TLG 0458 002 :: EUBULUS :: Fragmenta

EUBULUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 203–205, 207–232, 234–255, 257–271.

Citation: Play — fragment — (line)

Agk

1

ΑΓΚΥΛΙΩΝ.

Agk

1-3

Καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια.
1* * * * Ἐξεπήδης’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
2* * * * Εἶεν, γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε.
5θήσω δὲ νικητήριον τρεῖς ταινίας
καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα.203

Agk

4

Ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.

Agch

tit

ΑΓΧΙΣΗΣ.204

Ama

tit

ΑΜΑΛΘΕΙΑ.

Ama

1

Θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
5βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα. ἃ δ’ εἴς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμήν καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην, κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα, ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δελφάκια
10ἁλίπαστα τρία.205

Ana

tit

ΑΝΑΣΩΖΟΜΕΝΟΙ.

Ana

1

Ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων
ἄθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν.207

Ant

tit

ΑΝΤΙΟΠΗ.

Ant

1

Πονεῖν μὲν ἄμμες καὶ φαγεῖν μὲν ἀνδρικοί καὶ καρτερῆμεν, τοὶ δ’ Ἀθηναῖοι λέγειν καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.

Ant

2

Ζῆθον μὲν ἐλθεῖν ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ· σὺ δ’ ὀξύπεινος· τὸν δὲ μουσικώτατον
5κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα. οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
κάπτοντες αὔρας ἐλπίδας σιτούμενοι.208

Ant

3

Καλλίστρατος τίς ἐστιν * * * οὗτος οὖν πυγὴν μεγάλην εἶχ’ ὦ Χαριάδη καὶ καλήν. Β. τοῦτον καταλεκτέ’ ἐστὶν ἐς τοὺς κόλλοπας
τοὺς ἐκδρομάδας.209

Ast

tit

ΑΣΤΥΤΟΙ.

Ast

1

Μὴ παρατίθει μοι θριδακίνας, ὦ γύναι, ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς ὁ λόγος, ποτέ τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
5ὥστ’ ἐστὶ νεκύων βρῶμα.210

Aug

tit

ΑΥΓΗ.

Aug

1

Τί, ὦ πόνηρ’, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλ’ οὐ βαδίζεις; τοῖς δὲ γενναίως πάλαι διεσπάρακται θερμὰ χηνίσκων μέλη, διερράχισται σεμνὰ δελφάκων κρέα,
5κατηλόηται γαστρὸς ἐν μέσῳ κύκλος, κατῃσίμωται πάντα τἀκροκώλια,
ἐνωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, παρεγκέκαπταί τ’ ἀρνί’ ἐννέ’ ἢ δέκα.211
10ὥστ’ εἴ τι βούλει τῶν λελειμμένων φαγεῖν, ἔπειγ’ ἔπειγε, μή ποθ’ ὡς λύκος χανών
καὶ τῶνδ’ ἁμαρτὼν ὕστερον συχνὸν δράμῃς.212

Bel

tit

ΒΕΛΛΕΡΟΦΟΝΤΗΣ.

Bel

1

Τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.

Gan

tit

ΓΑΝΥΜΗΔΗΣ.

Gan

1

Ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.213

Gan

2

Διπύρους τε θερμούς. Β. οἱ δίπυροι δ’ εἰσὶν τίνες; Α. ἄρτοι τρυφῶντες.

Glau

tit

ΓΛΑΥΚΟΣ.

Glau

1

Καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπόν, καὶ κάρδαμον Μιλήσιον, καὶ κρόμμυον Σαμοθρᾴκιον, καὶ καυλὸν ἐκ Καρχηδόνος, καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων,
5ὀρίγανόν τε Τενέδιον.214

Glau

2

Ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί’ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν,
ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.215

Dai

tit

ΔΑΙΔΑΛΟΣ.

Dai

1

Ἐθέλει δ’ ἄνευ μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.

Dam

tit

ΔΑΜΑΛΕΙΑ.

