenta Fragmenta frr. 1–13, 15–17, 19–56, 58–65, 67–73, 75–91, 93–98, 100–109, 113–132, 134–138, 141–191, 195–249 + tituli Citation: Fragment — (line) | ||
tit 1-4 | ΑΓΑΘΟΙ | |
1 | ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθ’ ἡμιμέδιμν’, ἐὰν βιάζωμαι. Β. μόλις; ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ’, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία. | |
2 | λουσάμενοι δὲ πρὸ λαμπρᾶς ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ’ ἐν τῷ μύρῳ | |
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε. | 145 | |
3 | δίφροι διωχεῖς | |
4 | ἰσχαδοπῶλαι καὶ ἰσχαδωνῶν | |
tit 5-18 | ΑΓΡΙΟΙ | |
5 | ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ ’τάν, ὅταν οὗτοί σε κατορύττωσιν. Β. οὐ δῆτ’· ἀλλ’ ἐγὼ τούτους πρότερον· οὗτοι δὲ μακαριοῦς’ ἐμέ. καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι; | |
6 | φέρ’ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο; Β. ὁ Πεισίου Μέλης. Α. μετὰ δὲ Μέλητα τίς; | |
Β. ἔχ’ ἀτρέμ’, ἐγᾦδα, Χαῖρις. | 146 | |
7 | μὴ θαυμάσῃς· τῶν γὰρ προτενθῶν ἐσμεν· ἀλλ’ οὐκ οἶσθα σύ. | |
8 | πρὶν ἀνακυκῆσαι τὰς ἀπίους ἁρπάζετε. | |
9 | οὐδ’ ἀποπροσωπίζεσθε κυάμοις; Β. πώμαλα. | |
10 | οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ· εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία, | |
ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας. | 147 | |
11 | οἶμαι δ’ αὐτὸν κινδυνεύειν εἰς τὴν Αἴγυπτον * * * οἴκους λέξεις, ἵνα μὴ ξυνέχῃ τοῖσι Λυκούργου πατριώταις. | |
12 | ὅδε δὴ δελφίς ἐστι μολιβδοῦς δελφινοφόρος τε κεροῦχος, | |
ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων. | 148 | |
13 | ἐνθρύσκοισι καὶ βρακάνοις καὶ στραβήλοις ζῆν· ὁπόταν δ’ ἤδη πεινῶσι σφόδρα, ὡσπερεὶ τοὺς πουλύποδας | |
5 | * * * νύκτωρ περιτρώ‐ | |
---|---|---|
γειν αὑτῶν τοὺς δακτύλους. | 149 | |
15 | Ἀντρώνιος ὄνος | |
16 | βύρσης γλευκαγωγοῦ | |
17 | γέρροις ἀποσταυροῦνται | |
tit 19-31 | ΑΥΤΟΜΟΛΟΙ | 150 |
19 | οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι ἐπαμφοτερίζους’ ἐμποδὼν καθήμενοι. | |
20 | ὁπόταν σχολάζῃς, νῖψον, ἵνα τὰ λήια συγκαρκινωθῇ. | |
21 | ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε. | |
22 | ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψους’ ἢ φακῆν ἀναμένει καὶ σμικρὸν ὀπτῶς’ ὀρφανὸν ταρίχιον. | |
23 | ὅτε τοῖσι θεοῖς θύετε, πρώτιστ’ ἀποκρίνετε τοῖς ἱερεῦσιν | |
τὸ νομιζόμενον πρώτοις ὑμῶν, εἶτ’ (αἰσχύνη τὸ κατειπεῖν) οὐ τὼ μηρὼ περιλάψαντες μέχρι βουβώνων * * * καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν | 151 | |
5 | ὥσπερ ῥινήσαντες νέμεθ’ ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν; εἶτ’ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς. | |
24 | νὴ τὴν Δήμητρ’, ἀνιαρὸν ἄρ’ ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. | |
25 | ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας. | |
26 | ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν. | 152 |
27 | τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν. | |
28 | οὐ γαλαθηνὸν ἄρ’ ὗν θύειν μέλλεις. | |
29 | πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι. | |
30 | ἐν χρῷ κουριῶντας | |
31 | πασσυδί | |
tit 32-38 | ΓΡΑΕΣ | |
32 | σὺ δ’ οὐδὲ θᾶττον, Σμικυθίων, ἐπισιτιεῖ. Β. τίς δ’ οὗτος ὑμῖν ἔστι; Α. τοῦτον πανταχοῦ | |
ἄγω λαρυγγικόν τιν’ ἐπὶ μισθῷ ξένον. | 153 | |
33 | ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν. | |
34 | Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς ξυμμάχοις. | |
35 | πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι. | 154 |
36 | εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας— | |
37 | ἀορτῆρα | |
38 | ἀρτήρ | |
