TLG 0458 001 :: EUBULUS :: Fragmenta

EUBULUS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 164–214.

frr. 1–4, 6–21, 23–32, 34–39, 41–57, 60–122, 124–131, 133–134, 136–151 + tituli

Citation: Fragment — (line)

tit 1-4

ΑΓΚΥΛΙΩΝ164

1-2-3

καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια.
1. . . . . . . . . . . . ἐξεπήδης’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
2. . . . . . . . . . . . εἶεν, γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε.
5θήσω δὲ νικητήριον τρεῖς ταινίας καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα.

4

ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.

tit 5-6

ΑΓΧΙΣΗΣ

6

Παλλάδας165

tit 7-8

ΑΜΑΛΘΕΙΑ

7

θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
5βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα. ἃ δ’ εἴς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην, κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα, ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δελφάκια
10ἁλίπαστα τρία.

8

καὶ πρός γε τούτοις ἀσκὸν εἰς μέσον καταθέντες εἰσάλλεσθε καὶ καχάζετε
ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος.166

tit 9

ΑΝΑΣΩΙΖΟΜΕΝΟΙ

9

ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἅθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν.

tit 10-13

ΑΝΤΙΟΠΗ

10

Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ·
ὁ δ’ ὀξύπεινος· τὸν δὲ μουσικώτατον167
5κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα, οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι κάπτοντες αὔρας ἐλπίδας σιτούμενοι.

11

Καλλίστρατός τίς ἐστιν .... οὗτος οὖν πυγὴν μεγάλην εἶχ’, ὦ Χαριάδη, καὶ καλήν. Β. τοῦτον καταλεκτέ’ ἐστὶν ἐς τοὺς κόλλοπας
τοὺς ἐκδρομάδας.168

12

πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μέγ’ ἀνδρικοὶ καὶ καρτερεῖμεν, τοῖς δ’ Ἀθηναίοις λέγειν καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.

13

περὶ πρώτους ὕπνους

tit 14

ΑΣΤΥΤΟΙ

14

μὴ παρατίθει μοι θριδακίνας, ὦ γύναι, ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς ὁ λόγος, ποτὲ τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
5ὥστ’ ἐστὶ νεκύων βρῶμα.169

tit 15

ΑΥΓΗ

15

τί, ὦ πόνηρ’, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλ’ οὐ βαδίζεις; τοῖς δὲ γενναίως πάλαι διεσπάρακται θερμὰ χηνίσκων μέλη, διερράχισται σεμνὰ δελφάκων κρέα,
5κατηλόηται γαστρὸς ἐν μέσῳ κύκλος, κατῃσίμωται πάντα τἀκροκώλια, νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, παρεγκέκαπται κρανί’ ἐννέ’ ἢ δέκα.
10ὥστ’ εἴ τι βούλει τῶν λελειμμένων φαγεῖν, ἔπειγ’ ἔπειγε, μή ποθ’ ὡς λύκος χανὼν καὶ τῶνδ’ ἁμαρτὼν ὕστερον συχνὸν δράμῃς.

tit 16

ΒΕΛΛΕΡΟΦΟΝΤΗΣ170

16

τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.

tit 17-18

ΓΑΝΥΜΗΔΗΣ

17

ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.

18

δίπυρον

tit 19-20

ΓΛΑΥΚΟΣ

19

καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπόν, καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
Σαμοθρᾴκιον, καὶ καυλὸν ἐκ Καρχηδόνος, καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων,171
5ὀρίγανόν τε Τενέδιον.