Dam

1

Καὶ πρός γε τούτοις ἀσκὸν εἰς μέσον * * καταθέντες εἰσάλλεσθε καὶ καχάζετε
ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος.216

Deu

tit

ΔΕΥΚΑΛΙΩΝ.

Deu

1

Ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.

Dio

tit

ΔΙΟΝΥΣΙΟΣ.

Dio

1

Ἀλλ’ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος, καὶ τοῖς κόλαξι πᾶσι τοῖς σκώπτουσί τε εἰς αὐτὸν εὐόργητος· ἡγεῖται δὲ δή
τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.217

Dio

2-3

Εὐριπίδου δ’ ἔσωσας ὡς ἴσασί σοι.
1* * * * Παρθενεύσεις ἕξεις μοι χάριν, καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασιν
τὰ σῖγμα συλλέξαντες, ὡς αὐτοὶ σοφοί.218

Dio

4

Χαἱ Προκλέους ἵπποι χλωρὰν ψαλάκανθαν ἔδουσιν.219

Dol

tit

ΔΟΛΩΝ.

Dol

1

Ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς, ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.

Dol

2

Διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε· καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.220

Eir

tit

ΕΙΡΗΝΗ.221

Eur

tit

ΕΥΡΩΠΗ.

Eur

1

Κτίζε Βοιωτῶν πόλιν ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας.

Ech

tit

ΗΧΩ.

Ech

1

Νύμφα δ’ ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτά λευκόχρως παρέσται, ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φῶς * * ἐναργές.

Ixi

tit

ΙΞΙΩΝ.

Ixi

1

Ἐν ταῖς γεννικαῖς εὐωχίαις ἀμύλων παρόντων ἐσθίους’ ἑκάστοτε ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
καὶ κάρδαμ’ ἐσκευασμένα.222

Ion

tit

ΙΩΝ.

Ion

1

Τρύβλια δὲ καὶ βατάνια καὶ κακκάβια καί λοπάδια καὶ πατάνια πυκινὰ ταρφέα κοὐδ’ ἂν λέγων λέξαιμι.

Ion

2

Μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν, αἵτε λιμνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαί
τεῦτλ’ ἀμπεχόμεναι.223

Ion

3

Οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος, ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγους’, ἐμπίμπλαται.

Kal

tit

ΚΑΛΑΘΗΦΟΡΟΙ.224

Kam

tit

ΚΑΜΠΥΛΙΩΝ.

Kam

1

Τήν τ’ εὐπρόσωπον λοπάδα τοῦ θαλαττίου γλαύκου φέρουσαν εὐγενέστερον * *
λάβρακά θ’ ἑφθὸν * * ἅλμῃ μίαν.225

Kam

2

Ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.

Kam

3

Τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ’ ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
5ἔστιν γὰρ οὔτε κοῦφος, οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ· πῶς ἂν οὖν ἔχοι πτερά
τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις.226

Kam

4

Ὡς δ’ ἐδείπνει κοσμίως, οὐχ ὥσπερ ἄλλαι, τῶν πράσων ποιούμεναι τολύπας, ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν
5ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία.227

Kam

5

Τραγημάτων δ’ ἔσθ’ ἡ τράπεζά σοι πλέα. Β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.

Kat

tit

ΚΑΤΑΚΟΛΛΩΜΕΝΟΣ.

Kat

1

Ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνάς καὶ βότρυς τρώγειν ἀνάγκαζ’ αὐτὸν ἐξ οἴνου συχνούς.

Kat

2

Καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.228

Kat

3

Ἀλλ’ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.

Ker

tit

ΚΕΡΚΩΠΕΣ.

Ker

1

Κόρινθον ἦλθον· ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων ὤκιμον διεφθάρην.
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.229

Ker

2

Μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην τήν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ οὐκ ἐστὶ μεῖζον ἀγαθόν· ὡς χεζητιῶν
5μακρὰν βαδίζων, πολλὰ δ’ ἐσθίων ἀνήρ, δάκνων τὰ χείλη, παγγέλοιός ἐστ’ ἰδεῖν.

Kor

tit

ΚΟΡΥΔΑΛΟΣ.

