TLG 0461 002 :: EUPOLIS :: Fragmenta Fragmenta
Citation: Play — fragment — (line) | ||
Aigtit | ΑΙΓΕΣ. | |
Aig1 | Βοσκόμεθ’ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης πρίνου κομά‐ | |
1 | ρου τε πτορθοὺς ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτ’ | |
---|---|---|
2 | ἄλλ’ οἷον κύτισόν τ’ ἠδὲ σφάκον εὐώδη, καὶ σμίλακα τὴν πολύ‐ | |
3 | φυλλον, κότινον, σχῖνον, μελίαν, πεύκην, ἀρίαν, δρῦν, κιττόν, | |
4 | ἐρίκην, | |
5 | πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, φηγόν, κισθόν, | |
5 | θύμα, θύμβραν. | 426 |
Aig2 | Ὡς ἡ ποτ’ αὐτὸν ἢν κάμῃ τις, εὐθέως ἐρεῖ [πρὸς αὐτὸν], πρίω μοι σελάχιον. Β. τί δ’ ἢν | |
2 | λύκον; | |
Α. κεκράξεται φράσει τε πρὸς τὸν αἰπόλον. | 428 | |
Aig3 | Πλὴν ἅπαξ πότ’ ἐν Φαίακος ἔφαγον καρίδας. | |
Aig4 | Διόνυσε χαῖρε. μή τι πέντε καὶ δύο; | |
Aig5 | Αὐτοῦ τὴν χερνίβα παύσεις. | 429 |
Aig6-8 | Καὶ τῆς λοπάδος ἔνεισι δ’ ἑψητοί τινες. Ὦ Χάριτες αἷσι μέλουσιν ἑψητοί. | |
Aig9ab | Ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν. | |
Σὺ δ’ αἰγιάζεις ἐνθαδὶ καθήμενος, | 430 | |
Aig10-11 | Καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς. | |
Aig12 | Ἐγὼ τελῶ τὸν μισθὸν ὅντιν’ ἂν χρῇ. | 431 |
Aig13 | Ταύτην ἐγὼ ’ζήτουν πάλαι τὴν ἁρμογήν. | |
Aig14 | Τὴν πανδοκεύτριαν γὰρ ὁ γλάμων ἔχει. | 432 |
Aig15 | Προσένεγκέ μοὐγγὺς τὸ στόμ’ ὀσφρέσθαι τὸ σόν. | |
Aig16 | Σφυράδων πολλῶν ἀναμέστη. | 433 |
Asttit | ΑΣΤΡΑΤΕΥΤΟΙ Η ΑΝΔΡΟΓΥΝΑΙ. | |
Ast1 | Πείσανδρος εἰς Πακτωλὸν ἐστρατεύετο, | |
κἀνταῦθα τῆς στρατιᾶς κάκιστος ἦν ἀνήρ. | 435 | |
Ast3 | Ἐν εὐσκίοις δρόμοισιν Ἀκαδήμου θεοῦ. | |
Ast4 | Μήποτε θρέψω | |
παρὰ Περσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει. | 437 | |
Ast5-6 | Ἄνδρες ἑταῖροι, δεῦρο δὴ τὴν γνώμην προσίσχετε, εἰ δυνατὸν καὶ μήτι μεῖζον πράττουσα τυγχάνει. | |
2 | * * * Καὶ ξυνεγιγνόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν. | |
Ast7 | Δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν. | 438 |
Auttit | ΑΥΤΟΛΥΚΟΣ Αʹ ΚΑΙ Βʹ. | |
Aut1 | Ἐπὶ καινοτέρας ἰδέας ἀσεβῶν βίον, ὦ μοχθηρός, ἔτριβες. | |
Β. πῶς ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας. | 440 | |
Aut2 | Σκέλη δὲ καὶ κωλῆνες εὐθύτου ’ρίφου. | |
Aut3 | Ἐλλιμένιον ὃ δοῦναι πρὶν εἰσβῆναί σε δεῖ. | |
Aut4 | Τί δῆτ’ ἄν, εἰ μὴ τὸ σκαφίον αὐτῇ παρῆν; | 441 |
Aut5 | Οἰκοῦσι δ’ ἐνθάδ’ ἐν τρισὶν καλιδίοις, οἴκημ’ ἔχων ἕκαστος. | |
Aut7 | Ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντ’ ἄχθομαι. | |
Aut8 | Ἀτὰρ ἤγαγες καινόν τι φῖτυ τῶν βοῶν. | 442 |
Aut9 | Ἀνεκάς τ’ ἐπήρω καὶ βδελυρὸς σὺ τὸ σκέλος. | 443 |
Aut10-11 | Ὅτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα. | |
Aut12-13 | Ἆρα σφόδρ’ ἐνεούρησεν ἐξώλης γέρων; | |
Aut14 | Καπνοὺς ἀποφαίνει καὶ σκιάς. | 444 |
Baptit | ΒΑΠΤΑΙ. | |
Bap1 | Ὃς καλῶς μὲν τυμπανίζεις καὶ διαψάλλει τριγώνοις κἀπικινεῖ ταῖς κοχώναις καὶ τιθεῖς ἄνω σκέλη. | |
Bap2 | Σὺ δ’ ὕπαγ’ εἰς τοὔμπροσθεν. | |
Bap3 | Ἀναρίστητος ὤν | |