20

ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί’ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.

tit 21-23

ΔΑΙΔΑΛΟΣ

21

ἐθέλει δ’ ἄνευ
μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.172

23

μήχι

tit 24

ΔΕΥΚΑΛΙΩΝ

24

ἡπάτια, νῆστις, πλεύμονες, μήτρα

tit 25-29

ΔΙΟΝΥΣΙΟΣ

25

ἀλλ’ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος, καὶ τοῖς κόλαξι πᾶσι τοῖς σκώπτουσί τε ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ
τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.173

26-27

Εὐριπίδου δ’ ἔσωσας ὡς ἴσασί σοι—
1. . . . . . . . . . . . [ὦ παρθέν’ εἰ σώσαιμί ς’, ἕξεις μοι χάριν;]
2. . . . . . . . . . . . . καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασιν τὰ σῖγμα συλλέξαντες, ὡς αὐτοὶ σοφοί.

28

χαἰ Προκλέους ἵπποι χλωρὰν ψαλάκανθαν ἔδουσιν.

29

κωφότερος κίχλης174

tit,ante 30

ΔΙΟΝΥΣΟΣ

tit 30-32

ΔΟΛΩΝ

30

ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς, ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.

31

διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε· καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.

32

πρὸς φθεῖρα κείρασθαι175

tit 33

ΕΙΡΗΝΗ

tit 34

ΕΥΡΩΠΗ

34

κτίζε Βοιωτῶν πόλιν ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας.

tit 35

ΗΧΩ

35

νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ λευκόχρως παρέσται, ἔγχελυς, ὦ μέγα μοι, μέγα σοι φῶς . . ἐναργές.

tit 36

ΙΞΙΩΝ

36

ἐν ταῖς γεννικαῖς εὐωχίαις ἀμύλων παρόντων ἐσθίους’ ἑκάστοτε ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
καὶ κάρδαμ’ ἐσκευασμένα.176

tit 37-39

ΙΩΝ

37

μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει ὑπογάστρι’ ὀπτῶν, αἵ τε λιμνοσώματοι Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ τεῦτλ’ ἀμπεχόμεναι.

38

τρύβλια δὲ καὶ βατάνια καὶ κακκάβια καὶ λοπάδια καὶ πατάνια πυκινὰ ταρφέα κοὐδ’ ἂν λέγων λέξαιμι.

39

οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος,
ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγους’, ἐμπίμπλαται.177

tit 40

ΚΑΛΑΘΗΦΟΡΟΙ

tit 41-46

ΚΑΜΠΥΛΙΩΝ

41

τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωθ’ ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
5ἔστιν γὰρ οὔτε κοῦφος, οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῆ πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις.

42

ὡς δ’ ἐδείπνει κοσμίως,
οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν178
5ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία.

43

ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν, ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.

44

τήν τ’ εὐπρόσωπον λοπάδα τοῦδε τοῦ θαλαττίου γλαύκου φέρουσαν εὐγενέστερον
λάβρακά θ’ ἑφθὸν . . . ἅλμῃ μίαν.179

45

τραγημάτων δ’ ἔσθ’ ἡ τράπεζά σοι πλέα. Β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.

46

ἀνιακκάς, περιμανώς, μανέρως

tit 47-52

ΚΑΤΑΚΟΛΛΩΜΕΝΟΣ

47

καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα

48

ἀλλ’ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.180

49

ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς καὶ βότρυς τρώγειν ἀνάγκαζ’ αὐτὸν ἐξ οἴνου συχνούς.

51

διατοιχεῖν ἔδει

52

τροποῦσθαι κώπην

tit 53-54

ΚΕΡΚΩΠΕΣ

53

μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην τήν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
οὐκ ἔστι μεῖζον ἀγαθόν· ὡς χεζητιῶν181
5μακρὰν βαδίζων, πολλὰ δ’ ἰδίων ἀνήρ, δάκνων τὰ χείλη, παγγέλοιός ἐστ’ ἰδεῖν.

54

Κόρινθον ἦλθον· ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων ὤκιμον διεφθάρην. κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.

tit,ante 55

ΚΛΕΨΥΔΡΑ

tit 55

ΚΟΡΥΔΑΛΛΟΣ

55

ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα.

tit 56-59

ΚΥΒΕΥΤΑΙ182

56

ἄρτι μὲν μάλ’ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν παρά, κωθωνόχειλον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
5στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι εἷλκον Διὸς σωτῆρος.

