TLG 0476 002 :: MNESIMACHUS :: Fragmenta

MNESIMACHUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 567–570, 576–579.

Citation: Play — fragment — (line)

Alk

tit

ΑΛΚΜΑΙΩΝ.

Alk

1

Ὡς Πυθαγοριστῇ θύομεν τῷ Λοξίᾳ, ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.

Bou

tit

ΒΟΥΣΙΡΙΣ.

Bou

1

Εἰμὶ γὰρ Βοιώτιος,
ὀλίγα μὲν ἄλλων δίκαια ταῦτα πολλὰ δ’ ἐσθίων.567

Dys

tit

ΔΥΣΚΟΛΟΣ.

Dys

1

Ἀλλ’, ἀντιβολῶ ς’, ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν, μηδ’ ἄγρια λίαν, μηδ’ ἐπηργυρωμένα, μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι μετριώτερ’ ὦ δαιμόνιε; Α. πῶς; σύντεμνε καὶ
5ἐπεξαπάτα με. τοὺς μὲν ἰχθῦς μοι κάλει ἰχθύδιον· ὄψον δ’ ἂν λέγῃς ἕτερον, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.

Hip

tit

ΙΠΠΟΤΡΟΦΟΣ.

Hip

1

Βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγοράν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶς’ οἱ φύλαρχοι,
5τούς τε μαθητὰς τοὺς ὡραίους, οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν.
οἶσθ’ οὓς φράζω; τούτοις τοίνυν ἄγγελλ’ ὁτιὴ568
10ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμ’, ἄρτοι ξηροί· σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται, κρέας ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
15χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον. κρατὴρ ἐξερροίβδητ’ οἴνου· πρόποσις χωρεῖ· λέπεται κόρδαξ· ἀκολασταίνει νοῦς μειρακίων·
20πάντες δ’ ἔνδον τὰ κάτωθεν ἄνω. μέμνης’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω. χάσκεις αὐτός; βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς.
25ἥκειν ἤδη καὶ μὴ μέλλειν, τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ’, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγων· βολβός, ἐλάω,
30σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος,
35θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος,
τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος,569
40μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι,
45κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος. κρέα τ’ ἄλλα (τὸ πλῆθος ἀμύθητον) χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.

Hip

1

(50)

καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅς’ ἔστ’ ἀγαθῶν πλήθη. πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, τέμνει, δεύει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
55πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ [βινεῖ]. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί, μολπὰ κλαγγὰ θράττει, [νεῖται] πνεῖται. κούραν κασίας ἀπὸ γᾶς ἁγίας ἁλίας Συρίας
60ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, μάρου, σμύρνης, καλάμου, στύρακος, βάρου, λίνδου, κίνδου, κισθοῦ, μίνθου. τοιάδε δόμους ὁμίχλη κατέχει
65πάντων ἀγαθῶν ἀνάμεστος.570

Isth

tit

ΙΣΘΜΙΟΝΙΚΗΣ.576

Pha

tit

ΦΑΡΜΑΚΟΠΩΛΗΣ.

Phi

tit

ΦΙΛΙΠΠΟΣ.

Phi

1

Ἆρ’ οἶσθ’ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μάχη, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν; ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
5ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότ’, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
καὶ τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα.577

Phi

2

Τῶν Φαρσαλίων ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες· ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαϊκήν;

Phi

3

Καὶ τὸ λεγόμενον σπανιώτερον πάρεστιν ὀρνίθων γάλα, καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.

Phi

4

Οὐκ ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.578

EFI

tit

EX FABULA INCERTA.

EFI

1

Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια.579