κοὐδὲν βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων. | 447 | |
Bap4 | Ὅτι οὐκ ἀτρύφερος οὐδ’ ἄωρός ἐστ’ ἀνήρ. | |
Bap6 | Ἀλλ’ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προ‐ | |
βούλευμα βαστάζουσι τῆς πόλεως μέγα. | 448 | |
Bap7 | Ἀλλ’ ἐξολεῖς με ναὶ μὰ τὴν ἀμυγδαλῆν. | 449 |
Bap12 | Ἀλλὰ τὰς κοίτας γ’ ἔχουσι πλουσίως σεσαγμένας | 450 |
Bap13 | Ἀνόσια πάσχω ταῦτα ναὶ μὰ τὰς Νύμφας. | |
Β. πολλοῦ μὲν οὖν δίκαια ναὶ μὰ τὰς κράμβας. | 451 | |
Bap15 | Ὦ ῥύμβε μαστίξας ἐμέ. | 452 |
Bap16 | Κἀκείνους τοὺς Ἱππέας συνεποίησα τῷ φαλακρῷ τούτῳ κἀδωρησάμην. | |
Bap17 | Ἐκεῖ γὰρ ἕξεις ἀγαθὰ πολλὰ δὴ πρῴ. | |
Bap18-19 | Ἐπιχώριος δ’ ἔστ’ ἢ ξένης ἀπὸ χθονός; | 453 |
Demtit | ΔΗΜΟΙ. | 455 |
Dem1 | Τοιγαροῦν οὐδεὶς στρατηγὸς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ’, ὥσπερ μειαγωγὸς ἑστιῶν * * * * | |
* * * τῆς τοῦδε νίκης πλείον’ ἑλκύσαι σταθμόν. | 456 | |
Dem2 | Οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. | |
Dem3 | Τὸ γὰρ δίκαιον πανταχοῦ φυλακτέον. | |
Dem4 | ΝΙ. Πῶς γὰρ ἐγένου δίκαιος; * * * * * ΑΡ. ἡ μὲν φύσις τὸ μέγιστόν ἐστ’, ἔπειτα δὲ | |
κἀγὼ προθύμως τῇ φύσει συνελάμβανον. | 457 | |
Dem5 | Ὅ τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες. | |
Dem6 | Κράτιστος οὗτος ἐγένετ’ ἀνθρώπων λέγειν· ὁπότε παρέλθοι δ’, ὥσπερ ἁγαθοὶ δρομῆς ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας. Β. ταχὺν λέγεις μέν, πρὸς δέ γ’ αὐτοῦ τῷ τάχει | |
5 | πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν. οὕτως ἐκήλει, καὶ μόνος τῶν ῥητόρων | |
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις. | 458 | |
Dem7 | Ῥήτωρ γάρ ἐστι νῦν τις, ὅν γ’ ἔστιν λέγειν; | |
Β. ὁ Βουζύγης ἄριστος ἁλιτήριος. | 460 | |
Dem8 | Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν. | |
Dem9 | Π. Ὁ νόθος δέ μοι ζῇ; Μ. καὶ πάλαι γ’ ἂν ἦν ἀνήρ, | |
εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν. | 461 | |
Dem10 | Οὐ δεινὸν οὖν κριοὺς ἔμ’ ἐκγεννᾶν τέκνα, ὄρνεις δ’ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί; | |
Dem11 | Ἅπασα γὰρ ποθοῦμεν ἡ κλεινὴ πόλις. | 463 |
Dem12 | Ἀμβλυστονῆσαι καὶ χλοῆσαι τὴν πόλιν. | |
Dem13 | Καὶ μηκέτ’, ὦναξ Μιλτιάδη καὶ Περίκλεες, ἐάσατ’ ἄρχειν μειράκια κινούμενα, | |
ἐν τοῖς σφυροῖς ἕλκοντα τὴν στρατηγίαν. | 464 | |
Dem14 | Καὶ λέγουσί γε | |
τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσιν. | 465 | |
Dem15 | Καὶ μὴν ἐγὼ πολλῶν παρόντων οὐκ ἔχω τί λέξω· οὕτω σφόδρ’ ἀλγῶ τὴν πολιτείαν ὁρῶν παρ’ ἡμῖν. ἡμεῖς γὰρ οὐχ οὕτω τέως ᾠκοῦμεν οἱ γέροντες, ἀλλ’ ἦσαν ἡμῖν τῇ πόλει πρῶτον μὲν οἱ στρατηγοί | |
5 | ἐκ τῶν μεγίστων οἰκιῶν, πλούτῳ γένει τε πρῶτοι, οἷς ὡσπερεὶ θεοῖσιν ηὐχόμεσθα· καὶ γὰρ ἦσαν· ὥστ’ ἀσφαλῶς ἐπράττομεν, νυνὶ δ’, ὅποι τύχοιμεν, | |
στρατευόμεσθ’ αἱρούμενοι καθάρματα στρατηγούς. | 466 | |
Dem16 | Κἄν τις τύχῃ πρῶτος δραμών, εἴληφε χειρόνιπτρον, ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης, νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον. | |
