TLG 0455 002 :: ERIPHUS :: Fragmenta

ERIPHUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 556–559.

Citation: Play — fragment — (line)

Aio

tit

ΑΙΟΛΟΣ.

Aio

1

Λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων. οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐ θέλοντας.

Mel

tit

ΜΕΛΙΒΟΙΑ.

Mel

1

Καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν, ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε παρθένε τὰ μῆλα. Β. καλάγε. Α. καλὰ δῆτ’ ὦ θεοί. νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον
5εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
Β. παρ’ Ἑσπερίδων ᾤμην γε. Γ. νὴ τὴν Ἄρτεμιν, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι. Β. τρία μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ,556
10τίθημι. λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι. Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Β. βέρβεια πολυτίμητε. κᾆτα τρεῖς μόνας καὶ τάσδ’ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.

Mel

2

Ὠιὰ λευκά γε καὶ μεγάλα· χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ.
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.557

Mel

3

Ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος, οὐδὲ κρανίον λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.

Mel

4

Ἐκπεπίῃ δέκας πρὶν ἀγαθοῦ πρῶτον δαίμονος λαβεῖν,
πρὶν Διὸς σωτῆρος.558

Pel

tit

ΠΕΛΤΑΣΤΗΣ.

Pel

1

Τάδ’ οὐ Κόρινθος οὔτε Λαΐς, ὦ Σύρε, οὐδ’ εὐτραπέζων Θετταλῶν ξένων τροφαί,
ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίγνετο.559