tit 39-50 | ΔΟΥΛΟΔΙΔΑΣΚΑΛΟΣ | |
39 | Α. κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν. Β. ἀγαθόν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ. Α. ἐκεῖνο θράττει μ’, ὅτι λέγουσιν, ὦ ’γαθή, | |
ἔνεστιν ἐν κιθάρῳ τι κακόν. | 155 | |
40 | ἄνυσόν ποτ’ ἐξελθών, σκότος γὰρ γίγνεται, καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον. | |
41 | νυνὶ δ’ ἀπονίζειν τὴν κύλικα δός τ’ ἐμπιεῖν· | |
ἔγχει δ’ ἐπιθεὶς τὸν ἡθμόν. | 156 | |
42 | οὐκ ἀπολιβάξεις καὶ τριγώνους καὶ λύρας; | |
43 | ἀντ’ ἀστραγάλων κονδύλοισι παίζετε. | |
44 | γαλαθήν’ ἔκλεπτον οὐ τέλεα. | |
45 | ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ’ ἡμῖν. Β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγ‐ χέλειον ἡμῖν, τευθίς, ἄρ‐ νειον κρέας, φύσκης τόμος, | |
5 | ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρ‐ νίθεια πλήθει πολλά, τυ‐ | |
ρὸς ἐν μέλιτι, μερὶς κρεῶν. | 157 | |
46 | ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κατάγωμεν. | |
47 | κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία. | |
48 | ἐγκεντρίδας | 158 |
49 | θησέω | |
50 | ῥαβδίζειν | |
tit 51-57 | ΕΠΙΛΗΣΜΩΝ Η ΘΑΛΑΤΤΑ | |
51 | κἂν μὲν σιωπῶ, τείρεται καὶ πνίγεται, καί φησι, τί σιωπᾷς; ἐὰν δέ γ’ ἀποκριθῶ, οἴμοι τάλας, φησίν, χαράδρα κατελήλυθεν. | |
52 | συσκευασάμενος δεῖπνον εἰς τὸ σπυρίδιον, ἐβάδιζεν ὡς πρὸς Ὠφέλην. | |
53 | τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπ’ ἐμοῦ σπόγγισον. | 159 |
54 | ὅστις παρέθηκε κρανί’ ἢ τραχήλια. | |
55 | ὦλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν. | |
56 | τοῖς σοῖσι συνὼν κορακινιδίοις καὶ μαινιδίοις. | |
tit 58-66 | ΙΠΝΟΣ Η ΠΑΝΝΥΧΙΣ | 160 |
58 | οὐχ ὁρᾷς τὴν οἰκίαν τὴν Πουλυτίωνος κειμένην ὑπώβολον; | |
59 | τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν; | |
60 | ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ. | |
61 | ὅδ’ ἔστ’ ἐφ’ οὗ ποτ’ ἦν ὁ πυρὸς ἄξιος. | |
62 | ἤδη μὲν ᾤαν λούμενος προζώννυται. | |
63 | σκηνὴ περίερκτος περιβόλοις κάνναισι. | 161 |
64 | κᾆτα μυροπωλεῖν τί παθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι’ ἡμέρας; | |
3 | * * * αὐτίκ’ οὐδεὶς οὐδὲ μαγείραιναν εἶδε πώποτε, | |
5 | ἀλλ’ οὐ μὴν οὐδ’ ἰχθυοπώλαιναν. | |
65 | ὑποζυγίοις ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι. | |
tit 67-79 | ΚΟΡΙΑΝΝΩ | 162 |
67 | Α. φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν ἔκφερε, καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω. Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. Α. μή μοι φακούς, μὰ τὸν Δί’, οὐ γὰρ ἥδομαι· | |
5 | ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν. | |
68 | Α. ἀλλ’ ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων ... | |
1 | * * * οὐκ ἰσχάδας οἴσεις; τῶν μελαινῶν. μανθάνεις; ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις | |
χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας. | 163 | |
69 | Γ. ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι, ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν. Γ. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ. Β. τί λάβω κυρίσοι τὴν κοτυλίσκην; Γ. μηδαμῶς | |
5 | μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή, ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον. εἰς τὴν ἐμήν νυν ἔγχεον τὴν μείζονα. | |
70 | Γ. ἄποτος, ὦ Γλύκη. Α. ὑδαρῆ ’νέχεέν σοι; Γ. παντάπασι μὲν οὖν ὕδωρ. Α. τί εἰργάσω; πῶς ὦ κατάρατε δ’ ἐνέχεας; Β. δύ’ ὕδατος, ὦ μάμμη. Α. τί δ’; οἴνου; Β. τέτταρας. | |
5 | Γ. ἔρρ’ ἐς κόρακας. βατράχοισιν οἰνοχοεῖν σε δεῖ. | 164 |
71 | ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστ’ ἐρᾶν, σοὶ δ’ οὐκέθ’ ὥρα. | |
