TLG 0473 001 :: MACHON :: Fragmenta MACHON Comic. Fragmenta frr. 1–21 Citation: Fragment — (line) | ||
1 | Τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτέ τῶν συμπαρόντων πῶς κέχρητ’ αὐτῷ ποτε Πτολεμαῖος. Οὐκ οἶδ’, εἶπεν, οὐδέπω σαφῶς· πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ’, ἔφη, | |
5 | ἃ δεῖ, φαγεῖν δὲ σιτί’ οὐ δέδωκέ πω. | |
---|---|---|
2(6) | Κακός τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα, † μέλλων οἰκοδομεῖν τὴν οἰκίαν †, φίλον αὑτοῦ λίθους ᾔτησεν † ἀποίσω δ’ ἐγώ αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως. | |
3(10) | Ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον, | |
Εἰς τὰς ἑαυτοῦ, Χαιρέφων, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας | 35 | |
15 | ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς. | |
4(17) | Ὁ Χαιρεφῶν κρεᾴδι’ ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας | |
20 | εἶπεν, Μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν. ὁ δ’ εἶπεν, Ἀλλὰ μήν ἐστιν γλυκύ [καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ]. ὁ Χαιρεφῶν δέ, Καὶ μάλ’, ὦ βέλτιστ’, ἔφη, γλυκὺ μὲν προσιστάμενον δὲ λυπεῖ πανταχῇ. | |
5(25) | Κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν ὑπὸ Πτολεμαίου τοῦ βασιλέως ἡνίκα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς ὄψου πετραίου παρατεθέντος ποικίλου | |
ἐπὶ τῆς τραπέζης καράβων τ’ ἀληθινῶν, | 36 | |
30 | ἐπὶ πᾶσι λοπάδος τ’ εἰσενεχθείσης ἁδρᾶς ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ’ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, | |
35 | ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς ἀφύης τε διασεσαγμένος, τῶν κωβιῶν δ’ ἀπέσχετ’ ἐγκρατέστατα. πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος, | |
40 | Μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς; ὁ κυρτὸς εἶπε, Πάνυ μὲν οὖν τοὐναντίον, Πτολεμαῖ’, ἑόρακε πρῶτος, ἀλλ’ οὐχ ἅπτεται, τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως, οὐδ’ ἐστὶν αὐτῷ πάτριον ὄντ’ ἀσύμβολον | |
45 | ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα. | |
6(46) | Τὸν ὑδροπώτην Μοσχίωνα λεγόμενον ἰδόντα, φασίν, ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας, Ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ’ ὅτι | |
6(50) | ἡ γραῦς ποιεῖ ς’ ἐν γαστρὶ λαμβάνειν ἀεί. | 37 |
7(51) | Νῦν πάντα, φασί, γίνεθ’· ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν. | |
8(53) | Ὁ κρουματοποιὸς Δωρίων ποτ’ εἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην | |
55 | δυνάμενος εὑρεῖν, ἐν τεμένει καθίσας τινί ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον ἰδών τ’ ἐκεῖ θύοντα τὸν νεωκόρον, Πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί; | |
60 | ὁ δ’ εἶπεν αὐτῷ, Ζηνοποσειδῶνος, ξένε. ὁ Δωρίων δέ, Πῶς ἂν οὖν ἐνταῦθ’, ἔφη, δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ | |
καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; | 38 | |
9(64) | Ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον | |
65 | τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδόν πλὴν τῆς κεφαλῆς, ἁλόντα δ’ ὑπὸ δυσπεψίας | |
70 | κακῶς ἔχειν σφόδρ’· εἶτα δ’ ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν, Εἴ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν’, ἀποθανῇ γὰρ ὥρας ἑβδόμης. | |
75 | κἀκεῖνος εἶπε, Τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι. τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους, οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις | |
80 | Μούσαις. Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους— ταῦθ’ αἱ διαθῆκαι διασαφοῦσιν, ἀλλ’ ἐπεί ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ, οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμὸν ἀναβοᾷ, καλεῖ δὲ μοῖρα νύχιος ἧς κλύειν χρεών, | |