Dem17 | Μὴ παιδὶ τὰ κοινά. | |
Dem18 | Καὶ τοῦ μὲν ἐν κύκλῳ γε παύσομαι λόγου, | |
φράσω δέ σοι τὸ πρᾶγμα διὰ τῶν χωρίων. | 467 | |
Dem19 | Ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τασδὶ τὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἀπελθόντας. Β. Χαίρετε πάντες. | |
2 | Α. δεχόμεσθα. | 468 |
Dem20 | Ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις | |
προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. | 469 | |
Dem21 | Ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. | |
Dem22 | Τὸ χαλκίον θέρμαινέ θ’ ἡμῖν καὶ θύη πέττειν τινά | |
κέλευ’, ἵνα σπλάγχνοισι συγγενώμεθα. | 470 | |
Dem23 | Ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους. | |
Dem24 | Ὅτῳ δ’ ἂν οἶνος ᾖ πολὺς πίσει. | 471 |
Dem25 | Λέγ’ ὅτου ’πιθυμεῖς, κοὐδὲν ἀτυχήσεις ἐμοῦ. | |
Dem26 | Γυναῖκ’ ἔχοντα μάλα καλήν τε κἀγαθήν· αὕτη νεανικοῦντος ἐπεθύμησέ μου. | |
Dem27 | Τοιαῦτα μέντοι νιγλαρεύων κρούματα. | 472 |
Dem29 | Ἐνταῦθα τοίνυν ἦν ἐκείνοισιν πιθών. | |
Dem32 | Ἔχων στατῆρας χρυσίου τρισχιλίους. | 473 |
Dem34 | Τί κέκραγας, ὥσπερ Βουζύγης ἀδικούμενος; | 474 |
Dem37 | Ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας | |
αὐταῖσι ταῖς κνήμαισιν ἀκολουθοῦσί μοι. | 475 | |
Dem38 | Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες, | |
βληχητὰ τέκνα κοὐδαμῶς τοῦ τρόπου. | 477 | |
Dem42 | Ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον. | 479 |
Diaitit | ΔΙΑΙΤΩΝ. | |
Diastit | ΔΙΑΣ. | 480 |
Heitit | ΕΙΛΩΤΕΣ. | |
Hei1 | Καὶ γένηται τοῖσδε σάμερον κοπίς. | |
Hei3 | Τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τ’ ἀρχαῖον | |
1 | ἀείδειν· ὁ δὲ Γνήσιππος ἔστιν ἀκούειν. κεῖνος νυκτερίν’ εὗρε μοιχοῖς ἀείσματ’ ἐκκαλεῖσθαι | |
γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον. | 481 | |
Hei4 | Ὀβολὸν τὸν καλλιχέλωνον. | 482 |
Klotit | ΚΛΟΠΑΙ. | |
Koltit | ΚΟΛΑΚΕΣ. | |
Kol1 | Ἀλλὰ δίαιταν ἣν ἔχους’ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν· ἀλλ’ ἀκούσαθ’ ὡς ἐσμὲν ἅπαντα κομψοί ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ. | |
5 | ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν, ἐκεῖ δ’ ἐπειδὰν κατίδω τιν’ ἄνδρα ἠλίθιον, πλουτοῦντα δ’, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ, | |
10 | καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπ’ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλά τὸν κόλακ’ εὐθέως λέγειν, ἢ φέρεται θύραζε. οἶδα δ’ Ἀκέστορ’ αὐτὸ τὸν στιγματίαν παθόντα· | 484 |
15 | σκῶμμα γὰρ εἶπ’ ἀσελγές, εἶτ’ αὐτὸν ὁ παῖς θύραζε | |
ἐξαγαγὼν ἔχοντα κλῳὸν παρέδωκεν Οἰνεῖ. | 485 | |
Kol2 | Φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ | |
καὶ πολὺ μέγιστ’ ἀγαθά. ταῦτα δ’ ἀποδείξομεν. | 486 | |
Kol5 | Παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία, ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῴ, | |
καὶ γυναῖκες εἱλίποδες. | 488 | |
Kol7 | Τῶν περὶ τάγηνον καὶ μετ’ ἄριστον φίλων. | 489 |
