TLG 0475 002 :: METAGENES :: Fragmenta Fragmenta p. 758: fr. 3 supplied from vol. 5.1, p. 115 Citation: Play — fragment — (line) | ||
Aurtit | ΑΥΡΑΙ. | |
Aur1 | Ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας ὡραίας πρότερον, νῦν δ’ οὐχ ὑμῖν ἀγορεύω ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα | |
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν. | 751 | |
Aur2 | Ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν | |
1 | ἅπαντες. | |
---|---|---|
Aur3 | Ἀλλ’ ὦγαθὲ δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ’ ἐπε‐ | |
1 | ρώτα, ὅ τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ’ ἐπιλήσμων. | |
Aur4 | Ἱερεὺς γὰρ ὢν τετύχηκα τῆς Κολαινίδος. | 752 |
Thoutit | ΘΟΥΡΙΟΠΕΡΣΑΙ. | |
Thou1 | Ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτομάτας μεμαγμένας, ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε. | |
5 | τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενί ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασιν, τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις· τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα | |
10 | εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε, | |
ἄμυλοι δὲ περινάουσιν ἡμῖν ἐν κύκλῳ. | 753 | |
Thou2 | Τίς τρόπος ἵππων; ὡς δ’ ὀρχοῦνται τὸν βαρβαρικὸν | |
1 | τρόπον οὗτοι. | 754 |
Homtit | ΟΜΗΡΟΣ Η ΑΣΚΗΤΑΙ. | |
Hom1 | Καὶ Λύκων ἐνταῦθά που * * προδοὺς Ναύπακτον ἀργύριον λαβών | |
ἀγορᾶς ἄγαλμα ξενικὸν ἐμπορεύεται. | 755 | |
Phitit | ΦΙΛΟΘΥΤΗΣ. | |
Phi1 | Κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν | |
καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον. | 756 | |
Phi2 | Ὦ πολῖται δεινὰ πάσχω. Β. τίς πολίτης δ’ ἐστὶ νῦν πλὴν ἄρ’ ἢ Σάκας ὁ Μυσὸς καὶ τὸ Καλλίου νόθον; | |
Phi3 | δίμυξον ἢ τρίμυξον ὡς ἐμοὶ δοκεῖ. | 758 |
Eiftit | EX INCERTIS FABULIS. | |
Eif1 | Ῥαφανῖδος, ἀμύλου, λεκίθων, καρύων, ζωμοῦ, πολφῶν, οἴνου, κολο‐ | |
2 | κύνθης. | |
Eif2 | Εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ δείπνου. | 759 |