85 | ἵν’ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω | |
τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε. | 39 | |
10(87) | Φιλόξενός ποθ’, ὡς λέγους’, ὁ Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, Ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον | |
90 | καὶ πάνθ’ ἅμα μοι τὰ βρώμαθ’ ἡδονὴν ποιῇ. | |
11(91) | Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ παρὰ πλειόνων ἔμπροσθε τοῦτ’ ἀκηκοώς ὡς σπληνικοὺς εἴωθεν ἡ πόλις ποιεῖν. ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας | |
95 | γυμναζομένους τῶν μειρακίων παρὰ τῷ πυρί κομψοὺς τό τε χρῶμα καὶ τὸ σῶμ’ ἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας αὑτῷ. καταμαθὼν δ’ ἡνίκ’ ἐξῄει πάλιν τῆς κοιλίας τὸν σπλῆν’ ἔχοντα διπλάσιον | |
99 | * * * * * * | |
11(100) | καθήμενος γὰρ ἐνθάδ’ οὗτος φαίνεται τά 〈θ’〉 ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας εὐθέως ἵνα | |
μηδ’ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία. Ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε | 40 | |
105 | ἐπεδείκνυτ’ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς ψαλλόμενος 〈ὁ〉 Στρατόνικος οὐκ ἔχων δ’ ὅτῳ διαλέξεθ’ ἑτέρῳ συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβών | |
110 | τῷ θ’ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε ταῦτ’ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε γνωρίμων, ἔξοινος ὁ Στρατόνικος ἐγένετ’ εὐθέως, | |
115 | προσπυνθανομένων δ’ ὅ τι πολὺν πίνων ἀεί οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο, Ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν. Στρατόνικος εἰς Ἄβδηρ’ ἀποδημήσας ποτέ | |
120 | ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ’ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν ὅτε θέλοι νουμηνίαν σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ | |
125 | ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπ’ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας | |
130 | τοῦτ’ εἶπε, Τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω, ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς | |
μή ποτ’ ἐπιβὰς κήρυκι τὸν πόδ’ ἀναπαρῶ. Αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ | 41 | |
135 | μέλλοντος ὁ Στρατόνικος, Εὐφήμει μέχρι σπείσαντες εὐξώμεσθά, φησι, τοῖς θεοῖς. Κλέων τις ἦν κιθαρῳδὸς ὃς ἐκαλεῖτο Βοῦς δεινῶς ἀπᾴδων τῇ λύρᾳ τ’ οὐ χρώμενος· τούτου διακούσας ὁ Στρατόνικος εἶφ’ ὅτι | |
140 | Ὄνος λύρας ἐλέγετο νῦν δὲ βοῦς λύρας. Στρατόνικος ὁ κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα. πολλοῦ χρόνου δ’ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα. | |
145 | ὡς δ’ αὐτὸν ὡς ἔοικεν οὐ προσίετο τοῦτ’ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ, Σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν; Ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος ὁ κιθαρῳδός, εἶτα γρᾴδιον | |
11(150) | ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατ’ οὐδαμοῦ. κᾆθ’ ὁ Στρατόνικος, Πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ’ ὃ βούλει καὶ τί μ’ εἰσβλέπεις ἀεί; Διηπόρησά, φησιν, ἡ μήτηρ σε 〈γάρ〉 δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, | |
155 | πόλις δ’ ἔχουσά ς’ ἡμέραν ἀλγεῖ μίαν. Ἡ Νικοκρέοντος εἰσιοῦσα Βιοθέα γυνὴ μετὰ παιδίσκης ἁβρᾶς εἰς τὸν πότον ἀπεψόφησε, κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν ταχύ. | |
160 | Στρατόνικος εἶπεν, Οὐχ ὅμοιος ὁ ψόφος. ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα | |
ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. Ἐπιδεικνυμένου ποθ’, ὡς ἔοικεν ἐν Ἐφέσῳ, ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, | 42 | |
165 | παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτ’ ἔφη· Ὃς αὐτὸς αὑτὸν οὐ κιθ〈αρίζει φαῦλος ὢν〉 ἄλλους κιθ〈αρίζων φαυλότατος ὢν δείκνυται〉. | |
