TLG 0473 003 :: MACHON :: Fragmenta MACHON Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Agnt | ΑΓΝΟΙΑ. | |
Agn1 | Ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης. τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν, εἴτε πάντες οἱ θεοί, οὐκ οἶδα· πλήν γ’ ὅτι μουσικωτάτου τινός. | |
Epit | ΕΠΙΣΤΟΛΗ. | |
Epi1 | Ὀψοφάγος εἰμί. τοῦτο δ’ ἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν. προσπεπονθέναι τι δεῖ | |
τὸν μὴ τὰ παρατεθέντα λυμανούμενον. πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός. | 496 | |
5 | ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε, καὶ γεύου πυκνά. ἅλας οὐκ ἔχει, προσένεγκ’. ἔτ’ ἐπιδεῖταί τινος ἑτέρου, πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς ᾖ, ὥσπερ λύραν ἐπίτειν’ ἕως ἂν ἁρμόσῃ· | |
---|---|---|
10 | εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ, | |
εἴσαγε διὰ πασῶν Νικολᾷδας Μυκονίας. | 497 |