57

κεντρωτός, ἱερός, ἅρμ’ ὑπερβάλλον πόδας, κήρυνος, εὐδαίμων, κυνῶτες, ἄρτια, Λάκωνες, ἀντίτευχος, Ἀργεῖος, δάκνων, Τιμόκριτος, ἐλλείπων, πυαλίτης, ἐπίθετος,
5σφάλλων, ἀγύρτης, οἶστρος, ἀνακάμπτων, δορεύς,
λάμπων, Κύκλωπες, ἐπιφέρων, Σόλων, Σίμων.183

tit 60-63

ΛΑΚΩΝΕΣ Η ΛΗΔΑ

60

ἀλλ’ ἠκούσαμεν
καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς ὅς’ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.184

61

οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου, ἐγὼ δέ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.

62

ὡσπερεὶ σπονδὴν διδοὺς ἐν τῷ κυλικείῳ συντέτριφεν τὰ ποτήρια.

63

πρὸς τούτοισιν δὲ παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων, χορδαί τ’ ἐρίφων, ἧπάρ τε κάπρου, κριοῦ τ’ ὄρχεις, χόλικές τε βοός,
5κρανία τ’ ἀρνῶν, νῆστίς τ’ ἐρίφου, γαστήρ τε λαγώ, φύσκη, χορδή,
πνεύμων, ἀλλᾶς τε.185

tit 64

ΜΗΔΕΙΑ

64

τεῦτλ’ ἀμπεχομένης παρθένου Βοιωτίας Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.

tit 65

ΜΥΛΩΘΡΙΣ

65

καὶ πιεῖν χωρὶς μέτρῳ ὀξύβαφον εἰς τὸ κοινόν. εἶθ’ ὑπώμνυτο ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον, τὸ δ’ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.

tit 66

ΜΥΣΟΙ186

66

σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνος πλησίον—

tit 67

ΝΑΝΝΙΟΝ

67

ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
5ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας, μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν κύπριν, αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
10Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω,
ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.187

tit 68

ΝΑΥΣΙΚΑΑ

68

ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται νῆστιν πονήρου κεστρέως τρίβων βίον.

tit 69

ΝΕΟΤΤΙΣ

69

μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί· ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται ὅμοια.

tit 70

ΞΟΥΘΟΣ188

70

τί ποτ’ ἔσθ’ ἁπαξάπαντα διαπεπρισμένα ἡμίσε’ ἀκριβῶς ὡσπερεὶ τὰ σύμβολα;

tit 71

ΟΔΥΣΣΕΥΣ Η ΠΑΝΟΠΤΑΙ

71

ὁ δ’ ἱερεὺς εὐηγορῶν ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ.

tit 72

ΟΙΔΙΠΟΥΣ

72

ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
5φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.189

tit 73

ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ

73

περιφοραῖς κυκλούμενος, ὥσπερ κυλιστὸς στέφανος

tit 74

ΟΛΒΙΑ

74

ἐν τῷ γὰρ αὐτῷ πάνθ’ ὁμοῦ πωλήσεται ἐν ταῖς Ἀθήναις· σῦκα— Β. κλητῆρες Α. βότρυς, γογγυλίδες, ἄπιοι, μῆλα— Β. μάρτυρες Α. ῥόδα, μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι— Β. δίκαι
5Α. πυός, πυριάτη, μύρτα— Β. κληρωτήρια Α. ὑάκινθος, ἄρνες— Β. κλεψύδραι, νόμοι, γραφαί.

tit 75-79

ΟΡΘΑΝΗΣ

75

πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοπανόθρεπτα μειρακύλλια·
ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη190
5σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ἄπο ζυγοῦ. ῥιπὶς δ’ ἐγείρει σκύλακας Ἡφαίστου κύνας, θερμῇ παροξύνουσα τηγάνου πνοῇ. ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
10ᾄσσει. μεμαγμένη δὲ Δήμητρος κόρη κοίλην φάραγγα δακτύλου πιέσματι σύρει, τριήρους ἐμβολὰς μιμουμένη,
δείπνου πρόδρομον ἄριστον.191

76

ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖσιν ἐχθρός.

