TLG 0464 002 :: HEGESIPPUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Adetit | ΑΔΕΛΦΟΙ. | |
Ade1 | Βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστίν. ἢ λέγων φαίνου τι δή καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ’ ἐμέ. Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, | |
5 | εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσίν ἔχων περίζωμ’, ἀλλ’ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα. εἴδη λαχάνων ὅς’ ἐστί, βεμβράδων τρόπους, | |
---|---|---|
10 | φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστ’ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς, τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν. | |
15 | τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; Β. τὰ πάρεργά μου ταῦτ’ ἔστιν· ἂν δὲ δὴ λάβω τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ, | |
20 | ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν· ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί· ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν | 479 |
25 | ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων, | |
30 | οἳ καταβεβρώκας’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας. | 480 |
Phitit | ΦΙΛΕΤΑΙΡΟΙ. | |
Phi1 | Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτ’ ἐστὶ τἀγαθόν, ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν. εὖ γ’, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε· | |
5 | τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἕν | |
ἀγαθόν· πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν. | 481 |