72 | ὑοσκυαμᾷς ἀνὴρ γέρων ὤν. | |
73 | ὦ Ζεῦ πολυτίμητ’, ἆρ’ ἀκούεις ἅ με λέγει | |
ὁ πανοῦργος υἱός; | 165 | |
75 | ἀτράφαξυν ἕψους’, εἶτ’ ὀκλὰξ καθημένη— | |
76 | κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον. | |
77 | πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του. | |
78 | πᾶς δ’ ἀνὴρ ἔσαττε τεῦχος ἢ κόικ’ ἢ κωρύκους. | |
79 | ἄνδρες, πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ, | |
συμπτύκτοις ἀναπαίστοις. | 166 | |
tit 80-99 | ΚΡΑΠΑΤΑΛΟΙ | |
80 | ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας, καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους, κἀμπιπλάμενος κάθευδε τῆς μεσημβρίας, | |
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα. | 167 | |
81 | λήψει δ’ ἐν Ἅιδου κραπάταλον τριωβόλου καὶ ψωθία. | |
82 | μάχαιραν ἆρ’ ἐνέθηκας; Β. οὔ. Α. τί μ’ εἴργασαι; ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα, ἀνὴρ γέρων, ἀνόδοντος; | |
83 | ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας. | 168 |
84 | τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθεν. | |
85 | τίς τῶν λυχνείων ἡ ’ργασία; Β. Τυρρηνική. | |
86 | οὐδεὶς γὰρ ἐδέχετ’ οὐδ’ ἀνέῳγέ μοι θύραν. | |
87 | ὦ δέσποτ’ Ἀγυιεῦ, ταῦτά νυν μέμνησό μοι. | |
88 | πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται. | 169 |
89 | καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν. | |
90 | ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. | |
91 | ὡς ἄτοπόν ἐστι μητέρ’ εἶναι καὶ γυνήν. | |
93 | τί δαί; τί σαυτὸν ἀποτίνειν τῷδ’ ἀξιοῖς; φράσον μοι. | |
Β. ἀπαρτὶ δήπου προσλαβεῖν παρὰ τοῦδ’ ἔγωγε μᾶλλον. | 170 | |
94 | ὅστις γ’ αὐτοῖς παρέδωκα τέχνην μεγάλην ἐξοικοδομήσας. | |
95 | τῶν θεατῶν δ’ οἷστισι δίψ’ ᾖ, λεπαστὴν λαψαμένοις μεστὴν ἐκχαρυβδίσαι. | |
96 | τοῖς δὲ κριταῖς | |
τοῖς νυνὶ κρίνουσι λέγω, μὴ ’πιορκεῖν μηδ’ ἀδίκως κρίνειν, ἢ νὴ τὸν φίλιον | 171 | |
5 | μῦθον εἰς ὑμᾶς ἕτερον Φερεκράτης λέξει πολὺ τού‐ του κακηγορίστερον. | |
97 | σῦκα (δὲ) τῶν διφόρων | |
98 | δυσημερεῖν | |
tit 100-107 | ΛΗΡΟΙ | |
100 | μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα. | 172 |
101 | ἔστην δὲ κἀκέλευον· ἐγχέασθε νῷν βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέω. | |
102 | ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἔσθ’ ὑός. | |
103 | τὸ δ’ ὄνομά μοι κάτειπε τί σε χρῆσται καλεῖν. | |
104 | ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν. | |
105 | λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακ’ εἰσέκρουσεν. | 173 |
106 | ἔπειθ’ ἕτερα τούτων ποιοῦντα πολλὰ κυντερώτερα. | |
107 | κυάθιον ἀργυροῦν | |
tit 108-111 | ΜΕΤΑΛΛΗΣ | |
108 | πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα, | |
ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα· ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ διὰ τῶν στενωπῶν πομφολυγοῦντες ἔρρεον | 174 | |
5 | αὐταῖσι μυστίλαισι, καὶ ναστῶν τρύφη, ὥστ’ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖς σίζοντ’ ἐκέχυτ’ ἀντ’ ὀστράκων. | |
10 | καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα καταχυσματίοισι παντοδαποῖσιν εὐπρεπῆ, τεύτλοισί τ’ ἐγχέλεια συγκεκαλυμμένα. σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις, καὶ δίεφθ’ ἀκροκώλια | |
15 | ἥδιστον ἀπατμίζοντα, καὶ χόλικες βοός, καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα. παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πυοῦ τόμοι. | |
20 | Β. οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβους’ ἔτι, παρὸν κολυμβᾶν ὡς ἔχετ’ εἰς τὸν Τάρταρον. Α. τί δῆτα λέξεις, τἀπίλοιπ’ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ’ ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντ’ ἀντιβολοῦσαι καταπιεῖν, | |
