TLG 0465 001 :: HENIOCHUS :: Fragmenta

HENIOCHUS Comic.
(Atheniensis: 4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 431–434.

frr. 1–5 + tituli

Citation: Fragment — (line)

tit 1

ΓΟΡΓΟΝΕΣ

1

πιεῖν, πιεῖν τις ἔγχει πυριγενῆ λαβὼν βραχύωτον κυκλοτερῆ παχύστομον κώθωνα, παῖδα φάρυγος.

tit,ante 2

ΔΙΣ ΕΞΑΠΑΤΩΜΕΝΟΣ ΕΠΙΚΛΗΡΟΣ ΘΩΡΥΚΙΟΝ (?)431

tit 2

ΠΟΛΥΕΥΚΤΟΣ

2

ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι, ὁ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών.

tit 3

ΠΟΛΥΠΡΑΓΜΩΝ

3

ὁρῶ δὲ θαῦμ’ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
5τρίγλας, ἑλεδώνας, σκορπίους.

tit 4

ΤΡΟΧΙΛΟΣ

4

πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; Α. καὶ πρᾶγμά γ’ ἠρώτα με δυστράπελον πάνυ
5ἔχον τε πολλὰς φροντίδων διεξόδους. Β. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ’ ἴσως. Α. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ. Β. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε432
10περὶ τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστής [τέλος].

tit,ante 5

ΦΙΛΕΤΑΙΡΟΣ

tit 5

ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ

5

ἐγὼ δ’ ὄνομα τὸ μὲν καθ’ ἑκάστην αὐτίκα λέξω, συνάπασαι δ’ εἰσὶ παντοδαπαὶ πόλεις, αἳ νῦν ἀνοηταίνουσι πολὺν ἤδη χρόνον. τάχ’ ἄν τις ὑποκρούσειεν ὅ τι ποτ’ ἐνθάδε
5νῦν εἰσὶ κἀνέροιτο· παρ’ ἐμοῦ πεύσεται. τὸ χωρίον μὲν γὰρ τόδ’ ἐστὶ πᾶν κύκλῳ Ὀλυμπία, τηνδὶ δὲ τὴν σκηνὴν ἐκεῖ
σκηνὴν ὁρᾶν θεωρικὴν νομίζετε. εἶεν. τί οὖν ἐνταῦθα δρῶσιν αἱ πόλεις;433
10ἐλευθέρι’ ἀφίκοντο θύσουσαί ποτε, ὅτε τῶν φόρων ἐγένοντ’ ἐλεύθεραι σχεδόν. κἄπειτ’ ἀπ’ ἐκείνης τῆς θυσίας διέφθορεν αὐτὰς ξενίζους’ ἡμέραν ἐξ ἡμέρας ἀβουλία κατέχουσα πολὺν ἤδη χρόνον.
15γυναῖκε δ’ αὐτὰς δύο ταράττετόν τινε ἀεὶ συνοῦσαι· δημοκρατία θατέρᾳ ὄνομ’ ἐστί, τῇ δ’ ἀριστοκρατία θατέρᾳ,
δι’ ἃς πεπαρῳνήκασιν ἤδη πολλάκις.434