TLG 0483 002 :: NICOPHON :: Fragmenta NICOPHON Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Aphrtit | ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ. | |
Aphr1 | Ἅπερ ἐσθίει ταυτὶ τὰ πόνηρ’ ὀρνίθια, σέρφους ἴσως, σκώληκας, ἀκρίδας, πάρνοπας. | |
Aphr2 | Οὐκ ἐς κόρακας τὼ χεῖρ’ ἀποίσεις ἐκποδών | |
ἀπὸ τοῦ σκυταλίου τε καὶ τῆς διφθέρας; | 848 | |
Aphr3 | Ἆρ’ ἀράχνιόν τι φαίνετ’ ἐμπεφυκέναι. | |
Pantit | ΠΑΝΔΩΡΑ. | |
Pan1 | Ὁ μὲν ἐξυφαίνεθ’ ἱστόν, ὁ δὲ διάζεται. | 849 |
Seitit | ΣΕΙΡΗΝΕΣ. | |
Sei1 | Ἐὰν δέ γ’ ἡμῶν σῦκά τις μεσημβρίας τρώγων καθεύδῃ χλωρά, πυρετὸς εὐθέως ἥκει τρέχων, οὐκ ἄξιος τριωβόλου· | |
κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν. | 850 | |
Sei2 | Νιφέτω μὲν ἀλφίτοις, ψακαζέτω δ’ ἄρτοισιν, ὑέτω δ’ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω. | |
Sei3 | Ἄλλος μαχέσθω περὶ ἕδρας παροψίδι. | 851 |
Cheitit | ΧΕΙΡΟΓΑΣΤΟΡΕΣ. | |
Chei1 | Μεμβραδοπώλαις, ἀχραδοπώλαις, ἰσχαδοπώλαις, διφθεροπώλαις, ἀλφιτοπώλαις, μυστριοπώλαις, βιβλιοπώλαις, κοσκινοπώλαις, | |
5 | ἐγκριδοπώλαις, σπερματοπώλαις. | |
---|---|---|
Chei2 | Ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας. | |
Chei3 | Γέννα ὁ οὗτος ὀλίγον ἄναγε | |
ἀπὸ τῆς διφροφόρου· χρηστὸς εἶ καὶ κόσμιος. | 852 | |
Chei4 | Τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους. | |
Chei5 | Ἀλλ’ ἴθι προσαύλησον σὺ νῷν πτισμόν τινα. | 853 |
Eiftit | EX INCERTIS FABULIS. | |
Eif1 | Νυνὶ δὲ Κρόνου καὶ Τιθωνοῦ παππεπίπαππος νενόμισται. | 854 |