12(168) | Ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ | |
170 | εὐημερούσης, φασὶ καὶ τὴν † Λαμίαν τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτέ ἐπαινεθῆναί θ’· ἡ δὲ τοῦτ’ ἀπεκρίθη †, Πρὸς ταῦτα καὶ Λέαιναν εἰ βούλει κράτει. | |
13(174) | Δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων | |
175 | Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο (ἡ Λάμια δ’ ἦν αὐλητρὶς ἧς σφόδρ’ ἡδέως σχεῖν φασι κνισθῆναί τε τὸν Δημήτριον). ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ | |
κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινά | 43 | |
180 | διένευς’ ἐνεγκεῖν εὐτελῆ τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας [καὶ] θιγὼν τοῖς δακτύλοις Τουτί γε, Λάμιά, φησιν, ὀσφράνθητι καί εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει. κείνη δὲ γελάσας’, Ἀλλὰ τοῦτ’, ἔφη, τάλαν, | |
185 | ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ. Δημήτριος δ’ εἶπ’, Ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς. | |
14(188) | Ἴσως δ’ ἂν ἀπορήσαι τις εὐλόγως θ’ ἅμα τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνή | |
190 | προσηγορεύετ’ ἢ ’νομίσθη Μανία, αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ’ ἔχειν καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος † η τὴν Ἀθηναίων τι † κωλῦσαι πόλιν, ὑφ’ ἧς ἅπαντές εἰς’ ἐπηνορθωμένοι. | |
195 | τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου αὐτῇ Μέλιττ’ ἦν ὄνομα. τῷ μεγέθει μὲν 〈ἦν〉 τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα, φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη, πάνυ δ’ εὐπρόσωπος οὖσα καὶ καταπληκτική | |
14(200) | πολλοὺς ἐραστάς, καὶ πολίτας καὶ ξένους, εἶχ’, οἷς ὅπου περὶ 〈τῆσ〉 γυναικός τις λόγος | |
γένοιτο μανίαν τὴν Μέλιτταν ὡς καλήν ἔφασκον εἶναι, καὶ προσεξειργάζετο αὐτὴ τὸ πλεῖον· ἡνίκα σκώψειε γάρ | 44 | |
205 | ῥημάτιον εὐθὺ τοῦτο μανίαν ἀνεβόα, αὐτή θ’ ὅτ’ ἐπαινοίη τιν’ ἢ ψέγοι πάλιν ἐπ’ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων. διὸ τῆς μανίας τὸ ῥῆμ’ ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν. | |
210 | μᾶλλον τὸ πάρεργον ἐπεκράτης’ ἢ τοὔνομα. Ἐδόκει δὲ λιθιᾶν ὡς ἔοιχ’ ἡ Μανία, Γνάθαινα δ’ εἰς τὰ στρώμαθ’ ὅτι προίετο ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου. μετὰ ταῦτα δ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν | |
215 | ἐλοιδορεῖτο καὶ λέγει, Τί τοῦτο, παῖ; εἰ δὲ λίθον εἶχες—ὑπολαβοῦς’ ἡ Μανία, Ἔδωκ’ ἂν ἵν’ ἔχῃς, φής’, ἀποψᾶσθαι, τάλαν. | |
15(218) | Τῆς Μανίας ἤρα Λεοντίσκος ποτέ ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος | |
220 | γαμετῆς τρόπον γυναικός, ὑπὸ δ’ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ’ ἠγανάκτης’· ἡ δέ, Μηθέν, φησί, σοι, ψυχή, μελέτω, μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν | |
225 | πληγὴν 〈 〉 τί δύναταί ποτ’ ἤθελον. Αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα, δόντος δ’ ἐπιστρέψασα μετὰ μικρὸν λέγει, | 45 |
230 | Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι. Εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ’ ὅσον ᾔτησε δούς. εἰς τὸν δὲ 〈πότον〉 ἦν συμπαρειληφώς τινας | |
235 | ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν. βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ’ ἅμα τῆς Μανίας ἄριστα παιζούσης σφόδρα † ἀνισταμένης τε πολλάκις εἰς δασύποδα † | |
240 | αὐτὴν ἐπικροῦσαι βουλόμενος, Πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; ἡ Μανία δ’, Αὐτόμολος, ὦ βέλτιστ’, ἔφη. μετὰ ταῦτα δ’ ὡς εἰσῆλθε πάλιν ἡ Μανία | |
245 | τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ’ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ὁ δὲ στρατιώτης ὑπό τι 〈δὴ〉 σκυθρωπάσας ἀπεπέμψατ’ αὐτήν, διαλιποῦσα δ’ ἡμέραν Μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε, | |