Kol9 | Τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει. | |
Kol10 | Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήϊος, ὃς ἀλαζονεύεται μέν, ἁλιτήριος, | |
περὶ τῶν μετεώρων, τὰ δὲ χαμᾶθεν ἐσθίει. | 490 | |
Kol11 | Πίνειν γὰρ αὐτὸν Πρωταγόρας ἐκέλευ’, ἵνα | |
πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ. | 491 | |
Kol12-13 | Λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ. Ὅσος δ’ ὁ βρυγμὸς καὶ κοπετὸς ἐν τῇ στέγῃ. | |
Kol14 | Δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον | |
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα. | 492 | |
Kol15 | Δεῖπνον θὲς ἑκατὸν δραχμάς. Β. ἰδού. Α. οἶνον θὲς ἑτέραν μνᾶν. | |
Kol16 | Ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνης’ ἅπαξ, | |
ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβολίου κρέα. | 493 | |
Kol17 | Ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται. | |
Kol18 | Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. Β. τί ληρεῖς; | |
οὐκ οἴκαδ’ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα; | 494 | |
Kol19 | Φοροῦσιν ἁρπάζουσιν ἐκ τῆς οἰκίας τὸ χρυσίον, τἀργύρια πορθεῖται. | |
Kol20 | Ἄκουε δὴ σκεύη τὰ κατὰ τὴν οἰκίαν. | |
τεσσυγέγραπται τοῖς τὰ ἔπιπλα. | 495 | |
Kol25ab | Θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς. | |
Ἵππον κέλητ’ ἀσκοῦντα θές. | 497 | |
Laktit | ΛΑΚΩΝΕΣ. | |
Lak1 | Τὰ συκάρι’ ἐποίησε μυττωτὸν πολύν. | 498 |
Martit | ΜΑΡΙΚΑΣ. | |
Mar1 | Πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς. | |
Mar3 | Καὶ πόλλ’ ἔμαθον ἐν τοῖσι κουρείοις ἐγώ | |
ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν. | 499 | |
Mar4 | Ἀλλ’ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν. | |
Mar5 | Α. Πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ; Β. οὐδ’ εἶδον, εἰ μὴ ’́ναγχος ἑστῶτ’ ἐν ἀγορᾷ. Α. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι. | |
καί τοι τί παθὼν ἂν εἶδεν εἰ μὴ προυδίδου; | 500 | |
5 | Γ. ἠκούσατ’ ὦ συνήλικες ἐπ’ αὐτοφώρῳ Νικίαν εἰλημμένον; Β. ὑμεῖς γὰρ ὦ φρενοβλαβεῖς λάβοιτ’ ἂν ἄνδρ’ ἄριστον ἐν κακῷ τινι; | |
Mar6 | Ἄκουε νῦν Πείσανδρος ὡς ἀπόλλυται. | |
Β. ὁ στρεβλός; Α. οὐκ ἀλλ’ ὁ μέγας, οὑνοκίνδιος. | 501 | |
Mar7 | Ἀλλ’ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ | |
κοιὸν Χλόῃ Δήμητρι. | 502 | |
Mar13 | Νὼ γάρ, ἄνδρες, οὐχ ἱππεύομεν. | |
Mar15 | Κρούων γε μὴν αὐτὰς ἐωνούμην ἐγώ. | 505 |
Mar20 | Τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοὐβολοῦ. | |
Mar21 | Ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν. | |
Mar23 | Πότερ’ ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν; | 506 |
Mar25 | Περιήλθομεν καὶ φῦλον ἀμφορεαφόρων. | |
Noutit | ΝΟΥΜΗΝΙΑΙ. | |
Poltit | ΠΟΛΕΙΣ. | 507 |
Pol1 | Τῆνος αὕτη | |
πολλοὺς ἔχουσα σκορπίους ἔχεις τε συκοφάντας. | 508 | |
Pol2 | Αὕτη Χίος, καλὴ πόλις * * * πέμπει γὰρ ἡμῖν ναῦς μακρὰς ἄνδρας θ’ ὅταν δεήσῃ, καὶ τἄλλα πειθαρχεῖ καλῶς, ἄπληκτος ὥσπερ ἵππος. | |
Pol3 | Πεφυτευμένη δ’ αὕτη ’στὶν ἢ ψιλὴ μόνον; | 509 |
