TLG 0473 002 :: MACHON :: Fragmenta MACHON Comic. Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 324–325. frr. 1–2 Citation: Fragment — (line) | ||
t1 | ΑΓΝΟΙΑ | |
1 | ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης. τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν, εἴτε πάντες οἱ θεοί, | |
οὐκ οἶδα· πλήν γ’ ὅτι μουσικωτάτου τινὸς | 324 | |
t2 | ΕΠΙΣΤΟΛΗ | |
2 | ὀψοφάγος εἰμί. τοῦτο δ’ ἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν. προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παρατεθέντα λυμανούμενον. πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός. | |
5 | ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά. ἅλας οὐκ ἔχει· προσένεγκ’. ἔτ’ ἐπιδεῖταί τινος ἑτέρου· πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς ᾖ· ὥσπερ λύραν ἐπίτειν’ ἕως ἂν ἁρμόσῃ· | |
---|---|---|
10 | εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇς, | |
εἴσαγε διὰ πασῶν Νικολαΐδας Μυκόνιος. | 325 |