TLG 0451 002 :: EPICRATES :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Amatit | ΑΜΑΖΟΝΕΣ. | |
Ama1 | Δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι. | |
Anttit | ΑΝΤΙΛΑΙΣ. | |
Ant1-2 | Τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, * * * Διὸς νόμον· αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον. | |
4 | * * * * | |
---|---|---|
5 | Αὕτη δὲ Λαῒς ἀργός ἐστι καὶ πότις, τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον· πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι, ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγώς | |
10 | μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος· | |
ὅταν δὲ γηράσκωσιν ἤδη τότε . . ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας. καὶ Λαῒς ὀρθῶς γοῦν νομίζοιτ’ ἂν τέρας· | 365 | |
15 | αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν. ἐπεὶ δὲ δόλιχον τοῖς ἔτεσιν ἤδη τρέχει, τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, | |
20 | ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστι καὶ πτύσαι· ἐξέρχεταί τε πανταχός’ ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν, ὥστ’, ὦ φίλταται, | |
25 | τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. | 366 |
Ant3 | Τἀρωτίκ’ ἐκμεμάθηκα ταῦτα παντελῶς | |
Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου. | 367 | |
Dystit | ΔΥΣΠΡΑΤΟΣ. | |
Dys1 | Τί γάρ ἔχθιον ἢ „παῖ παῖ“ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί, ἢ τὴν ἁμίδα φέρειν, ὁρᾶν τε κείμενα | |
5 | ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ, γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ | |
ἡμῶν τι τούτων. | 368 | |
Emptit | ΕΜΠΟΡΟΣ. | |
Emp1 | Ἐπὶ τοῖσδ’ ἐγώ μάγειρος. οὔτε Σικελία καυχήσεται τρέφειν τοιοῦτον ἄρταμον κατ’ ἰχθύων, οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα | |
5 | κάλλιστ’ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα. | |
Chotit | ΧΟΡΟΣ. | |
Cho1 | Τελέως μ’ ὑπῆλθεν ἡ κατάρατος μαστροπός, ἐπομνύουσα τὰν Κόραν, τὰν Ἄρτεμιν, τὰν Φερσέφατταν, ὡς δάμαλις, ὡς παρθένος, | |
ὡς πῶλος ἀδμής· ἡ δ’ ἄρ’ ἦν μυωνία. | 369 | |
EFItit | EX FABULIS INCERTIS. | |
EFI1 | Α. Τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος, πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος | |
5 | διερευνᾶται παρὰ τοῖσιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδώς ἥκεις, λέξον, πρὸς γᾶς * * Β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς· Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην | |
10 | μειρακίων ἐν γυμνασίοις Ἀκαδημίας ἤκουσα λόγων ἀφάτων ἀτόπων· περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον | |
15 | δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους | |
εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι. | 370 | |
20 | Β. πρώτιστα μὲν οὖν πάντες ἀναυδεῖς τότ’ ἐπέστησαν, καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτ’ ἐξαίφνης ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων | |
25 | λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος. ταῦτα δ’ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς καπέπαρδ’ αὐτῶν ὡς ληρούντων. | |
30 | Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τ’ ἐβόησαν· τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαυτί ποιεῖν ἀπρεπές. Β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις· | |
35 | ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς πάλιν * * ἀφορίζεσθαι τίνος ἐστὶ γένους· | |
οἱ δὲ διῄρουν. | 371 | |
EFI2 | Κατάβαλλε τἀκάτια, καὶ κυλίκια αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν τ’ ἐπουρίσας πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποιοῦ, | |
5 | καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα. | 372 |