Pol5 | Ἡ δ’ ὑστάτη ποῦ ’σθ’; Β. ἥδε Κύζικος πλέα στατήρων. ἐν τῇδε τοίνυν τῇ πόλει φρουρῶν ἐγώ ποτ’ αὐτός γυναῖκ’ ἐκίνουν κολλύβου καὶ παῖδα καὶ γέροντα, κἀξῆν ὅλην τὴν ἡμέραν τὸν κύσθον ἐκκορίζειν. | |
Pol6 | Ὡς ὑμῖν πάντως ἐγώ ἀποκρινοῦμαι πρὸς τὰ [κακῶς μου] κατηγορούμενα. | |
Pol7 | Οὓς δ’ οὐκ ἂν εἵλεσθ’ οὐδ’ ἂν οἰνόπτας πρὸ τοῦ, νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις, πόλις, | |
ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς. | 510 | |
Pol8 | Συρακόσιος δ’ ἔοικεν, ἡνίκ’ ἂν λέγῃ, τοῖς κυνιδίοισι τοῖσιν ἐπὶ τῶν τειχίων· | |
ἀναβὰς γὰρ ἐπὶ τὸ βῆμ’ ὑλακτεῖ περιτρέχων. | 511 | |
Pol9 | Ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε; Β. ἔγωγε μίκρ’ ἄττ’ ὀρτύγια· κἄπειτα τί; | |
Pol10 | Κακὸς μὲν οὐκ ἦν, φιλοπότης δὲ κἀμελής, κἀνίοτ’ ἂν ἀπεκοιμᾶτ’ ἂν ἐν Λακεδαίμονι, | |
κἂν Ἐλπινίκην τήνδε καταλιπὼν μόνην. | 512 | |
Pol11 | Χἀμυνίας ἐκεῖνος ἀμέλει κλαύσεται, ὅτι ὢν ἄγροικος ἵσταται πρὸς τῷ μύρῳ, ὅτι θεῶν ἕνεκ’ ἔπλευσε κακὸς ὢν εἴσεται. | |
Pol12 | Οὐκ ἀργαλέα δῆτ’ ἐστὶ πάσχειν τοῦτ’ ἐμέ, | |
τὸν Λευκολοφίδου παῖδα τοῦ Πορθάονος; | 513 | |
Pol13 | Ἐξ Ἡρακλείας ἀργύριον ὑφείλετο. | |
Pol14 | Ἔστι δέ τις θήλεια Φιλόξενος ἐκ Λιομείων. | |
Pol15 | Ὡς αὖ τίν’ ἔλθω δῆτά σοι τῶν μάντεων; | |
πότερος ἀμείνων ἀμφοτέρων; ἢ Στιλβίδης; | 514 | |
Pol16 | Ἱερόκλεες βέλτιστε χρησμῳδῶν ἄναξ. | |
Pol17 | Καὶ τῷ Πυριλάμπους ἆρα Δήμῳ κυψέλη ἔνεστιν; | |
Pol18 | Ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ. | 515 |
Pol23 | Ὦ δέσποτα, καὶ τάδε νῦν ἄκουσον, ἃν λέγω σοι. | |
Pol24 | Ὃς τὴν Μαραθῶνι κατέλιφ’ ἡμῖν οὐσίαν. | 516 |
Pol25 | Τί δ’ ἔστ’ Ἀθηναίοισι πρᾶγμ’ ἀπώμοτον; | |
Pol26 | Ἣν οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγώ. | |
Pol27a | Ὡς μόλις ἀνήρρης’· οὐδέν ἐσμεν οἱ σαπροί. | 517 |
Pol27b | Οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλ’ ἁπλήγιος. | |
Pol28 | Ὁ Φιλῖνος οὗτος, τί ἄρα πρὸς ταύτην βλέπεις; οὐκ ἀπολιβάξεις εἰς ἀποικίαν τινά; | |
Pol30 | Ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. | 518 |
Pol31 | Ἐμοὶ γὰρ οὐκ ἔστ’ οὐδὲ λάσαν’ ὅπου χέσω. | |
Pol32 | Καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων. | |
Pol33 | Κακὰ τοιάδε | |
πάσχουσιν, οὐδὲ πρᾶσιν αἰτοῦσιν. | 519 | |
Pol35 | ἄνευ καλαθίσκων καὶ πόρων καὶ πηνίων. | |
Pol36 | Καρδόπους, κρατῆρας, ὀκτὼ δὲ χύτρας, δύο τρυβλίω, κνέφαλλά τε καὶ θέρμαυστριν, ἓξ θρόνους, χύτραν, | |
κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον. | 520 | |
Protit | ΠΡΟΣΠΑΛΤΙΟΙ. | |
Pro1 | Μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις ἦν. | |
Pro2 | Τὸ δεῖν’ ἀκούεις; Ἡράκλεις, τοῦτ’ ἔστι σοι τὸ σκῶμμ’ ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα | |
ψυχρόν. γελῶσιν, ὡς ὁρᾷς, τὰ παιδία. | 521 | |
Pro3 | Πάντα γὰρ τυχὼν ἄπει. | |
Pro4 | Τί κατακροᾶσθέ μου τὰ μουσοδονήματα; | 523 |
Pro5 | Ἢ πηλὸν ὀργάζειν τινά. | |
Taxtit | ΤΑΞΙΑΡΧΟΙ. | 524 |
Tax1 | ΦΟΡΜΙΩΝ. | |
1 | Οὐκοῦν περιγράψεις ὅσον ἐναριστᾶν κύκλον; ΔΙΟΝΥΣΟΣ. | |