15(250) | οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ’ ὅ σοι χρήσας τότε. Ἐν συμποσίῳ δ’ ὥς φασι παρὰ τῇ Μανίᾳ παρεδέξατ’ αὐτὴν τῶν πονηρῶν τις πάνυ | |
κᾆθ’ ὡς ἐπηρώτησε, Πότερ’ ἄνω θέλεις | 46 | |
255 | ἐλθοῦς’ ἅμα βαλεῖν ἢ κάτω; γελάσας’, Ἄνω, βέλτιστέ, φησιν, ὑπό τι γὰρ δέδοικά σε μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς. | |
16(258) | Παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτέ, Ψυχρόν γ’, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν’, ἔχεις. | |
260 | Τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γ’ αἰεὶ δραμάτων ἐμβάλλομεν. Πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε ἐπὶ δεῖπνον, ὡς λέγουσι τοῖς Ἀφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων | |
265 | † ληθητ’ † ὑπ’ αὐτῆς ἐκτενῶς ἀγαπώμενος, παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα, μύρον, στεφάνους, τραγήματ’, ἔριφον, ταινίας, ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ’ αὐλητρίδα. καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου | |
270 | πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν | |
275 | πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν τὴν χιόνα δ’ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ· | |
τῷ παιδί τ’ ἐπέταξ’ ἐγχέανθ’ ὅσον δέκα κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον. ὑπερηδέως δὲ τὴν κύλικ’ ἐκπιὼν ἄφνω | 47 | |
280 | καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος Νὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρόν γ’, ἔφη, Γνάθαιν’, ἔχεις τὸν λάκκον ὁμολογουμένως. ἡ δ’ εἶπε, Τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν. | |
285 | Μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. περιλαμβάνουσα δ’ αὐτὸν ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, Τάλαν, τάλαν, ἄνερ, πόθεν ἔχεις ταῦτ’, ἔφη, τὰ τραύματα; | |
290 | κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ’ ὢν ἀνείλετ’, εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. Ναὶ τὴν φίλην Δήμητρα δικαίως †τοιγαρ ἄνθρωπέ, φησιν, ἐξεδάρης ἀκόλαστος ὤν. | |
295 | Παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτέ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδόν τῆς Δεξιθέας τῇ μητρί, Νὴ τὴν Ἄρτεμιν, εἴ, φησιν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ’ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἂν οὐχὶ σοί, γύναι. | |
16(300) | Ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καί ἤδη τελέως ἦν ὁμολογουμένως σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ’ ἕκαστον, εἶτ’ ἰδοῦσα κατὰ τύχην | |
305 | ἱστῶντα κρεοπώλην τιν’ ἀστεῖον πάνυ τῇ θ’ ἡλικίᾳ σφόδρα νέον, Ὦ πρὸς τῶν θεῶν μειράκιον ὁ καλός, φησι, πῶς ἵστης φράσον. | |
ὁ δὲ μειδιάσας, Κύβδ’, ἔφη, τριωβόλου. Τίς δ’ οὑπιτρέψων ἐστί σοί, φησιν, τάλαν, | 48 | |
310 | ὄντα γ’ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς; Στρατοκλῆς δύ’ ἐρίφους προῖκ’ ἐδίδου τοῖς γνωρίμοις † λοπάδας συνάλμους τε συναρτύειν δοκῶν καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν † | |
315 | μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ συμβολάς. Γνάθαινα δ’ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα, στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς, Στρατοκλῆς ἐπ’ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ. Ἰδοῦς’ ἔφηβον ἡ Γνάθαιν’ ἰσχνὸν πάνυ | |
320 | καὶ μέλανα, λεπτόν θ’ ὡς ἔοιχ’ ὑπερβολῇ καὶ † λιπαρόν †, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον, ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ | |
325 | θυγατρὶ μετ’ αὐτῆς συμπορευομένῃ λέγει, Δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ | |
326 | * * * * * * Λέγουσι Ποντικόν τι μειρακύλλιον ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν πρωὶ γενόμενον ὥστε τὴν πυγὴν ἅπαξ | |