77

δεινὸν μὲν ἰδόντα παριππεῦσαι Κυπρίους ἄρτους· μαγνῆτις γὰρ λίθος ὣς ἕλκει τοὺς πεινῶντας.

78

καρῖδα καθῆκα κάτω κἀνέσπας’ αὖθις.

79

τοῦ κυάθου

tit 80-83

ΠΑΜΦΙΛΟΣ

80-81-82

ἐγὼ δέ, καὶ γὰρ ἔτυχεν ὂν κατ’ ἀντικρὺ τῆς οἰκίας καινὸν καπηλεῖον μέγα, ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
5ὀβολοῦ, παραθεῖναί θ’ ὡς μέγιστον κάνθαρον
5. . . . . . . . . . . . . . ὁ δὲ κάνθαρος πάλαι κενὸς ὡς ξηραίνεται
6. . . . . . . . . . . . . .
ἅμα δὲ λαβοῦς’ ἠφάνικε πηλίκον τινὰ οἴεσθε μέγεθος ἀρεσιαν; μέγαν πάνυ, καὶ ξηρὸν ἐποίης’ εὐθέως τὸν κάνθαρον.192

83

πρῶτον μὲν αὐτοῦ παραλαβὼν τὼ χαλκίω τὸν ἰὸν ἐκ τῆς χειρὸς ἐξεσπόγγισεν.

tit 84

ΠΑΝΝΥΧΙΣ

84

ἢ τὰς φιλῳδοὺς κερμάτων παλευτρίας οὐκ οἶσθα, πώλους Κύπριδος ἐξησκημένας, γυμνάς, ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
5Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρ’ ὧν βεβαίως ἀσφαλῶς τ’ ἔξεστί σοι
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.193

tit 85-86

ΠΑΡΜΕΝΙΣΚΟΣ

85

ἀπὸ τῶν ἐκείνου καὶ τὰ κυντατώτατα

86

τετορύνηκας

tit 87

ΠΛΑΓΓΩΝ

87

μετοίκιον

tit 88-89

ΠΟΡΝΟΒΟΣΚΟΣ

88

τρέφει με Θετταλός τις, ἄνθρωπος βαρύς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.194

89

οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά· παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.

tit 90-92

ΠΡΟΚΡΙΣ

90

οὔκουν ὑποστορεῖτε μαλακῶς τῷ κυνί; κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων ἐρίων, ἄνωθεν δ’ ἐπιβαλεῖτε ξυστίδα. Β. Ἄπολλον. Α. εἶτα χόνδρον αὐτῷ δεύσετε
5γάλακτι χηνός. Β. Ἡράκλεις. Α. καὶ τοὺς πόδας ἀλείψετ’ αὐτοῦ τῷ Μεγαλλείῳ μύρῳ.

91-92

ἡμεῖς δ’ οὐδέπω δεδείπναμεν.
1. . . . . .
ὃν χρὴ δεδειπνάναι πάλαι.195

tit 93

ΠΡΟΣΟΥΣΙΑ Η ΚΥΚΝΟΣ

93

ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.

tit 94-96

ΣΕΜΕΛΗ Η ΔΙΟΝΥΣΟΣ

94

τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι, τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε, τὸν τρίτον δ’ ὕπνου,
5ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζους’. ὁ δὲ τέταρτος οὐκ ἔτι ἡμέτερός ἐστ’, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων· ὁ δ’ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς·
10δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ· πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.196

95

πρῶτον μὲν ὅταν ἐμοί τι θύωσίν τινες, αἷμα, κύστιν, μὴ καρδίαν μηδ’ ἐπιπόλαιον. οὐκ ἐγὼ γὰρ ἐσθίω γλύκιον οὐδὲ μηρίαν.