2 | Τί δ’ ἔστιν; εἰς ὤμιλλαν ἀριστήσομεν; ἢ κόψομεν τὴν μᾶζαν ὥσπερ ὄρτυγα; | |
Tax2 | Δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας, | |
οἶνόν τε πίνειν Ναξίων ἀπ’ ἀμπέλων. | 525 | |
Tax3 | Ἐπιφαγεῖν μηδὲν ἄλλ’ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας. | |
Tax4 | Ὡς οὐκέτ’ ἄν | |
φύγοιμι * * στιβάδος ἐξ ὅτου ’́φαγον. | 526 | |
Tax5 | Οὐκ ἢν φυλάττῃ γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. | 528 |
Tax7 | Ἀντὶ ποικίλου πιναρὸν ἔχοντ’ ἀλουτίᾳ κάρα τε καὶ τρίβων’. ὅτ’ ἦν μέντοι νεώτερος, κρόκης πέντε στατῆρας εἶχε, ναὶ μὰ τὸν Δία, | |
5 | νῦν δὲ ῥύπου γε δύο τάλαντα ῥᾳδίως. | |
Tax8-9 | Ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον, | |
ὥσπερ λεχὼ στρατιῶτις ἐξ Ἰωνίας. | 529 | |
Tax11 | Ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν. | 530 |
Tax12 | Οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν | |
ἄγων ἀποκηρύξει τις ὅ τι ἂν ἀλφάνῃ; | 531 | |
Hybtit | ΥΒΡΙΣΤΟΔΙΚΑΙ. | |
Phitit | ΦΙΛΟΙ. | |
Phi2 | Οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φέρειν, | |
σχιστὰς ἐνεργεῖν. | 532 | |
Phi3 | Χῖος δεσπότην ὠνήσατο. | |
Phi4 | Οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν | |
τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. | 533 | |
Phi6 | Ῥέγκειν δὲ τοὺς ὅλμους * * οἴμοι τῶν κακῶν. | 534 |
Phi9 | Νὴ τὸν Ποσειδῶ, κοὐδέποτέ γ’ ἴσχει θύρα. | |
Chrtit | ΧΡΥΣΟΥΝ ΓΕΝΟΣ. | |
Chr1-3 | Ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ, ὡς εὐδαίμων πρότερόν τ’ ἦσθα νῦν τε μᾶλλον ἔσει. | |
2 | * * * * * Ἔδει πρῶτον μὲν ὑπάρχειν πάντων ἰσηγορίαν. | 535 |
3 | * * * * * Πῶς οὖν οὐκ ἄν τις ὁμιλῶν χαίροι τοιᾷδε πόλει, | |
5 | ἵν’ ἔξεστιν πάνυ λεπτῷ κακῷ τε τὴν ἰδέαν— | 536 |
Chr4 | Δωδέκατος ὁ τυφλός, τρίτος ὁ τὴν καλὴν ἔχων, ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα, πέμπτος δ’ ὁ πυρρός, ἕκτος ὁ διεστραμμένος· χοὗτοι μέν εἰς’ ἑκκαίδεκ’ εἰς Ἀρχέστρατον, | |
5 | ἐς τὸν δὲ φαλακρὸν ἑπτακαίδεκ’. Β. ἴσχε δή. | |
Α. ὄγδοος ὁ τὸ τριβώνιον ἔχων. | 537 | |
Chr5 | Λοιπὸς γὰρ οὐδείς· ἡ τροφαλὶς ἐκεινηΐ | |
ἐφ’ ὕδωρ βαδίζει σκῖρον ἠμφιεσμένη. | 538 | |
Chr6 | Ἔπειθ’ ὁ κουρεὺς τὰς μαχαιρίδας λαβών ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν. | |
Chr7 | Ἔπειτ’ εἴσειμ’ ἐνθάδε μείνας | |
εἰς ὤμιλλαν, κἂν μὴ μετίῃ. | 539 | |
Chr8-9 | Ὦλκαῖε Σικελιῶτα Πελοποννήσιε. Ὦ κατάλαβρ’ ὦ κιθαραοιδότατε. | |
Chr10 | Ὁρῶ. Β. θεῶ νῦν τήνδε Μαριανδυνίαν. | 540 |
Chr12 | Ἀτεχνῶς μὲν οὖν τὸ λεγόμενον σκύτη βλέπει. | |
Chr13 | Ἀλλ’ ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖν’ ἔχεις. | 541 |
Chr14 | Αὐτόματοι δ’ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. | |
Chr15 | Τί γάρ ἐστ’ ἐκεῖνος; Β. ἀποπάτημ’ ἀλώπεκος. | 542 |
Chr16 | Ἀριθμεῖν θεατὰς ψαμμακοσίους. | 543 |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | |
IFF1 | Ἀλλ’ ἀκούετ’ ὦ θεαταὶ τἀμὰ καὶ ξυνίετε ῥήματ’· εὐθὺς γὰρ πρὸς ὑμᾶς πρῶτον ἀπολογήσομαι, ὅ τι παθόντες τοὺς ξένους μὲν λέγετε ποιητὰς σοφούς, ἢν δέ τις τῶν ἐνθάδ’ αὐτοῦ μηδὲ ἓν χεῖρον φρονῶν | |
