TLG 0454 002 :: EPINICUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Mnetit | ΜΝΗΣΙΠΤΟΛΕΜΟΣ. | |
Mne1 | Ἐπ’ ἀλφίτου πίνοντα τοῦ θέρους ποτέ ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ’ εὐτελές, | |
5 | σεμνὸν δύναται τοῦθ’ ἡ δύναμις ἡ ’μὴ ποιεῖν. „γέροντα Θάσιον τόν τε γῆς ἀπ’ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκύν, συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν | |
---|---|---|
10 | κατῃσίμωκα πῶμα, καύματος λύσιν.“ | 505 |
Hypotit | ΥΠΟΒΑΛΛΟΜΕΝΑΙ. | |
Hypo1 | Καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν κρουνιζόμενον. ἀμφότερα δ’ οἰωνίζομαι· ἔστι δ’ ἐλέφας. Β. ἐλέφαντα περιάγει; Α. ῥυτόν | |
5 | χωροῦν δύο χόας· οὐδ’ ἂν ἐλέφας ἐκπίοι. ἐγὼ δὲ τοῦτο γ’ ἐκπέπωκα πολλάκις. Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ. Α. ἕτερον τριήρης· τοῦτ’ ἴσως χωρεῖ χόα. | |
8 | * * * * Β. ὁ Βελλεροφόντης ἔστιν ἀπὸ τοῦ Πηγάσου | |
10 | τὴν πύρπνοον χίμαιραν εἰσηκοντικώς. | |
Α. εἶεν. δέχου καὶ τοῦτο. | 506 |