TLG 0481 001 :: NICOLAUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 383–384, 386. frr. 1–2 Citation: Fragment — (line) | ||
tit 1-2 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
1 | τὸ τῶν παρασίτων, ἄνδρες, ἐξηῦρεν γένος Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος. οὐ δυνάμενος δὲ τῇ τέχνῃ χρῆσθαι καλῶς ἀκόλαστον ἔσχε γλῶσσαν, εἶτ’ ἀκουσίῳ | |
5 | δίφρῳ περιπεσὼν δυναμένῳ λιμὸν ποιεῖν ἀπὸ τῆς τραπέζης ἐξαπίνης ἀπεστράφη· ἄφνω δὲ πληγεὶς εἰς μέσην τὴν γαστέρα ἔδοξεν αὐτῷ γεγονέναι τἄνω κάτω, Σίπυλόν τε τοῦτον ἀνατετράφθαι τὸν τρόπον· | |
---|---|---|
10 | καὶ μάλα δικαίως· Φρὺξ γὰρ ὢν οὐχ ἱκανὸς ἦν τὴν τοῦ τρέφοντος εὖ φέρειν παρρησίαν. διὸ δὴ τοιαύτης παντελῶς καχεξίας ἐν τοῖς βίοις παρὰ πᾶσιν ἐζηλωμένης πικρῶς ἐπιπλῆξαι βούλομ’, ἄνπερ νὴ Δία | |
15 | παρρησίαν μοι δῶτε, τοὺς ἀσυμβόλους τἀλλότρια δειπνεῖν ἑλομένους ἄνευ πόνου. τί γὰρ παθών, ἄνθρωπε, πρὸς τῶν δαιμόνων βούλει παρασιτεῖν; ἢ τί τῶν ἐν τῷ βίῳ ηὔξηκας; εἶπον· ἄξιον γὰρ εἰδέναι· | 383 |
20 | τίνος μαθητὴς γέγονας; αἵρεσιν τίνα ζηλοῖς; ἀπὸ τίνων δογμάτων ὁρμώμενος τολμᾷς παρασιτεῖν; ἃ μόλις ἡμεῖς τὸν βίον ἅπαντα κατατρίψαντες οὐδὲ νῦν ἔτι ἀνεῳγμένην δυνάμεθα τὴν θύραν ἰδεῖν | |
25 | διὰ τοὺς ἄνω διὰ τἀλλότρια μασωμένους. οὐ παντὸς ἀνδρὸς ἐπὶ τράπεζάν ἐσθ’ ὁ πλοῦς. πλευρὰν ἔχειν πρώτιστον ἐν τούτοισι δεῖ, πρόσωπον ἰταμόν, χρῶμα διαμένον, γνάθον ἀκάματον, εὐθὺς δυναμένην πληγὰς φέρειν. | |
30 | στοιχεῖα μὲν ταῦτ’ ἐστὶ τῆς ὅλης τέχνης. ἔπειτα δεῖ σκωπτόμενον ἐφ’ ἑαυτῷ γελᾶν· αἰσχρὸν γὰρ οἶμαι δοῦλον εἶναι σκώμματος. ἀπὸ τῶν ἐτῶν κλέπτει τις ἢ καὶ βάπτεται, θέλων καλὸς εἶναι, καὶ παρ’ ἡλικίαν νοσεῖ· | |
35 | ἔστω Γανυμήδης οὗτος ἀποθεούμενος· πρὸς χάριν ὁμιλεῖ τοῦ τρέφοντος ἐπ’ ὀλέθρῳ· παρατάττεταί τις καὶ ποιεῖ πάντας νεκρούς, δειπνῶν σιωπῇ τοῦτον ὑπομυκτηρίσας εἰς τὴν τράπεζαν καὶ σὺ τὴν χολὴν ἄφες. | |
40 | οἶμαι δ’ ἐμαυτὸν εὔθετον τῷ πράγματι, παῖδες, γεγονέναι· πάντα γὰρ πρόσεστί μοι ὅσα περ ἔχειν τἀλλότρια τὸν δειπνοῦντα δεῖ, λιμός, ἀπόνοια, τόλμα, γαστήρ, ἀργία. καὶ νῦν μ’ ὁ Λυδῶν τῶν πολυχρύσων ἄναξ | |
45 | σύνδειπνον αὑτῷ κέκρικεν εἶναι καὶ φίλον. | 384 |
2 | ἀκολαστοτέρα | 386 |