5 | ἐπιτιθῆται τῇ ποιήσει, πάνυ δοκεῖ κακῶς φρονεῖν, μαίνεταί τε καὶ παραρρεῖ τῶν φρενῶν τῷ σῷ λόγῳ. ἀλλ’ ἐμοὶ πείθεσθε, πάντως μεταβαλόντες τοὺς τρόπους, | |
μὴ φθονεῖθ’ ὅταν τις ἡμῶν μουσικῇ χαίρῃ νέων. | 546 | |
IFF2 | Μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην. πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι * * * * Α. * * * ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ ’πιπίνειν; Β. πολλήν γε λακκοπρωκτίαν ἐπίστας’ ἧμιν εὑρών. | |
5 | Α. εἶεν. τίς εἶπεν „ἁμίδα παῖ“ πρῶτος μεταξὺ πίνων; | |
Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου. | 547 | |
IFF3 | Ἄγε δὴ πότερα βούλεσθε τὴν νῦν διάθεσιν | |
ᾠδῆς ἀκούειν, ἢ τὸν ἀρχαῖον τρόπον; Β. Ἀμφότερ’ ἐρεῖς, ἐγὼ δ’ ἀκούσας τὸν τρόπον ὃν ἂν δοκῇ μοι βαστάσας αἱρήσομαι. | 548 | |
IFF4 | Ἦ πολλά γ’ ἐν μακρῷ χρόνῳ γίγνεται μεταλλαγῇ | |
πραγμάτων· μένει δὲ χρῆμ’ οὐδὲν ἐν ταὐτῷ ῥυθμῷ. | 549 | |
IFF5-6 | Περιῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα, καὶ τὸν λιβανωτόν, κεὐθὺ τῶν ἀρωμάτων, | |
καὶ περὶ τὰ γέλγη. | 550 | |
IFF7 | Ἤδη χορηγὸν πώποτε ῥυπαρώτερον τουδ’ εἶδες; * * θᾶττον ἂν τοῦ αἵματος ἢ χρημάτων οὗτός γε μεταδῴη τινί. | |
IFF8 | Τίς οὑξεγείρας μ’ ἐστίν; οἰμώξει μακρά, | |
ὁτιή μ’ ἀνίστης ὠμόϋπνον. | 551 | |
IFF9 | Δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν, [ᾄδων] | |
Στησιχόρου πρὸς τὴν λύραν, οἰνοχόην ἔκλεψεν. | 552 | |
IFF10 | Μισῶ δ’ ἐγὼ καὶ Σωκράτην, τὸν πτωχὸν ἀδολέσχην, ὃς τἄλλα μὲν πεφρόντικεν, ὁπόθεν δὲ καταφαγεῖν ἔχοι τούτου κατημέληκεν. | |
IFF11 | Ἀλλ’ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά. | 553 |
IFF12 | Οἷόν γέ πού ’στι γλῶσσα κἀνθρώπου λόγος. | |
IFF13 | Πόλιν γε θεοφιλεστάτην οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασιν. | |
IFF14-15 | Μὴ τρηχὺς ἴσθι. | |
Ὦ δαιμόνι’ ἀνδρῶν, μὴ φθονερὸν ἴσθ’ ἀνδρίον. | 554 | |
IFF16 | Κατ’ ἀντιβολίαν δέκα τάλαντ’ ἀπετισάμην. | |
IFF17 | Ἀλλ’ ὥσπερ ἵππῳ μοὐπιβαλεῖς τρυσίππιον. | |
IFF18 | Σὺ δὲ τὰ καλώδια | |
ταῦθ’ ἁρκυώρει. | 555 | |
IFF19 | Τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην. | |
IFF20 | Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα. | |
IFF21 | Πρῶτος γὰρ ἡμᾶς, ὦ Κλέων, | |
χαίρειν προσεῖπας πολλὰ λυπῶν τὴν πόλιν. | 556 | |
IFF22 | Συνέτυχεν ἐξιόντι μοι ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. | |
IFF23 | Ὡρᾳζομένη καὶ θρυπτομένη. | |
IFF24 | Καὶ γὰρ αἰσχρὸν ἀλογίου ’στ’ ὀφλεῖν. | 557 |
IFF25 | Ὥσπερ ἀνέμου ’ξαίφνης ἀσελγοῦς γενομένου. | |
IFF26 | Καὶ μὴ πονηρούς, ὦ πονήρα, προξένει. | |
IFF27 | Ἡρῷον εἴ πώς μοι κομίσαιο τοῦ Λύκου. | |
IFF28 | Ἐγὼ δ’ ἄδειπνος ἑσπέρας ηὐλιζόμην. | 558 |
IFF29 | Τῆ νῦν καταδέχεσθε τοὺς φακούς. | |
IFF30 | Οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα. | |
IFF31 | Εἰωθὸς τὸ κομμάτιον τοῦτο. | |
IFF32 | Ἀνερροθίαζε περὶ τὰ χείλη τῆς νεώς. | 559 |
IFF33 | Ὅταν δὲ δὴ πίνωσι τὴν ἐπιδέξια. | |