25 | ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλ’ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα. κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι τὰ ῥόδα καὶ κεκαρμέναι | |
30 | πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. καὶ τῶνδ’ ἑκάστοτ’ εἰ φάγοι τις ἢ πίοι, | |
διπλάσι’ ἐγίγνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν. | 175 | |
109 | ὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες ἐν λειμῶνι λωτοφόρῳ, κύπειρόν τε δροσώδη, | |
κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου. | 177 | |
tit 112 | ΜΕΤΟΙΚΟΙ | |
tit 113-125 | ΜΥΡΜΗΚΑΝΘΡΩΠΟΙ | |
113 | Α. τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθύν γέ φασι τὸ παράπαν. Β. νὴ τὼ θεώ, | |
κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ. | 178 | |
114 | ἀλλ’ ὡς τάχιστα τὸν γέρονθ’ ἱστὸν ποίει [ἀφ’ οὗ τὸ λίνον ἦν]. | |
115-116 | γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον. ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ ἡ καρδία. | |
117 | οἴμοι κακοδαίμων, αἰγὶς αἰγὶς ἔρχεται. | |
118 | ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί. | 179 |
119 | ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη. | |
120 | μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι. | |
121 | ἆρα προθύμως * * * * καὶ τῆς ὀροφῆς τὸν χοῦν ἡμῶν κατὰ τῆς κεφαλῆς καταμήσονται λαγαριζόμενοι. | |
122 | ἀλλὰ καὶ κίσταις ἐν ἐμαῖσιν ἀπόκειθ’ ἃ μέλλομεν | |
ἀριστήσειν. | 180 | |
123 | σὺ δ’ ἀποτηγανίζεις. | |
124 | ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι | |
125 | Μανίαν θρεπτήν | |
tit 126-133 | ΠΕΡΣΑΙ | |
126 | τὸ παιδίον | |
τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν. | 181 | |
127 | ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω. | |
128 | στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας. | |
129 | οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις; | |
130 | τίς δ’ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία, ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρακισμοῦ; αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπιπάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλὺξ | |
5 | ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν ἀρύτεσθαι. ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλανεύσει, ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πολυτύρων ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις | |
10 | φυλλοροήσει, καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ’ ἀναβράστοις. | 182 |
131 | ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς· ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα, γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων, | |
5 | ἔγχει κἀπιβόα τρίτον παιῶν’, ὡς νόμος ἐστίν. | 183 |
132 | ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ, τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων. | |
tit 134-140 | ΠΕΤΑΛΗ | |
134 | οὗτος πόθεν ἦλθες; Β. εἰς Κολωνὸν ἱέμην, | |
οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. | 184 | |
135 | ἀλλ’ ὦ περιστέριον ὁμοῖον Κλεισθένει, πέτου, κόμισον δέ μ’ εἰς Κύθηρα καὶ Κύπρον. | |
136 | παίειν με τύπτειν λακπατεῖν ὠθεῖν δάκνειν. | |
137 | πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε. | |
138 | κἀκ πιθῶνος ἤρυσαν | |
ἄκρατον. | 185 | |
tit 141-144 | ΤΥΡΑΝΝΙΣ | |
141 | κἄπειθ’ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα, ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ. | |
142 | ἆρ’ ἀράχνι’ ὥσπερ ταῖς σιπύαισι ταῖς κεναῖς; | 186 |