Kor

1

Ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα.230

Kyb

tit

ΚΥΒΕΥΤΑΙ.

Kyb

1

Ἄρτι μὲν μάλ’ ἀνδρικήν τῶν θηρικλείων ὑπεραφρίζουσαν παρά, κωθωνόχειλον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
5στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενος
εἷλκον Διὸς σωτῆρος.231

Kyb

2

Κεντρωτός, ἱερός, ἅρμ’ ὑπερβάλλον πόδας, κήρυνος, εὐδαίμων, κυνῶτας, ἄρτια, Λάκωνες, ἀντίτευχος, Ἀργεῖος, δάκνων, Τιμόκριτος, ἐλλείπων, πυαλίτης, ἐπίθετος,
5σφάλλων, ἀγύρτης, οἶστρος, ἀνακάμπτων, δορεύς,
Λάμπων, Κύκλωπες, ἐπιφέρων, Σόλων, Σίμων.232

Lak

tit

ΛΑΚΩΝΕΣ Η ΛΗΔΑ.

Lak

1

Πρὸς τούτοισιν δὲ παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων, χορδαί τ’ ἐρίφων, ἧπάρ τε κάπρου, κριοῦ τ’ ὄρχεις, χόλικές τε βοός,
5κρανία τ’ ἀρνῶν, νῆστίς τ’ ἐρίφου, γαστήρ τε λαγώ, φύσκη, χορδή, πνεύμων, ἀλλᾶς τε.

Lak

2

Οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου,
ἐγὼ δέ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.234

Lak

3

Ἀλλ’ ἠκούσαμεν καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς ὅς’ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.

Lak

4

Ὡσπερεὶ σπονδὴν διδούς
ἐν τῷ κυλικείῳ συντέτριφεν τὰ ποτήρια.235

Med

tit

ΜΗΔΕΙΑ.

Med

1

Τεῦτλ’ ἀμπεχομένης παρθένου Βοιωτίας Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.

Myl

tit

ΜΥΛΩΘΡΙΣ.

Myl

1

Καὶ πιεῖν χωρὶς μέτρῳ ὀξύβαφον εἰς τὸ κοινόν. εἶθ’ ὑπώμνυτο ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
τὸ δ’ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.236

Mys

tit

ΜΥΣΟΙ.

Mys

1

Σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνος πλησίον.

Nan

tit

ΝΑΝΝΙΟΝ.

Nan

1

Ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
5ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν κύπριν, αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.237
10Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.

Nau

tit

ΝΑΥΣΙΚΑΑ.

Nau

1

Ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται
νῆστιν πονήρου κεστρέως τρίβων βίον.238

Neo

tit

ΝΕΟΤΤΙΣ.

Neo

1

Μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί, ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο ἔχων φιάλιον· τῷ δὲ πολλὰ γίγνεται ὅμοια.

Xou

tit

ΞΟΥΘΟΣ.239

Ody

tit

ΟΔΥΣΣΕΥΣ Η ΠΑΝΟΠΤΑΙ.

Ody

1

Ὁ δ’ ἱερεὺς εὐηγορῶν ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ.

Oid

tit

ΟΙΔΙΠΟΥΣ.

Oid

1

Ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνήρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
5φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.240

Oin

tit

ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ.

Oin

1

Περιφοραῖς κυκλούμενος, ὥσπερ κυλιστὸς στέφανος.

Olb

tit

ΟΛΒΙΑ.

Olb

1

Ἐν τῷ γὰρ αὐτῷ πάνθ’ ὁμοῦ πωλήσεται ἐν ταῖς Ἀθήναις· σῦκα, κλητῆρες, βότρυς, γογγυλίδες, ἄπιοι, μῆλα, μάρτυρες, ῥόδα, μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, δίκαι,
5πῦος, πυριάτη, μύρτα, κληρωτήρια,
ὑάκινθος, ἄρνες, κλεψύδραι, νόμοι, γραφαί.241

Orth

tit

ΟΡΘΑΝΗΣ.