IFF34 | Οἴνου παρόντος ὄξος ἠράσθη πιεῖν. | |
IFF36 | Οὐ πάνυ ταχὺ | |
ῥίψας ἐμοὶ τοῦτ’ ἀναβαλεῖς τὸ κρητικόν; | 560 | |
IFF37 | Ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάβδα. | |
IFF38 | Ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς. | |
IFF39 | Γυνὴ μέλαιναν δέρριν ἠμφιεσμένη. | |
IFF40 | Εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ᾔθεος. | |
IFF41 | Ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες. | 561 |
IFF42 | Ὡς οἴχεται μὲν τυρὸς ἐξεγλυμμένος. | |
IFF43 | Αὐτοῦ δ’ ὄπισθεν κατέλαβεν τὸ κόντιλον. | |
IFF44 | Οὐδὲν κενὸν τρύπημ’ ἂν ἐν ταῖς οἰκίαις ἂν εὕροις. | 562 |
IFF45 | Βάπτειν τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ. | |
IFF46 | Ὥσπερ γὰρ εἰς ζητρεῖον ἐμπεσών. | |
IFF48 | Ῥαφανίδες ἄπλυτοι, σηπίαι, | |
δρυπεπεῖς τ’ ἐλᾶαι. | 563 | |
IFF49 | Ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ. | |
IFF50 | Καὶ μουσικὴ πρᾶγμ’ ἐστὶ βαθύ τι καὶ καμπύλον. | 564 |
IFF51 | Ὃς τὸν νεανίσκον συνὼν διέφθορεν. | |
IFF52 | Τὸ σῶμ’ ἔχουσι λεῖον ὥσπερ ἐγχέλεις. | |
IFF53 | Οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδ’ ἔγκαφος. | 565 |
IFF54 | Λυγίζεται καὶ συστρέφει τὸν αὐχένα. | |
IFF55 | Μάττει γὰρ ἤδη καὶ τὸ πῦρ ἐκκάεται. | |
IFF56 | Καὶ τοὺς περιπόλους ἀπιέν’ εἰς τὰ φρούρια. | |
IFF57 | Ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτταρα. | 566 |
IFF61 | Ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρ’ οὐ λέγεις. | 567 |
IFF62 | Παρὰ τῃδεδὶ σὺ τῇ σοβάδι κατηγάγου; | 568 |
IFF143 | * * * | |
1 | Ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται, οὔ ποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. Ἦ πολλάκις ἐννυχίαισιν φροντίσι συγγεγένημαι, | |
5 | καὶ διεζήτηχ’ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος· φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ’ ἀντιβολεῖν ἂν | |
7 | ὁμοίως· ἴθ’ ὦ ἄνα, πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ | |
8 | τραπέζῃ. Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον, | |
10 | καὶ μίαν λέξαι τιν’ αὐτῶν, ἥτις ἦν γεραιτέρα· οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει; φασὶν αἰτεῖσθαί τιν’ ἡμῶν ἑκατὸν εἰς Καλχηδόνα ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον· ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, | |
15 | καί τιν’ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει· ἀποτρόπαι’, οὐ δῆτ’ ἐμοῦ γ’ ἄρξει ποτ’, ἀλλ’ ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖς’ ἐνταῦθα καταγηράσομαι, οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ’, ὦ θεοί, εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. | |
20 | ἢν δ’ ἀρέσκῃ ταῦτ’ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ εἰς τὸ Θησεῖον πλεούσας ἢ ’πὶ τῶν σεμνῶν θεῶν. οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει. ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται, | |
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας. | 577 |