143 | εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντ’ ἀλλ’ αὐτὸ τοὔδαφος μόνον, κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις· σφίσι δέ γ’ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας | |
5 | οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας, οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι αὔθ’, ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι μὴ ’κπιεῖν ἀλλ’ ἢ μίαν. | |
10 | ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων. | |
144 | γυμνῷ φυλακὴν ἐπιτάττειν | |
tit 145-153 | ΧΕΙΡΩΝ | 187 |
145 | ΜΟΥΣ. λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν ἐμοί τε λέξαι μῦθον ἡδονὴν ἔχει. ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης, ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με | |
5 | χαλαρωτέραν τ’ ἐποίησε χορδαῖς δώδεκα. ἀλλ’ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ ἔμοιγε ... πρὸς τὰ νῦν κακά. Κινησίας δέ μ’ ὁ κατάρατος Ἀττικός, ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς, | |
10 | ἀπολώλεχ’ οὕτως, ὥστε τῆς ποιήσεως τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστέρ’ αὐτοῦ φαίνεται τὰ δεξιά. ἀλλ’ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί. Φρῦνις δ’ ἴδιον στρόβιλον ἐμβαλών τινα, | |
15 | κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν, ἐν ἑπτὰ χορδαῖς δώδεχ’ ἁρμονίας ἔχων. ἀλλ’ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ· εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. ὁ δὲ Τιμόθεός μ’, ὦ φιλτάτη, κατορώρυχεν | |
20 | καὶ διακέκναικ’ αἴσχιστα. ΔΙΚΑΙΟΣ. ποῖος οὑτοσὶ ὁ Τιμόθεος; Μ. Μιλήσιός τις Πυρρίας. κακά μοι παρέχων ἅπαντας οὗτος οὓς λέγω παρελήλυθ’ ἀγαπῶν ἐκτραπέλους μυρμηκιάς. κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, | |
25 | ἀπέδυσε κἀνέλυσε χορδαῖς δώδεκα. | 188 |
146 | εἰκῆ μ’ ἐπῆρας ὄντα τηλικουτονὶ πολλοῖς ἐμαυτὸν ἐγκυλῖσαι πράγμασιν. ἐγὼ γὰρ, ὦνδρες, ἡνίκ’ ἦν νεώτερος, | |
ἐδόκουν μὲν ἐφρόνουν δ’ οὐδέν, ἀλλὰ πάντα μοι | 190 | |
5 | κατὰ χειρὸς ἦν τὰ πράγματ’ ἐνθυμουμένῳ· νῦν δ’ ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν, καὶ κατὰ μίτον τὰ πράγματ’ ἐκλογίζομαι. | |
147 | νὴ τὸν Δί’ ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχους’ ἀπὸ τῶν ἡδυσμάτων, οὓς ὁ καλέτας ἀξιοῖ τοῦ μηδενός. | |
148 | ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς | |
καὶ μυελόν. | 191 | |
149 | δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας. Β. καλόν γε δῶρον ἕπτ’ ἔχειν λαικαστρίας. | |
150 | ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον. | |
151 | τοῖς δέκα ταλάντοις προστιθείς, ἔφη, | |
ἄλλ’ ἄττα πεντήκοντα. | 192 | |
152 | μηδὲ σύγ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον. | |
153 | ἡμῶν δ’ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα, χὤττι τάχιστα θύραζ’ ἐξελθεῖν βουλόμεθ’ αὐτόν. εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κᾆτά τις εἶπεν | |
5 | τῶν ξυμπινόντων, ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις αὐτόν; ὁ δ’ ἄχθεται αὐτὸς ὁ θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα· ‘μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη.‘ οὐ γὰρ ἐπ’ οἴνοις | |
10 | τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα; | 193 |
tit 154 | ΨΕΥΔΗΡΑΚΛΗΣ | |
154 | εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων | |
1 | * * * ἐγὼ δ’ ἂν ἀντείποιμι· μὴ πολυπραγμόνει, ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ. | |
tit 155-247 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
155 | οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν. | |
156 | ὑπὸ τῆς ἀπληστίας διακόνιον ἐπήσθιεν [ἀμφιφῶντ’ ἔχων]. | |
157 | τί δ’ ἔπαθες; Β. ἄγρυκτα κἄλεκτ’, ἀλλὰ βούλομαι μόνῃ | |