96

Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον—197

tit 97

ΣΚΥΤΕΥΣ

97

κοχῶναι

tit 98-105

ΣΤΕΦΑΝΟΠΩΛΙΔΕΣ

98

μὰ Δί’ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις, οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
5ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.

99

στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους ἢ μυρτίνους ἢ τῶν διηνθημένων; Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
τά γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.198

100

λῦε τἀλαβάστια θᾶττον σὺ καὶ τῇ σπαθίδι τὸν πώγωνά μου καὶ τὴν ὑπήνην μύρισον.

101

εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.

102

Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη

103

εὔχρων τι κιλλόν, μανθάνεις, θερίστριον

104

ὦ μάκαρ ἥτις ἔχους’ ἐν δωματίῳ . . στρούθιον ἀεροφόρητον λεπτότατον περὶ σῶμα συνίλλεταί τε
ἡδυπότατον περὶ νυμφίον εὔτριχα199
5κισσὸς ὅπως καλάμῳ περιφύεται αὐξόμενος ἔαρος ὀλολυγόνος ἔρωτι κατατετηκώς.

105

Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις στέφανον πολυποίκιλον ἀνθέων, γρυπότατον, χαριέστατον, ὦ Ζεῦ.
τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει.200

tit 106-108

ΣΦΙΓΓΟΚΑΡΙΩΝ

106

νὴ τὸν Δί’ ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.

107

ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων. ἓν δ’ ἐστὶν καὶ πολλά, καὶ ἂν τρώσῃ τις ἄτρωτος.
5τί ἐστι τοῦτο; τί ἀπορεῖς; Β. Καλλίστρατος. Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὴ ληρεῖς ἔχων. Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος, λάλος, ἓν ὄνομα πολλοῖς, τρωτός, ἄτρωτος, δασύς, λεῖος· τί βούλει; πνευμάτων πολλῶν φύλαξ.
9. . . . . . . . . . . . . .
10ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἰχνεύμων Αἰγύπτιος. τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων, πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
15ἔπειτ’ ἀφανίζει· διότι δ’ ἔστ’ ἀμφίστομος; κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνει.
16. . . . . . . . . . . . . . οἶδ’ ἐγὼ ὃς νέος ὢν ἐστὶν βαρύς, ἂν δὲ γέρων ᾖ, ἄπτερος ὢν κούφως πέτεται καὶ γῆν ἀφανίζει. πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ
20νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι· ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὢν δήπουθεν, ὑπὸ τῶν παιδίων φυσώμενος.
22. . . . . . . . . . . . . . ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
εἰς πόδας ἐκ κεφαλῆς τετρημένον, ὀξὺ διαπρό,201
25ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον· ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται,
αὐτὸ δ’ ἕκαστος ἔχων αὐτόν, καλέω δὲ φυλάττειν.202

108

ἐν θαλάμῳ μαλακῶς κατακείμενον· ἐν δὲ κύκλῳ νιν παρθενικαὶ τρυφεραὶ χλανίσιν μαλακαῖς κατάθρυπτοι τὸν πόδ’ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν.

tit 109

ΤΙΤΑΝΕΣ

109

προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι,
πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.203

tit 110-113

ΤΙΤΘΑΙ

110

μὴ πολυτελῶς, ἀλλὰ καθαρείως ὅ τι ἂν ᾖ, ὁσίας ἕνεκα, σηπίδι’ ἢ τευθίδια, πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πυόν, λάβρακος κρανίον
5εὐμέγεθες.

111

καρῖδάς τε τῶν κυφῶν.

112

ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους, εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει· ᾔρετο τράπεζα. παρέκειθ’ ἅμα τετριμμένη μᾶζα χαριτοβλέφαρος.

