TLG 0464 001 :: HEGESIPPUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 312–314. frr. 1–3 Citation: Fragment — (line) | ||
tit 1 | ΑΔΕΛΦΟΙ | |
1 | βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημέν’ ἐστίν. ΣΥΡ. ἢ λέγων φαίνου τι δὴ καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με. Α. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε, | |
5 | εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ. οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσὶν ἔχων περίζωμ’, ἀλλ’ ἅπαντα τὸν βίον ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα, εἴδη λαχάνων ὅς’ ἐστί, βεμβράδων τρόπους, | |
---|---|---|
10 | φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω· ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, ἐπὰν τάχιστ’ ἔλθωσιν ἀπὸ τῆς ἐκφορᾶς, τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν. | |
15 | τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων. ΣΥΡ. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; Α. τὰ πάρεργά μου ταῦτ’ ἔστιν· ἂν δὲ δὴ λάβω τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ, | |
20 | ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν· ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί· ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν | |
25 | ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος, | |
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. ΣΥΡ. μέγας εἶ τεχνίτης. Α. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων, | 312 | |
30 | οἳ καταβεβρώκας’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας. | |
tit 2 | ΦΙΛΕΤΑΙΡΟΙ | 313 |
2 | Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτ’ ἐστὶ τἀγαθόν, ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν. εὖ γ’, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε· | |
5 | τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἓν ἀγαθόν· πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν. | |
tit 3 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ | |
3 | Σατύας Σατύαντος | 314 |