Orth

1

Πᾶσα δ’ εὔμορφος γυνή ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοποπανόθρεπτα μειρακύλλια· ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
5σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ. ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας, θερμῇ παροξύνουσα τηγάνων πνοῇ. ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
10ᾄσσει. μεμαγμένη δὲ Δήμητρος κόρη κοίλην φάραγγα δακτύλου πιάσματι σύρει, τριήρους ἐμβολὰς μιμουμένη,
δείπνου πρόδρομον ἄριστον.242

Orth

2

Δεινὸν μὲν ἰδόντα παριππεῦσαι Κυπρίους ἄρτους· μαγνῆτις γάρ
λίθος ὣς ἕλκει τοὺς πεινῶντας.243

Orth

3

Ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖσιν ἐχθρὸς Μυρτίλος.

Orth

4

Καρῖδα καθῆκα κάτω κἀνέσπας’ αὖθις.

Pam

tit

ΠΑΜΦΙΛΟΣ.

Pam

1-3

Ἐγὼ δέ, καὶ γὰρ ἔτυχεν ὂν κατ’ ἀντικρύ
τῆς οἰκίας καινὸν καπηλεῖον μέγα, ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα244
5ὀβολοῦ, παραθεῖναι θ’ ὡς μέγιστον κάνθαρον.
5 * * * * Ὁ δὲ κάνθαρος πάλαι κενὸς ὡς ξηραίνεται.
6 * * * * Ἅμα δὲ λαβοῦς’ ἠφάνικε πηλίκον τινά οἴεσθε μέγεθος, Ἀρεσία; μέγαν πάνυ, καὶ ξηρὸν ἐποίης’ εὐθέως τὸν κάνθαρον.

Pam

4

Πρῶτον μὲν αὐτοῦ παραλαβὼν τὼ χαλκίω τὸν ἰὸν ἐκ τῆς χειρὸς ἐξεσπόγγισεν.

Pan

tit

ΠΑΝΝΥΧΙΣ.

Pan

1

Φιλῳδοὺς κερμάτων παλευτρίας,
* * * πώλους Κύπριδος ἐξησκημένας, γυμνάς, ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας245
5Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρ’ ὧν βεβαίως ἀσφαλῶς τ’ ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.

Par

tit

ΠΑΡΜΕΝΙΣΚΟΣ.

Par

2

Ἀπὸ τῶν ἐκείνου καὶ τὰ κυντατώτατα.

Pla

tit

ΠΛΑΓΓΩΝ.246

Por

tit

ΠΟΡΝΟΒΟΣΚΟΣ.

Por

1

Τρέφει με Θετταλός τις, ἄνθρωπος βαρύς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.

Por

2

Οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά· παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.

Prok

tit

ΠΡΟΚΡΙΣ.

Prok

1

Οὐκοῦν ὑποστορεῖτε μαλακῶς τῷ κυνί; κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων ἐρίων, ἄνωθεν δ’ ἐπιβαλεῖτε ξυστίδα. Β. Ἄπολλον. Α. εἶτα χόνδρον αὐτῷ δεύσετε
5γάλακτι χηνός. Β. Ἡράκλεις. Α. καὶ τοὺς πόδας
ἀλείψατ’ αὐτοῦ τῷ Μεγαλλίῳ μύρῳ.247

Prok

2-3

Ἡμεῖς δ’ οὐδέπω δεδείπναμεν. Ὃν χρὴ δεδειπνάναι πάλαι.

Pros

tit

ΠΡΟΣΟΥΣΙΑ Η ΚΥΚΝΟΣ.

Pros

1

Ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.

Sem

tit

ΣΕΜΕΛΗ Η ΔΙΟΝΥΣΟΣ.

Sem

1

Τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι, τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε, τὸν τρίτον δ’ ὕπνου,248
5ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζους’. ὁ δὲ τέταρτος οὐκ ἔτι ἡμέτερός ἐστ’, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων· ὁ δ’ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς·
10δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ· πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθείς ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.

Sem

2

Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον.249

Sem

3

Πρῶτον μὲν ὅταν ἐμοί τι θύωσίν τινες, αἷμα, κύστιν, μὴ καρδίαν μηδ’ ἐπιπόλαιον. ἐγὼ γὰρ οὐκ ἐσθίω γλυκεῖαν οὐδὲ μηρία.

