TLG 0471 002 :: LYNCEUS :: Fragmentum

LYNCEUS Comic.
(Samius: 4/3 B.C.)

Fragmentum

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 433.

Citation: Play — fragment — (line)

Ken

tit

ΚΕΝΤΑΥΡΟΣ.

Ken

1

Μάγειρ’ ὁ θύων ἔσθ’ ὁ δειπνίζων τ’ ἐμέ Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος· οὐδέτερος ἡμῶν ἥδεται τοῖς ἀττικοῖς δείπνοις. Β. ἀηδία γάρ ἐστιν ἀττική;
5Α. ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν, ἔχοντα μικροὺς πέντε πινακίσκους ἐν οἷ. τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ’ ἐχίνους δύο, ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα, ὁ δ’ ἀντακαίου μικρόν. ἐν ὅσῳ δ’ ἐσθίω,
10ἕτερος ἐκεῖν’, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγώ ἠφάνισα· βούλομαι δ’ ἐγώ, βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ’, ἀλλ’ ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χείλη πέντ’ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,
15ἀλλ’ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν ἔχεις; Β. ὄστρεια πολλά. Α. πίνακα μοι τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; Β. ἕτερος ἔσται σοι πίναξ·
20αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ’βολῶν. Α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον,
ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ’ ἕτερος.433