TLG 0455 001 :: ERIPHUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 428–430. frr. 1–7 Citation: Fragment — (line) | ||
tit 1 | ΑΙΟΛΟΣ | |
1 | λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων. οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐ θέλοντας. | |
tit 2-5 | ΜΕΛΙΒΟΙΑ | 428 |
2 | [καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους.] ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ’, ὦ θεοί. νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον | |
5 | εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. Β. παρ’ Ἑσπερίδων, ᾤμην γε. Α. νὴ τὴν Ἄρτεμιν, φασὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι. Β. τρία μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ, | |
---|---|---|
10 | τίθημι. λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι. Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Β. βέρβεια πολυτίμητε. κᾆτα τρεῖς μόνας καὶ τάσδ’ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας. | |
3 | ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι ὑπογάστριον θύννακος, οὐδὲ κρανίον λάβρακος, οὐδὲ γόγγρον, οὐδὲ σηπίας, | |
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς. | 429 | |
4 | ἐκπεπήδηκας πρὶν ἀγαθοῦ πρῶτα δαίμονος λαβεῖν, πρὶν Διὸς σωτῆρος. | |
5 | ᾑματῶσθαι | |
tit 6 | ΠΕΛΤΑΣΤΗΣ | |
6 | τάδ’ οὐ Κόρινθος οὐδὲ Λαΐς, ὦ Σύρε, οὐδ’ εὐτραπέζων Θετταλῶν ξένων τροφαί, ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο. | |
tit 7 | ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ | |
7 | ᾠά. Β. λευκά γε καὶ μεγάλα· χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ. | |
Α. οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν. | 430 |