TLG 0482 002 :: NICOMACHUS :: Fragmenta

NICOMACHUS Comic.
(3 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 583–584, 587–588.

Citation: Play — fragment — (line)

Eil

tit

ΕΙΛΕΙΘΥΙΑ.

Eil

1

Ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ καὶ πρᾶον, ὀλίγωρον δὲ πεποίηκάς τι. Β. πῶς; Α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας. ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων
5οὕτω τ’ ἐμισθώσω με; Β. μὰ Δί’ ἐγὼ μὲν οὔ. Α. ἦ μὴν ἴσως ὅσον μαγείρου διαφέρει μάγειρος οὐκ οἶσθ’. Β. εἴσομαι δέ γ’ ἢν λέγῃς. Α. τὸ γὰρ παραλαβόντ’ ὄψον ἠγορασμένον, πάτερ, ἀποδοῦναι σκευάσαντα μουσικῶς
10διακόνου ’́στ’ οὐ τοῦ τυχόντος, Ἡράκλεις. ὁ μάγειρός ἐσθ’ ὁ τέλειος ἑτέρα διάθεσις. πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ, ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι ταύταις προσελθεῖν εὐθύς· ἀλλ’ ἔμπροσθε δεῖ
15ζωγραφίας ἧφθαι. ταὐτὰ καὶ μαγειρικῆς πρότερον μαθεῖν δεῖ τινα τέχνης ἑτέρας τέχνας, ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν, ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν. τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τύχας
20ἐντεῦθεν εἴσει, παρακολουθήσεις χρόνοις, πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος. τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα· ἐνίοτε κρείττων γίγνεται θύννου βόαξ. Β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί;583
25Α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα. τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ’ ἕνα μερίσαι κατ’ εἶδος τῆς τέχνης ἐπιδέξια, ἐκεῖθεν ἐνταῦθ’ ἐστὶ μετενηνεγμένα. Β. οὗτος, πέπεισμαι· καὶ τὰ λοιπὰ μὴ λάλει.
30Α. περὶ τῆς ἰατρικῆς δέ· τῶν γὰρ βρωμάτων πνευματικὰ καὶ δύσπεπτα καὶ τιμωρίαν ἔχοντ’ ἔνι’ ἔστιν, οὐ τροφήν. δειπνῶν δὲ πᾶς τἀλλότρια γίγνετ’ ὀξύχειρ κοὐκ ἐγκρατής. τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα
35εὕρητ’ ἐκεῖθεν, μεταφορὰ δ’ ἐστὶν τέχνης. ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἐμόν. παρὰ τακτικῆς, ἕκαστα ποῦ τεθήσεται· ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς. οὐδεὶς ἕτερός σοι πρὸς ἐμὲ καὶ γραφήσεται.
40Β. μικρὰ διάκουσον ἐν μέρει κἀμοῦ. Α. λέγε. Β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ’ ἐμέ,
ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.584

Nau

tit

ΝΑΥΜΑΧΙΑ.

Nau

1

Ἐργῶδές ἐστιν ἐν βίῳ βεβιωκότα τοὺς τῶν φθονούντων πάντας ὀφθαλμοὺς λαθεῖν.

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Οὐσίδιον γὰρ καταλιπόντος μοι πατρός οὕτω συνεστρογγύλικα κἀξεκόκκισα
ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.587

Eif

2

Ὦ χαῖρε χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν.588