TLG 0468 002 :: HIPPARCHUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Anatit | ΑΝΑΣΩΖΟΜΕΝΟΙ. | |
Ana1 | Προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; ποῦ δ’ ἔχει ἀργύριον οὗτος; οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ, ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινάς | |
5 | τῶν Περσικῶν. Β. ἐς κόρακας, ὦ μαστιγία. Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον. | |
---|---|---|
Zogtit | ΖΩΓΡΑΦΟΣ. | |
Zog1 | Πολύ γ’ ἐστὶ πάντων κτῆμα τιμιώτατον ἅπασιν ἀνθρώποισιν εἰς τὸ ζῆν τέχνη. τὰ μὲν γὰρ ἄλλα καὶ πόλεμος καὶ μεταβολαί | |
τύχης ἀνήλως’, ἡ τέχνη δὲ σώζεται. | 431 | |
Thaitit | ΘΑΙΣ. | |
Thai1 | Ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; Β. Ἡράκλεις, ποτήριον χρυσοῦς διακοσίους ἄγον. Α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου. | |
Pantit | ΠΑΝΝΥΧΙΣ. | 432 |