αὐτῇ φράσαι σοι. | 194 | |
158 | σκέψαι δέ μου τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω. | |
159 | τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους. | |
160 | ἤνπερ φρονῇς εὖ, φεῦγε τὴν Βοιωτίαν. | |
161 | τὴν γαστέρ’ ᾔων κἀχύρων σεσαγμένος. | |
162 | ὕβριστον ἔργον καὶ κόβαλον εἰργάσω. | |
163 | ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν. | 195 |
164 | ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης | |
165 | ποῖ κῆχος; Β. ἐγγύς, ἡμερῶν γε τεττάρων. | |
166 | ἀεί ποθ’ ἡμῖν ἐγκιλικίζους’ οἱ θεοί. | |
167 | ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο. | 196 |
168 | μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην. | |
169 | τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον. | |
170 | Ἀδώνι’ ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν. | |
171 | ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν. | |
172 | δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε. | |
173 | ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ. | 197 |
174 | ὁ λαγώς με βασκαίνει τεθνηκώς. | |
175 | ῥαφανίς τ’ ἄπλυτος ὑπάρχει, καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα. | |
176 | οἷον αὖ τὸ πνῖγος, ὡς ἁσελγές. | |
177 | ληκούμεσθ’ ὅλην τὴν νύκτα. | |
178 | καττύομαι τοὺς καρκίνους. | 198 |
179 | κύνα δέρειν δεδαρμένην. | |
180 | κάδους ἀνασπῶν | |
181 | ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην. | |
182 | Α. πότε σὺ δῆτ’ ἤκουσας αὐτοῦ; Β. πρωπέρυσιν. Α. ἔτος τρίτον; | |
183 | νῦν δ’ ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀνα‐ | |
1 | βράττειν, | |
αἵνειν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι. | 199 | |
184 | ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. | |
185 | ὁ χορὸς δ’ αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωματόδεσμα. | |
186 | καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντας. | |
187 | ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας. | |
188 | κυάμους, ἀφάκην, ζειάς, αἴρας, ἀκεάννους. | 200 |
189 | ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν. | |
190 | βριθομένης πάντων ἀγαθῶν ἐπίμεστα τραπέζης. | |
191 | ἵν’ ἀφυπνισθῆτ’ οὖν ἀκροᾶσθ’· ἤδη γὰρ καὶ λέξομεν. | 201 |
195 | ἄσμηκτος ἀπαράλεκτος | |
196 | ἄγχασκε | |
197 | ἀδηφάγοι | |
198 | Ἀδώνιος | |
199 | ἀκοήν | |
200 | ἁλιῶς | |
201 | ἀλλοκότως | |
202 | ἀμυστί | 202 |
203 | ἀνεψιαδοῦς | |
204 | ἀποτυλοῦν | |
205 | ἀρχαῖος | |
206 | ὡς ἀφηλικεστάτην | |
207 | δακτυλιουργόν | |
208 | ἐγρηγόρσιον | |
209 | ἕρκη | |
210 | ἕτερος | |
211 | ἐττημένα | 203 |
212 | εὔδουλος | |
213 | εὐημερίαν | |
214 | θυμέλη | |
215 | καθεστέον | |
216 | καθηγεῖσθαι | |
217 | κάπνοι | |
218 | καραιβαρᾶν | |
219 | κλεπτίδης | 204 |
220 | μητρίδα | |
221 | μίμαρκυς | |
222 | ναικισήρεις | |
223 | οὐλοκέφαλος | |
224 | πλατειάσαι | |
225 | πλοκάδας | |
226 | πρωτόβαθρον | 205 |
227 | ῥᾴδια | |
228 | ῥυπαίνω | |
229 | σαπράν | |
230 | σιναμωρεύματα | |
231 | Σκίρα, Σκίρον | |
232 | σκιτών | |
233 | σόφισμα | 206 |
234 | στομοδόκον | |
235 | στρατηγίς | |
236 | στρόφιγγες | |
237 | συηνία καὶ ὑηνία | |
238 | σφῆκες καὶ σφηκίαι | |
239 | ταχεωστί | |
240 | τραπέμπαλιν | |
241 | τραύξανα | 207 |
242 | ὑφόλμιον | |
243 | ὕφος | |
244 | φῖτυ | |
245 | φοβερός | |
246 | χολλάδας | |
247 | χυτρίζειν | |
tit 248-250 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ | |
248 | ὦ γῆρας, ὡς ἐπαχθὲς ἀνθρώποισιν εἶ καὶ πανταχῇ λυπηρόν, οὐ καθ’ ἓν μόνον. ἐν ᾧ γὰρ οὐδὲν δυνάμεθ’ οὐδ’ ἰσχύομεν, | |
σὺ τηνικαῦθ’ ἡμᾶς προδιδάσκεις εὖ φρονεῖν. | 208 | |
249 | ἐκποτέον καὶ τὴν τρύγα | 209 |