TLG 0476 001 :: MNESIMACHUS :: Fragmenta

MNESIMACHUS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 436–438, 441–442.

frr. 1–4, 7–11

Citation: Fragment — (line)

tit 1

ΑΛΚΜΕΩΝ

1

ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ, ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς.

tit 2

ΒΟΥΣΙΡΙΣ

2

εἰμὶ γὰρ Βοιώτιος, ὀλίγα μὲν ἄλλων δίκαια ταῦτα πολλὰ δ’ ἐσθίων.

tit 3

ΔΥΣΚΟΛΟΣ

3

ἀλλ’ ἀντιβολῶ ς’ ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν, μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα, μέτρια δέ γ’ ὡς θείῳ σεαυτοῦ. Β. πῶς ἔτι μετριώτερ’, ὦ δαιμόνι’; Α. ὅπως; σύντεμνε καὶ
5ἐπεξαπάτα με. τοὺς μὲν ἰχθῦς μοι κάλει ἰχθύδι’· ὄψον δ’ ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.436

tit 4

ΙΠΠΟΤΡΟΦΟΣ

4

βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγορὰν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶς’ οἱ φύλαρχοι,
5τούς τε μαθητὰς τοὺς ὡραίους, οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν. οἶσθ’ οὓς φράζω; τούτοις τοίνυν ἄγγελλ’ ὁτιὴ
10ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμ’, ἄρτοι ξηροί· σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται, κρέας ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
15χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον. κρατὴρ ἐξερροίβδητ’ οἴνου· πρόποσις χωρεῖ· λέπεται κόρδαξ· ἀκολασταίνει νοῦς μειρακίων·
20πάντες δ’ ἔνδον τὰ κάτωθεν ἄνω. μέμνης’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω. χάσκεις οὗτος; βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς.
25ἥκειν ἤδη καὶ μὴ μέλλειν, τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ’, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων,
καθ’ ἕκαστα λέγων· βολβός, ἐλάα,437
30σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς· θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος,
35θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος,
40μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι,
45κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος. κρέα τ’ ἄλλα (τὸ πλῆθος ἀμύθητον) χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.

4

(50)

καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅς’ ἔστ’ ἀγαθῶν πλήθη. πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, τέμνει, δεύει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
55πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ [βινεῖ]. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί, μολπὰ κλαγγὰ θράττει, [νεῖται] πνεῖται. κούραν κασίας ἀπὸ γᾶς ἁγίας ἁλίας Συρίας
60ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, μάρου, σμύρνης, καλάμου, στύρακος, βάρου, λίνδου, κίνδου, κισθοῦ, μίνθου. τοιάδε δόμους ὁμίχλη κατέχει
65πάντων ἀγαθῶν ἀνάμεστος.438

tit 5

ΙΣΘΜΙΟΝΙΚΗΣ

tit 6

ΦΑΡΜΑΚΟΠΩΛΗΣ

tit 7-10

ΦΙΛΙΠΠΟΣ

7

ἆρ’ οἶσθα, ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
5ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότ’, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
10καὶ τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα.

8

τῶν Φαρσαλίων
ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες· ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαιικήν;441

9

καὶ τὸ λεγόμενον σπανιώτερον πάρεστιν ὀρνίθων γάλα, καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.

10

οὐκ ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.

tit 11

ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ

11

ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια.442