330 | αὐτῷ παρασχεῖν, τὴν δὲ τοῦτ’ εἰπεῖν· Τάλαν, ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς ὅτε | |
τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν; | 49 | |
17(333) | Εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων ὡς ἐνενήκοντ’ 〈ὢν〉 ἐτῶν | |
335 | Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός, τό τ’ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθών ἐπυνθάνετο μίσθωμα πράττεται πόσον τῆς νυκτός, ἡ Γνάθαινα δ’ εἰς τὴν πορφύραν | |
340 | καὶ τὰ δόρατ’ ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν. ὁ δ’ ἄφνω καιρίμην πληγείς, Παπαῖ, ζωγρεῖς, γύναι, φής’, ἕνεκα τοῦ στρατιωτικοῦ, μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποιοῦ καὶ στρῶσον ἡμῖν ἔνδον. ἡ δ’ ἐπιδέξιον | |
345 | βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο εἶπεν δέ, 〈 〉 δὸς ὅσον ἐπιθυμεῖς, πάτερ· οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ’ ὅτι εἰς νύκτ’ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν. Ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ’ εὐφυής | |
17(350) | καταλελυκυίας τῆς Γναθαινίου σχεδόν οὐκέτι θ’ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν τὸν ὑποκριτήν, τότε δ’ ὄντος ἐν ἀποδημίᾳ ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον, | |
355 | οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος | |
πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον. ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος | 50 | |
360 | κατεσχόλαζε † τῆς Γναθαινίου λέγων † ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί ἑξῆς καθιππάσθαι δ’ ὑπ’ αὐτῆς πεντάκις. μετὰ ταῦτ’ ἀκούσας Ἀνδρόνικος τὸ γεγονός ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος | |
365 | 〈 〉 πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτ’ ἔλεγε τῇ Γναθαινίῳ· αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παρ’ αὐτῆς μηδέποτε τοῦ σχήματος ἐν τῷδε δ’ ἑτέρους ἐντρυφᾶν μαστιγίας. | |
370 | ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον, Περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον. διὰ τοῦθ’ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον ἐφιλοσόφησά θ’ ἵν’ ἄκρον ὡς μάλιστα καί | |
375 | ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος. Ἔπειτά, φασι, τῆς Γναθαινίου ποτέ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, | |
380 | † ἔπειθε πῶς † Οὐχ ὁρᾶς, Γνάθαιν’, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην; ἡ γραῦς δ’ ἀγανακτήσασα, Τάλαν, ἔφη, τέκνον· περίλαβέ, φησι, καὶ φίλησον εἰ θέλεις. ἡ δ’ εἶπε, Μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν | |
385 | τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας | |
τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ’ ἔχειν; Πανηγύρεως οὔσης ποθ’ ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινά ἔμπορον ἐραστὴν εὐσταλῶς ἐπ’ ἀστράβης | 51 | |
390 | τὰ πάντ’ ἔχους’ ὀνάρια μεθ’ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τίτθην μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεί ἐν τοῖς ἀγῶσιν † ἐπιμελῶς † ἡττωμένων, | |
395 | ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως ἀλλὰ στενοχωρῶν εἶπεν, Ὦ τρισάθλιε ὀνηλάτ’, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτέ ἐκ τῆς ὁδοῦ τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις. | |
17(400) | Γναθαίνιον δ’ εἶπ’, Ὦ τάλαν, μὴ δῆτ’ ἄνερ· οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον. | |
18(402) | Λαΐδα λέγουσι τὴν Κορινθίαν ποτέ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινί πινακίδα καὶ γραφεῖον ἐξηρτημένον | |
405 | ἔχοντ’, Ἀπόκριναί, φησιν, ὦ ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ‘ἔρρ’ αἰσχροποιέ‘; καταπλαγεὶς δ’ Εὐριπίδης | |
τὴν τόλμαν αὐτῆς, Σὺ γάρ, ἔφη, τίς εἶ, γύναι; 〈οὐκ〉 αἰσχροποιός; ἡ δὲ γελάσας’ ἀπεκρίθη, | 52 | |
