TLG 0465 002 :: HENIOCHUS :: Fragmenta

HENIOCHUS Comic.
(Atheniensis: 4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 560–563.

Citation: Play — fragment — (line)

Gor

tit

ΓΟΡΓΟΝΕΣ.

Gor

1

Πιεῖν πιεῖν τις ἔγχει πυριγενῆ λαβὼν βραχύωτον κυκλοτερῆ παχύστομον κώθωνα, παῖδα φάρυγος.

Polyeu

tit

ΠΟΛΥΕΥΚΤΟΣ.

Polyeu

1

Ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
ὁ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.560

Polyp

tit

ΠΟΛΥΠΡΑΓΜΩΝ.

Polyp

1

Ὁρῶ δὲ θαῦμ’ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
5τρίγλας, ἑλεδώνας, σκορπίους.561

Tro

tit

ΤΡΟΧΙΛΟΣ.

Tro

1

Πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ Παύσωνι φῂς τὸ δεῖνα προσλελαληκέναι, Α. καὶ πρᾶγμά γ’ ἠρώτα με δυστράπελον πάνυ
5ἔχον τε πολλὰς φροντίδων διεξόδους. Β. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ’ ἴσως. Α. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ; Β. χάριεν οἷς γιγνώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε
10περὶ τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς τέλος.562

EFI

tit

EX FABULA INCERTA.

EFI

1

Ἐγὼ δ’ ὄνομα τὸ μὲν καθ’ ἑκάστην αὐτίκα λέξω, συνάπασαι δ’ εἰσὶ παντοδαπαὶ πόλεις, αἳ νῦν ἀνοηταίνουσι πολὺν ἤδη χρόνον. τάχ’ ἄν τις ὑποκρούσειεν ὅ τι πότ’ ἐνθάδε
5νῦν εἰσὶ κἀνέροιτο· παρ’ ἐμοῦ πεύσεται. τὸ χωρίον μὲν γὰρ τόδ’ ἐστὶ πᾶν κύκλῳ Ὀλυμπία, τηνδὶ δὲ τὴν σκηνὴν ἐκεῖ σκηνὴν ὁρᾶν θεωρικὴν νομίζετε. εἶεν. τί οὖν ἐνταῦθα δρῶσιν αἱ πόλεις;
10ἐλευθέρι’ ἀφίκοντο θύσουσαί ποτε, ὅτε τῶν φόρων ἐγένοντ’ ἐλεύθεραι σχεδόν. κἄπειτ’ ἀπ’ ἐκείνης τῆς θυσίας διέφθορεν αὐτὰς ξενίζους’ ἡμέραν ἐξ ἡμέρας ἀβουλία κατέχουσα πολὺν ἤδη χρόνον.
15γυναῖκε δ’ αὐτὰς δύο ταράττετόν τινε ἀεὶ συνοῦσαι· δημοκρατία θατέρᾳ ὄνομ’ ἐστί, τῇ δ’ ἀριστοκρατία θατέρᾳ,
δι’ ἃς πεπαρῳνήκασιν ἤδη πολλάκις.563