TLG 0451 001 :: EPICRATES :: Fragmenta

EPICRATES Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 282–288.

frr. 1–12 + tituli

Citation: Fragment — (line)

tit 1

ΑΜΑΖΟΝΕΣ

1

δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι.

tit,ante 2

ΑΝΤΕΡΩΣ

tit 2-4

ΑΝΤΙΛΛΙΣ

2-3

τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, . . . . . . . . Διὸς νόμον· αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον
4. . . . . . . . . . . .
5αὕτη δὲ Λαῒς ἀργός ἐστι καὶ πότις, τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
μόνον· πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι, ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς282
10μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος· ὅταν δὲ γηράσκωσιν ἤδη τότε (θεῶν) ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας. καὶ Λαῒς ὀρθῶς γοῦν νομίζοιτ’ ἂν τέρας·
15αὕτη γὰρ οὖν ὁπότ’ ἦν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν. ἐπεὶ δὲ δόλιχον τοῖς ἔτεσιν ἤδη τρέχει, τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
20ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστι καὶ πτύσαι· ἐξέρχεταί τε πανταχός’ ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν, ὥστ’, ὦ φίλτατε,
25τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.283

4

τἀρωτίκ’ ἐκμεμάθηκα ταῦτα παντελῶς Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.

tit 5

ΔΥΣΠΡΑΤΟΣ

5

τί γὰρ ἔχθιον ἢ ‘παῖ παῖ‘ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί, ἢ τὴν ἀμίδα φέρειν, ὁρᾶν τε κείμενα
5ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ, γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ ἡμῶν τι τούτων.

tit 6

ΕΜΠΟΡΟΣ

6

ἐπὶ τοῖς δ’ ἐγὼ μάγειρος. οὔτε Σικελία καυχήσεται
τρέφειν τοιοῦτον ἄρταμον κατ’ ἰχθύων, οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα284
5κάλλιστ’ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα.

tit 7-8

ΤΡΙΟΔΟΥΣ Η ΡΩΠΟΠΩΛΗΣ

7-8

λαβὲ τριόδοντα καὶ λυχνοῦχον
1. . . . . . . . . . ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά, σιδηρότευκτον ἐναλίων θηρῶν βέλος, κερατίνου τε φωσφόρου λύχνου σέλας.

tit 9

ΧΟΡΟΣ

9

τελέως μ’ ὑπῆλθεν ἡ κατάρατος μαστροπός, ἐπομνύουσα τὰν Κόραν, τὰν Ἄρτεμιν, τὰν Φερρέφατταν, ὡς δάμαλις, ὡς παρθένος, ὡς πῶλος ἀδμής· ἡ δ’ ἄρ’ ἦν μυωνιὰ
5ὅλη.285

tit,ante 10

ΩΙΟΝ

tit 10-11

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

10

κατάβαλλε τἀκάτια, καὶ κυλίκια αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου ἄνελκε τὴν γραῦν, τὴν νέαν τ’ ἐπουρίσας πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποιοῦ,
5καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.286

11

τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος, πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος
5διερευνᾶται παρὰ τοῖσιν; τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον πρὸς γᾶς. Β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς· Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
10μειρακίων ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων ἀτόπων· περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον
15δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
20Β. πρώτιστα μὲν οὖν πάντες ἀναυδεῖς τότ’ ἐπέστησαν, καὶ κύψαντες χρόνον οὐκ ὀλίγον διεφρόντιζον. κᾆτ’ ἐξαίφνης ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων
25λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος. ταῦτα δ’ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρδ’ αὐτῶν ὡς ληρούντων.
30Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τ’ ἐβόησαν· τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαυτὶ ποιεῖν ἀπρεπές.
Β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις·287
35ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως, οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς πάλιν . . . ἀφορίζεσθαι τίνος ἐστὶ γένους· οἱ δὲ διῄρουν.

tit 12

ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ

12

πρωτόβαθρον288