TLG 0463 003 :: HEGEMON :: Fragmentum

HEGEMON Parodius
(Thasius: 5 B.C.)

Fragmentum

Source: Brandt, P. (ed.), Parodorum epicorum Graecorum et Archestrati reliquiae [Corpusculum poesis epicae Graecae Ludibundae, fasc. 1] Leipzig: Teubner, 1888: 42–44.

Citation: (Line)

1 Ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς· ‘ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς ς’ ἀνέπεισεν καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι;‘
5τοῖσι δ’ ἐγὼ πᾶσιν πυκινὸν μετὰ τοῦτ’ ἔπος εἶπον· ‘λῆμμ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·42
10οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.‘ αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους 〈δὲ〉 μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω,
μή τίς μοι κατὰ οἶκον Ἀχαϊάδων νεμεσήσῃ, πεσσομένης ἀλόχου τὸν ἀχάινον ἄρτον ἀεικῶς,43
15καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα· ‘πῶς; φιλίων ὁρμὴν παρ’ Ἀθηναίοισιν ἀείσας πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω;‘ Ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ·
20‘δεινὰ παθοῦσα Φακῆ βδελυρή, χώρει ’ς τὸν ἀγῶνα‘.
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.44