TLG 0460 001 :: EUPHRO :: Fragmenta

EUPHRO Comic.
(3 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 317–324.

frr. 1–12

Citation: Fragment — (line)

tit 1

ΑΔΕΛΦΟΙ

1

πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος.
5Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως· Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς· θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης. ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ. ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν,
10ἀπὸ συμβολῶν συνάγουσιν ἀρίστων πόρους. οὗτοι μετ’ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος, ὥστε μηδένα
15μισεῖν με διὰ τοῦτ’, ἀλλὰ πάντας λαμβάνειν. ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
ἴδιον ἐφεύρηκάς τι, καὶ τοῦτ’ ἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οιτινι οἱ πολλοὶ γέροντες, πλοῦν πολὺν πεπλευκότες,317
20λεπτὸν ἔριφον καὶ μικρόν. οὐκ ἦν ἐκφορὰ Λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας· τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων, καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν
25ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον. ‘οὐκ ἔχει νεφρόν‘ ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ. ἔθυσαν ἕτερον. τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντ’ ἐγώ.
30πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν λύκον διακενῆς σὺ μόνος εὕρηκας τέχνην. χορδῆς ὀβελίσκους ἡμέρας ζητουμένους δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας, καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες, ᾐσθόμην.
35ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον.318

tit 2

ΑΙΣΧΡΑ

2

Μίδας δὲ κεστρεύς ἐστι· νῆστις περιπατεῖ.319

tit 3

ΑΠΟΔΙΔΟΥΣΑ

3

ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν, τὸ τευτλίον δὲ σεῦτλα, φακέαν τὴν φακῆν, τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον. Β. ὥσπερ χρυσίου φωνῆς ἀπότισον, Πυργόθεμι, καταλλαγήν.

tit 4-5

ΔΙΔΥΜΟΙ

4

ὁ γὰρ τὸν ἴδιον οἰκονομῶν κακῶς βίον, πῶς οὗτος ἂν σώσειε τῶν ἔξω τινά;

5

ὦ Ζεῦ, τί ποθ’ ἡμῖν δοὺς χρόνον τοῦ ζῆν βραχὺν πλέκειν ἀλύπως τοῦτον ἡμᾶς οὐκ ἐᾷς;

tit 6

ΘΕΩΝ ΑΓΟΡΑ

6

καινοὺς πορίζου πρός με θεῶν θεούς,
ἵνα τοὺς παλαιοὺς μὴ ’πιορκῇς πολλάκις.320

tit 7

ΘΕΩΡΟΙ

7

λοβός τίς ἐστι καὶ ψύαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών—

tit 8

ΜΟΥΣΑΙ

8

Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας· ‘τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν;
5τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος, ἢ Φυρόμαχος, ἢ Νείλου βία;
ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ οὐδὲν μεταλάβοι.‘321

tit 9

ΠΑΡΑΔΙΔΟΜΕΝΗ

9

οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι, κἀσθίονθ’ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.

tit 10

ΣΥΝΕΦΗΒΟΙ

10

ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν, οὐδ’ ἃ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί·
5ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς ἁπλῶς, εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν,
10εἰς τοὺς γάμους, ἀνδροφόνον, ἂν τοῦτ’ αἰσθάνῃ. ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
15ἀπόλωλας. εἴσω πάραγε. καὶ γὰρ οὑτοσὶ
προσέρχεθ’ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.322

tit 11-12

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

11

ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου, ὃς ἀπὸ θαλάττης Νικομήδει δώδεκα ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου
5παρέθηκε νὴ Δί’ ὥστε πάντας ἀνακραγεῖν. Β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστί; Α. θήλειαν λαβὼν γογγυλίδα, ταύτην ἔτεμε λεπτὰ καὶ μακρά, τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος· ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
10δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω κόκκους μελαίνης τὸν ἀριθμὸν δώδεκα, περὶ τὴν Σκυθίαν ἔλυσε τὴν ἐπιθυμίαν. καὶ Νικομήδης, γογγυλίδα μασώμενος, ἀφύης τότ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον.
15οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει·
ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.323

12

οὐκ ἔστι μοιχοῦ μεῖζον οὐδὲ ἓν κακόν·
ἐν ταῖς γὰρ ἑτέρων βούλετ’ ἀτυχίαις τρυφᾶν.324