TLG 0475 001 :: METAGENES :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 1. Leipzig: Teubner, 1880: 704–710. frr. 1–10, 12–16, 19 Citation: Fragment — (line) | ||
tit 1-5 | ΑΥΡΑΙ | 704 |
1 | τίς ἡ Κολαινὶς Ἄρτεμις; ἱερεὺς γὰρ ὢν τετύχηκα τῆς Κολαινίδος. | |
2 | ἀλλ’, ὦγαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ’ ἐπερώτα, ἅττ’ ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ’ ἐπιλήσμων. | |
3 | ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες. | |
4 | ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας ὡραίας πρότερον, νῦν δ’ οὐχ ὑμῖν ἀγορεύω ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα | |
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν. | 705 | |
5 | οἰκίσκον | |
tit 6-9 | ΘΟΥΡΙΟΠΕΡΣΑΙ | |
6 | ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτόματος μεμαγμένας, ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε. | |
5 | τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενὶ ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασιν, τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις. τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα | |
---|---|---|
10 | εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε, | |
ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ. | 706 | |
7 | τίς τρόπος ἵππων; ὡς δ’ ὀρχοῦνται τὸν βαρβαρικὸν τρό‐ | |
1 | πον οὗτοι. | |
8 | πίνακα | |
9 | συγκόψαι | |
tit 10-11 | ΟΜΗΡΟΣ Η ΑΣΚΗΤΑΙ | |
10 | καὶ Λύκων ἐνταῦθά που . . προδοὺς Ναύπακτον ἀργύριον λαβὼν | |
ἀγορᾶς ἄγαλμα ξενικὸν ἐμπορεύεται. | 707 | |
tit 12-15 | ΦΙΛΟΘΥΤΗΣ | |
12 | δίμυξον ἢ τρίμυξον ὡς ἐμοὶ δοκεῖ. | |
13 | ὦ πολῖται, δεινὰ πάσχω. Β. τίς πολίτης δ’ ἔστ’ ἔτι πλὴν ἄρ’ εἰ Σάκας ὁ Μυσὸς καὶ τὸ Καλλίου νόθον; | |
14 | κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν | |
καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον. | 708 | |
15 | λαθροφαγεῖν | |
tit 16-19 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
16 | ῥαφανῖδος, | |
ἀμύλου, λεκίθων, καρύων, ζωμοῦ, πολφῶν, οἴνου, κολοκύντης. | 709 | |
19 | δουλάρια | 710 |