410 | Τί δ’ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ; Ἡ Γλυκέριον λαβοῦσα παρ’ ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινὸν λῄδιον ἔδωκεν εἰς κναφεῖον, εἶτ’ ἐπεὶ τέλος ἔδοξ’ ἔχειν πέμψασα τὴν θεραπαινίδα | |
415 | τὸ μισθάριον ἔχουσαν ἐκέλευ’ ἀποφέρειν θοἰμάτιον. ὁ κναφεὺς δ’ εἶπεν, Ἄν γ’ ἐλᾳδίου ταρτημόριά μοί, φησι, προσενέγκῃς τρία κόμισαι· τὸ κωλῦον γάρ ἐστι τοῦτό με. ἡ δ’ ὡς ἀπήγγειλ’, Ὦ τάλαιν’, εἶπεν, κακῶν, | |
420 | ἡ Γλυκέριον, μέλλει γὰρ ὥσπερ μαινίδας ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον. Ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν τότε νέος ὢν ἔτ’ αὐτὸς εἶχεν· ἐπεκαλεῖτο δ’ Αἴξ | |
425 | ὅτι τὸν μέγαν 〈δὴ〉 κατέφαγεν ἐραστήν ποτε Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν Ἀττικήν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι. λέγεται δ’ ἐκείνην τὴν γυναῖκ’ ἐσχηκέναι | |
430 | πυγὴν πάνυ καλὴν ἥν ποτ’ ἠξίου λαβεῖν ὁ Δημοφῶν. ἡ δ’ εἶπε γελάσας’, Εὖ〈γ’〉, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησι, παρ’ ἐμοῦ, φίλτατε. Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης | |
πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτέ | 53 | |
435 | μητέρα—Κορώνη δ’ ἐπεκαλεῖτο τοὔνομα— διέλυεν ἡ Γνάθαιν’, ἐρωτηθεῖσα δέ τί διαφέρονται, Τί γάρ, ἔφησεν, ἄλλο πλήν ἄλλ’ ἡ Κορώνη, θάτερ’ ἐκείνη μέμφεται; Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον | |
440 | ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον. αὕτη δ’ ὀψὲ τῆς ὥρας ποτέ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον—εἰώθει δὲ συμπίνειν ἀεί αὐτῷ. λέγει δ’ οὖν ὑστεροῦσα παρὰ πολύ, | |
445 | Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα· ἀλλ’ ἐγχεέτω μοι τέτταρας κοτύλας † ἔπειτα εἰς τὴν μεγάλην. ἔπειτεν ὁ βασιλεὺς λέγει, Εἰς τὴν λεκάνην μὲν οὖν, δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι. | |
18(450) | Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν· κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν ὁ Μοίριχος, Μέγ’, εἶπεν. οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί; Περίμενε τοίνυν καὶ σύ, φης’, ἕως ἂν οὗ | |
455 | βινητιάσω καὶ τοσοῦτον λήψομαι. Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος αὐτήν ποτ’ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν παχεῖαν ἀναλαβόντος εἶτεν ὕστερον μεταπεμπομένου ποθ’ ὡς ἔοικ’ αὐτήν, λέγειν | |
460 | πρὸς τὸν μετιόντα παῖδα, Πύθων, φής’, ἐπεί ἤδη διάμεστος τῶν ὑείων ἐγένετο, | |
ἐπ’ αἴγε’ οἷός ἐστιν ἀνακάμπτειν πάλιν. | 54 | |
19(463) | ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης, τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς | |
465 | κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί οὐκ οἶδα πλήν † ἐστίν γε μουσικωτάτου τινός † | |
20(467) | ὀψοφάγος εἰμί, τοῦτο δ’ ἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν. προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον. | |
470 | πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός. ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά. ἅλας οὐκ ἔχει· προσένεγκ’· 〈ἔτ’〉 ἐπιδεῖταί τινος ἑτέρου· πάλιν γεύου σὺ μέχρι ἂν ἁρμόσῃ. | |
475 | ὥσπερ λύραν ἐπίτειν’ ἕως ἂν ἡδὺς ᾖ, εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇς | |
εἴσαγε διὰ πασῶν † Νικολαίδας Μυκόνιος † | 55 | |
21 | ... μη[δ’ ἐπ]ισ̣[τ]ήμη̣[ν] κ[α]ὶ φρό[νησ̣ι̣]ν καλεῖσθ̣αι μηδὲ [τὴ]ν ποιη[τικ]ὴν ἀε[ὶ τὸ προ]σῆ[κ̣]ον [λέγε̣ι̣]ν μη[δέ] τι καταυ[λεῖν̣] σ̣ύν[πτ]ωμα τύχης· ἀλλὰ Μά[χω]‐ ν̣[α] καὶ ἀπὸ Εὐδ̣[ή]μου [λαβε̣ῖ̣]ν λόγους τε παν[τοδ]‐ | |
5 | απ[ῶν] ἀνθρώπω̣ν [πρὸς] ἀλλήλους κ[αὶ] πρά[ξει]ς ἃς ἐν Αὔγ̣[ῃ μ]ε[τὰ σ]υνθ̣έ[σ̣]εως ποιᾶς [τινο̣]ς δι[α̣]λέ̣[κτ]ου [τ̣]ρι[μέ]τρου διελέγχειν πα[ρὰ] ταύτην ῥα[πί]ζο̣ντα τὰ [Σ]ωκρατι[κά], δι’ ὧν [οὐδὲ]ν [ὠ̣φ̣]ελήσειν φησὶν [αὐτ]ὸν | |
[εἴ] τινα ποιήσει [λέ]γ̣οντα [ποι]ητὴν ἀγα[θὸν] ... | 56 |