TLG 0484 002 :: NICOSTRATUS :: Fragmenta

NICOSTRATUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 278–290.

Citation: Play — fragment — (line)

Hab

tit

ΑΒΡΑ.

Hab

1

Πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται, ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.278

Hab

2

Ταῦτ’ ἀξιῶ. εἴτ’ ὀρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον.

Ante

tit

ΑΝΤΕΡΩΣΑ.

Ante

1

Μετανιπτρίδ’ αὐτῷ τῆς ὑγιείας ἔγχεον.

Anty

tit

ΑΝΤΥΛΛΟΣ.

Anty

1-2

Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω, Γαδειρικόν θ’ ὑπογάστριον παρεισίτω.
2* * * *
Ἀλλ’ ἐπριάμην παρ’ ἀνδρός, ὦ γῆ καὶ θεοί, ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ279
5τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν τριῶν ἤδη κατεσθίοντες δώδεκα· ὑπερμέγεθες γάρ ἐστι.

Anty

3

Τί οὖν ἀγοράζω; φράζε γάρ. Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, δασύποδα, ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία, ὁπόσα σὺ βούλει, καὶ κίχλας καὶ κοψίχους,
5ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
χάριεν γάρ.280

Anty

4

Οὔποτ’ αὖθις σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος.

Ape

tit

ΑΠΕΛΑΥΝΟΜΕΝΟΣ.

Ape

1

Εὖ γ’ ἄνδρες, εὖ σφόδρ’· ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθ’, ὥστ’ οἴομαι
οὐδ’ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.281

Bas

tit

ΒΑΣΙΛΕΙΣ.

Bas

1

Λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον τῆς εὐπαρύφου λεπτότερον.

Dia

tit

ΔΙΑΒΟΛΟΣ.

Dia

1

Α. Ἡ ναῦς δὲ πότερ’ εἰκόσορός ἐστιν ἢ κύκνος, ἢ κάνθαρος; τουτὶ γὰρ ἐὰν πύθωμ’ ὅ τι, αὐτὸς περανῶ τὰ πάντ’. Β. ἀμέλει κυκνοκάνθαρος.
[ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος]282

Hek

tit

ΕΚΑΤΗ.

Hek

1-2

Α. Τῶν κατεσταμνισμένων ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους.
2* * * * Τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.

Hes

tit

ΗΣΙΟΔΟΣ.

Hes

1

Βεμβράδ’, ἀφύην, ἑψητόν.

Hie

tit

ΙΕΡΟΦΑΝΤΗΣ.283

Kli

tit

ΚΛΙΝΗ.

Kli

1

Ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα, λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ. ὀσμὴ δέ, τοὐπίβλημ’ ἐπεὶ περιῃρέθη, ἐβάδιζ’ ἄνω καὶ μέλιτι * μεμιγμένη
5ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.

Kli

2

Καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον ὄξους.

Mag

tit

ΜΑΓΕΙΡΟΣ.

Mag

1

Ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο, θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν
εἰς ματτύην οὐδ’ ἕτερον εἶδε πώποτε.284

Oin

tit

ΟΙΝΟΠΙΩΝ.

Pan

tit

ΠΑΝΔΡΟΣΟΣ.

Pan

1

Ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματ’ αὐτὴν αὐτίκα κέλευε καὶ παρ’ Ὤκιμον χαλκώματα.

Pan

2

Κἀγώ, φιλτάτη, μετανιπτρίδ’ αὐτῷ τῆς ὑγιείας ἔγχεον. Β. λαβὲ τῆς ὑγιείας δὴ σύ. φέρε, τύχἀγαθῇ. τύχη τὰ θνητῶν πράγμαθ’, ἡ πρόνοια δέ
5τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.285

Pan

3

Ἀλλ’ ἐγχέασα θᾶττον ἀγαθοῦ δαίμονος ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκ ποδῶν· ἱκανῶς κεχόρτασμαι γάρ. ἀγαθοῦ δαίμονος δέχομαι. λαβοῦς’ ἀπένεγκε ταύτην ἐκ ποδῶν.

Pat

tit

ΠΑΤΡΙΩΤΑΙ.

Pat

1

Ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
ἄν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ.286

Plou

tit

ΠΛΟΥΤΟΣ.

Syr

tit

ΣΥΡΟΣ.

Syr

1

Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία τὸν πλάνον φασὶ στενωπὸν εἰς στενὸν στῆσαί τινας ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.

Tok

tit

ΤΟΚΙΣΤΗΣ.

Tok

1

Καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας καὶ στέφανον. Β. εἶεν. καλὸς ὁ καιρός, Χαιρεφῶν.

Pseu

tit

ΨΕΥΔΟΣΤΙΓΜΑΤΙΑΣ.

Pseu

1

Καὶ σὺ μέν τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει. κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.287

IFF

tit

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

1

Εἰ τὸ συνεχῶς καὶ πολλὰ καὶ ταχέως λαλεῖν ἦν τοῦ φρονεῖν παράσημον, αἱ χελιδόνες ἐλέγοντ’ ἂν ἡμῶν σωφρονέστεραι πολύ.

IFF

2

„Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ.“ νὴ τὴν Ἀθηνᾶν συντόμως γε, φίλτατε Εὐριπίδη, τὸν βίον ἔθηκας εἰς στίχον.

IFF

3-4

Πάλιν χρόνῳ τἀρχαῖα καινὰ γίγνεται. Οὐκ ἔστι δυσαρεστότερον οὐδὲ ἓν χρόνου·
οὐδέποτ’ ἀρέσκει ταὐτὰ τούτῳ τῷ θεῷ.288

IFF

5

Ἆρ’ οἶσθ’ ὅτι τὸ τῆς πενίας ὅπλον παρρησία; ταύτην ἐάν τις ἀπολέσῃ, τὴν ἀσπίδ’ ἀποβέβληκεν οὗτος τοῦ βίου.

IFF

6

Μειράκιον δὲ κατὰ τύχην ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον κατάγεις ἀναγκόσιτον.

IFF

7

Ἁλύσεις, καθετῆρας, δακτυλίους, βουβάλι’, ὄφεις, περισκελίδας, ἐλλέβορον.

IFF

8

Ῥήτορες
ἐξωρμενικότες δυσχερεῖς παλιναίρετοι.289

IFF

9

Νὴ τὴν Ἀφροδίτην, ὦ ξένη,
βλοσυράν γε τὴν ψυχὴν ἔχεις.290