Ste

tit

ΣΤΕΦΑΝΟΠΩΛΙΔΕΣ.

Ste

1

Μὰ Δί’ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις, οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
5ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορούμεναι
εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.250

Ste

2

Ὦ μάκαρ ἥτις ἔχους’ ἐν δώματι * * στρούθιον ἀεροφόρητον λεπτότατον περὶ σῶμα συνίλλεσται τε ἡδυπότατον περὶ νυμφίον εὔτριχα,
5κισσὸς ὅπως καλάμῳ περιφύεται αὐξόμενος ἔαρος ὀλολυγόνος
ἔρωτι κατατετηκώς.251

Ste

3-4

Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις στέφανον πολυποίκιλον ἀνθέων, γρυπότατον, χαριέστατον, ὦ Ζεῦ. τί γάρ; αὐτὸν ἔχουσα φιλήσει.
4* * * *
5Στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους ἢ μυρτίνους ἢ τῶν διεξηνθισμένων; Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
τά γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.252

Ste

5

Εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.

Ste

6

Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.

Ste

7

Λῦε τἀλαβάστια θᾶττον σὺ καὶ τῇ σπαθίδι τὸν πώγωνά μου
καὶ τὴν ὑπήνην μύρισον.253

Ste

8

Εὔχρων τι κιλλόν, μανθάνεις; θερίστριον.

Sph

tit

ΣΦΙΓΓΟΚΑΡΙΩΝ.

Sph

1

Ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων. ἓν δ’ ἐστὶν καὶ πολλά, καὶ ἂν τρώσῃ τις ἄτρωτος.
5Β. τί ἐστὶ τοῦτο; Α. τί ἀπορεῖς; Β. Καλλίστρατος. Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὴ ληρεῖς ἔχων. Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος, λάλος, ἓν ὄνομα πολλοῖς, τρωτός, ἄτρωτος, δασύς, λεῖος· τί βούλει; πνευμάτων πολλῶν φύλαξ.
10Ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἰχνεύμων Αἰγύπτιος. τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων, πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
15ἔπειτ’ ἀφανίζει· διότι δ’ ἔστ’ ἀμφίστομος, κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνει. Οἶδ’ ἐγὼ ὃς νέος ὢν ἐστὶν βαρύς, ἂν δὲ γέρων ᾖ,
ἄπτερος ὢν κούφως πέτεται καὶ γῆν ἀφανίζει. πάππος ἀπ’ ἀκάνθης· οὗτος γάρ254
20νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι· ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. Ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός, εἰς πόδας ἐκ κεφαλῆς τετρημένον, ὀξὺ διαπρό,
25ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον· ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται.
αὐτὸ δ’ ἕκαστος ἔχων αὐτόν, καλέω δὲ φυλάττειν.255

Sph

2

Ἐν θαλάμῳ μαλακῶς κατακείμενον. ἐν δὲ κύκλῳ νιν παρθενικαὶ τρυφεραὶ χλανίσιν μαλακαῖς κατάθρυπτοι
τὸν πόδ’ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν.257

Sph

3

Νὴ τὸν Δί’ ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρώην σῦκα τῆς μεσημβρίας.

Titth

tit

ΤΙΤΘΑΙ.

Titth

1

Μὴ πολυτελῶς, ἀλλὰ καθαρείως ὅ τι ἂν ᾖ, ὁσίας ἕνεκα, σηπίδι’ ἢ τευθίδια, πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πῦον, λάβρακος κρανίον
5εὐμέγεθες.

Titth

2

Ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους, εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει· ᾔρετο τράπεζα. παρέκειθ’ ἅμα τετριμμένη
μᾶζα χαριτοβλέφαρος.258

Tita

tit

ΤΙΤΑΝΕΣ.

Tita

1

Προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι, πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.

Phoi

tit

ΦΟΙΝΙΞ.