113

μύστακα204

tit 114

ΦΟΙΝΙΞ

114

καὶ γὰρ ὁ ταὧς διὰ τὸ σπάνιον θαυμάζεται.

tit 115

ΧΑΡΙΤΕΣ

115

καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν ἄνθρωπόν ἐστ’ ἄνθρωπον, ἂν ἔχῃ βίον, ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα, ἢ στρουθόν, ἢ πίθηκον, ἐπίβουλον κακόν.

tit 116-117

ΧΡΥΣΙΛΛΑ

116-117

κακὸς κακῶς ἀπόλοιθ’ ὅστις γυναῖκα δεύτερος ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς· ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
5ὁ δ’ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος
5. . . . . . . . . . . . ὦ Ζεῦ πολυτίμητ’, εἶτ’ ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας; νὴ Δί’ ἀπολοίμην ἄρα, πάντων ἄριστον κτημάτων. εἰ δ’ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ γε
10μέγα πρᾶγμ’. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακή· Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως
Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία χρηστὴ τίς ἦν μέντοι, τίς; οἴμοι δείλαιος, ταχέως γέ μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,205
15τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.

tit 118

ΨΑΛΤΡΙΑ

118

τὰ κυλικεῖα δὲ ἐξεῦρεν ἡμῖν.

tit 119-149

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

119

εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι μεγάλους . . . . . . μᾶλλον δὲ τρεῖς.
5ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρὸς φίλου τινὸς εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος, μακροτέρας δ’ οὔσης ἔτι
10πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς, ἔπειτα φάναι, μικρὸν ὀψιαίτερον
δι’ ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ.206

120

ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλ’ οὐδὲ μίαν ἄλλην ἑταίραν εἶδέ τις
5αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα. πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν, ἧς εἷλον τότε.207

121-122

Α. θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί. Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγ’ ἄλλο τι. Α. Σικελικὰ προσκεφάλαια πέντε. (Β. πέντ’, ἰδού. Α. καὶ πέντε τρίποδας.) Β. τρίποδες οὗτοι πέντε σοι.
5Α. καὶ πέντε— Β. πεντηκοστολόγος γενήσομαι.208

124-125

Θάσιον ἢ Χῖον λαβὼν ἢ Λέσβιον γέροντα νεκταροσταγῆ. Β. ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
5μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.

126

Σίκων ἐγὼ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. Β. πέπωκας οὗτος; Α. ναὶ μὰ Δία, πέπωκ’ ἐγὼ Μενδαῖον.

127

γύναι, ῥάφανόν με νομίσας’ εἰς ἐμὲ σὺ τὴν κραιπάλην
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.209

128

κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος τρίψας’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.

129

πολλοί, φυγόντες δεσπότας, ἐλεύθεροι ὄντες πάλιν ζητοῦσι τὴν αὐτὴν φάτνην.

130

αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε.

131

ὁ Λευκάδιος πάρεστι καὶ μιλίττιος
οἰνίσκος οὔπω πότιμος.210

133

καὶ μὴν οἴκαδε πολλοστιαῖος ἀποτρέχω, γύναι.

134

ταῖς ξυστίσιν ταῖς χρυσοπάστοις στόρνυται.

136

ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον.211

137

φηγούς, κάρυα Καρύστια

138

οἶνον γάρ με ψίθιον γεύσας ἡδὺν ἄκρατον, διψῶντα λαβὼν ὄξει παίει πρὸς τὰ στήθη.

139

οὗτοι ἀνιπτόποδες χαμαιευνάδες ἀερίοικοι, ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες, ὦ λοπαδάγχαι λευκῶν ὑπογαστριδίων.

140

προανάσυρμα παρθένου212

141

ἀπορησία

142

γλωττοκομεῖον

143

δεδιυῖα

144

εὐκερματεῖν

145

ἱστόπους

146

νωδός

147

σικύαν

148

Στήνια213

149

τοκάδα

tit 150-154

ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ

150

Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον, ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην, πνίγειν τε παχέων ἀρνίων στηθύνια,
5τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις, ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια, πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς, πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.

151

ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν, ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν,
[καὶ] ἡμῶν δὲ πᾶσα δύναμις ὑδάτων ἄρδεται.214