TLG 0471 001 :: LYNCEUS :: Fragmentum

LYNCEUS Comic.
(Samius: 4/3 B.C.)

Fragmentum

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 274–275.

fr. 1

Citation: Fragment — (line)

tit 1

ΚΕΝΤΑΥΡΟΣ

1

μάγειρ’, ὁ θύων ἔσθ’ ὁ δειπνίζων τ’ ἐμὲ Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος· οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ
5ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν, ἔχοντα μικροὺς πέντε πινακίσκους ἐν οἷ. τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ’ ἐχίνους δύο, ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα, ὁ δ’ ἀντακαίου μικρόν. ἐν ὅσῳ δ’ ἐσθίω,
10ἕτερος ἐκεῖν’, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ ἠφάνισα· βούλομαι δ’ ἐγώ, βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ’, ἀλλ’ ἀδύνατα βούλομαι·
οὔτε στόματα γὰρ οὔτε χείλη πέντ’ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,274
15ἀλλ’ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. Β. τί οὖν; Α. ἔχεις ὄστρεια; Β. πολλά. Α. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; Β. ἕτερος ἔσται σοι πίναξ·
20αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ’βολῶν. Α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον,
ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ’ ἕτερος.275