Phoi

1

Καὶ γὰρ ὁ ταὧς διὰ τὸ σπάνιον θαυμάζεται.259

Cha

tit

ΧΑΡΙΤΕΣ.

Cha

1

Καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν ἄνθρωπον ἔστ’ ἄνθρωπον, ἂν ἔχῃ βίον, ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα, ἢ στρουθόν, ἢ πίθηκον, ἐπίβουλον κακόν.

Chr

tit

ΧΡΥΣΙΛΛΑ.

Chr

1-2

Κακὸς κακῶς ἀπόλοιθ’ ὅστις γυναῖκα δεύτερον ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς· ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
5ὁ δ’ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.
5* * * * Ὦ Ζεῦ πολυτίμητ’, εἶτ’ ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας; νὴ Δί’ ἀπολοίμην ἄρα, πάντων ἄριστον κτημάτων. εἰ δ’ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπεια δέ
10μέγα πρᾶγμ’. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακή·
Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία χρηστὴ τίς ἦν μέντοι, τίς; οἴμοι δείλαιος, ταχέως γέ μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,260
15τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.

Psa

tit

ΨΑΛΤΡΙΑ.

Psa

1

Τὰ κυλικεῖα δέ ἐξεῦρεν ἡμῖν.

IFF

tit

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

1

Εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι, μεγάλους, μᾶλλον δὲ τρεῖς.
5ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρὸς φίλου τινός εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἄν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ,
ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος· μακροτέρας δ’ οὔσης ἔτι261
10πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς· ἔπειτα φάναι, μικρὸν ὀψιαίτερον δι’ ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ.

IFF

2

Ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεί ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλ’ οὐδὲ μίαν ἄλλην ἑταίραν εἶδέ τις
5αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα,
πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες, εὐρυπρωκτότεροι πολύ τῆς πόλεος ἀπεχώρησαν, ἧς εἷλον τότε.262

IFF

3

Ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεί παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δέ μὴ τὸν παλαιὸν ἀλλὰ τὸν νεώτερον.

IFF

4

Θάσιον ἢ Χῖον λαβών ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.

IFF

5

Σίκων ἐγώ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. Β. πέπωκας οὗτος; Α. ναὶ μὰ Δία πέπωκ’ ἐγώ
Μενδαῖον.263

IFF

6

Οἶνον γάρ με Ψίθιον γεύσας ἡδὺν ἄκρατον, διψῶντα λαβών
ὄξει παίει πρὸς τὰ στήθη.264

IFF

7

Κνίδια κεράμια, Σικελὰ βατάνια, Μεγαρικὰ πιθάκνια.

IFF

8

Ὁ Λευκάδιος πάρεστι καὶ Μιλήσιος
οἰνίσκος οὔπω πότιμος.265

IFF

9

Γύναι, ῥάφανόν με νομίσας’ εἰς ἐμὲ σὺ τὴν κραιπάλην μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.

IFF

10

Ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν, ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν,
καὶ ἡμῶν δὲ πᾶσα δύναμις ὑδάτων ἄρδεται.266

IFF

12

Α. Θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί. Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγ’ ἄλλο τι.
Α. Σικελικὰ προσκεφάλαια πέντε.267

IFF

13

Φηγούς, κάρυα Καρύστια.

IFF

15a

Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον, ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην, πνίγειν τε παχέων ἀρνίων στηθύνια,
5τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις, ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια, πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς,
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.268

IFF

15b

Κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος τρίψας’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.

IFF

16

Οὗτοι ἀνιπτόποδες χαμαιευνάδες ἀερίοικοι, ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες, ὦ λοπαδάγχαι
λευκῶν ὑπογαστριδίων.269

IFF

17

Πολλοί, φυγόντες δεσπότας, ἐλεύθεροι ὄντες πάλιν ζητοῦσι τὴν αὐτὴν φάτνην.

IFF

18

Αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην
καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε.270

IFF

19

Ταῖς ξυστίσιν ταῖς χρυσοπάστοις στρώννυται.

IFF

20

καὶ μὴν οἴκαδε
* * πολλοσταῖος ἀποτρέχω, γύναι.271