TLG 0450 002 :: EPHIPPUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Arttit | ΑΡΤΕΜΙΣ. | |
Art1 | Παρ’ Ἀλεξάνδρου δ’ ἐκ Θετταλίας κόλλικα φαγὼν κρίβανος ἄρτων. | |
Boutit | ΒΟΥΣΙΡΙΣ. | |
Bou1 | ΗΡ. Οὐκ οἶσθά μ’ ὄντα πρὸς θεῶν Τιρύνθιον Ἀργεῖον, οἳ μεθύοντες ἀεὶ τὰς μάχας | |
πάσας μάχονται; Β. τοιγαροῦν φεύγους’ ἀεί. | 322 | |
Gertit | ΓΗΡΥΟΝΗΣ. | |
Ger1 | Τούτῳ δ’ ὁπόταν ναέται χώρας ἰχθύν τιν’ ἕλως’ οὐχ ἡμέριον, τῆς περικλύστου δ’ ἁλίας Κρήτης μείζω μεγέθει, λοπάς ἐστ’ αὐτῷ | |
5 | δυνατὴ τούτους χωρεῖν ἑκατόν. καὶ περιοίκους εἶναι ταύτης Ἰνδούς, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δ’ ὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ | |
---|---|---|
10 | τὸν μέγαν ἰχθύν, καὶ προσάγοντας, καθόσον πόλεως ἕστηκεν ὅρος, τοὺς δ’ ὑποκάειν. λίμνην δ’ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν | |
15 | μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν· περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντασκάλμους, περιαγγέλλειν τ’ οὐχ ὑποκάειν Λυκίων πρυτάνεις. Β. ψυχρὸν τουτὶ | |
20 | παύου φυσῶν, Μακεδὼν ἄρχων· | |
σβέννυ Κελτούς, μὴ προσκαύσῃς. | 323 | |
Ger2 | Ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν; οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας, Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται | |
5 | ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους, ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην, πνίγειν τε παχέων ἀρνίων στηθύνια, τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις, κοινῇ τε χναύειν τευθίσιν σηπίδια, | |
10 | πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρόφως, | |
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. | 325 | |
Ger3 | Καὶ συναγώγιμον συμπόσιον ἐπιπληροῦσιν. | |
Emptit | ΕΜΠΟΛΗ. | |
Emp1 | Ἔπειτά γ’ εἰσιόντ’, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως, ἐφίλησεν, οὐχὶ συμπιέσασα τὸ στόμα, ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις | |
5 | χαυνοῦς’ ὁμοίως ἧσε, παρεμυθήσατο, ἐποίησέ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν | |
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων. | 326 | |
Emp2 | Κοινωνεῖ γάρ, ὦ μειράκιον, ἡ ἐν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις· ὅταν γὰρ εὖ συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον, | |
5 | τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται. | |
Ephtit | ΕΦΗΒΟΙ. | |
Eph1 | Χόνδρος μετὰ ταῦτ’ εἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, | |
ἴτρια τραγήμαθ’ ἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη. πάντα ταῦτ’ ἐχναύομεν. | 327 | |
5 | ἐμασώμεθ’ οὕτως ἀνδρικῶς ὅς’ εἴχομεν· καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν. | |
Eph2 | Οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει; | |
οὐ κυμβίοισι πεπολέμηκ’ Εὐριπίδης; | 328 | |
Eph3 | Φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. | |
Kirtit | ΚΙΡΚΗ. | |
Kir1 | Οἶνον πίοις ἂν ἀσφαλέστερον πολύ ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα. Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίει; τί φῄς; | |
Kydtit | ΚΥΔΩΝ. | |
Kyd1 | Θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, | |
ῥίνης, γόγγρου, κέφαλος, πέρκη, σαῦρος, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, φάγρος, μύλλος, λεβίας, | 329 | |
5 | σπάρος, αἰολίας, θρίττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφῶς, κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς. | |
Kyd2 | Καὶ μετὰ δεῖπνον κόκκος * * ἐρέβινθος * * * κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βράχος, βρυγμός, | |
5 | μνοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, | |
Διὸς ἐγκέφαλος. | 330 | |
Nautit | ΝΑΥΑΓΟΣ. | |
Nau1 | Ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας, τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καί Βρυσωνοθρασυμαχειοληψικερμάτων πληγεὶς ἀνάγκῃ, ληψιλογομίσθῳ τέχνῃ | |
5 | συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα, εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρόν, κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν, | |
10 | ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ, | |
ἔλεξεν „Ἄνδρες τῆς Ἀθηναίων χθονός.“ | 332 | |
Homtit | ΟΜΟΙΟΙ Η ΟΒΕΛΙΑΦΟΡΟΙ. | |
Hom1 | Ἀλλ’ ἀγόρασον εὐτελῶς· ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε δή ποτε. Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως ὅ τι ἂν ᾖ, ὁσίας ἕνεκ’, ἀρκεῖ τευθίδι’ ἣ σηπίδια· | |
5 | κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει ἢ δύ’ ἐπὶ τὴν τράπεζαν. ἐγχελύδια Θήβηθεν ἐνίοτ’ ἔρχεται, τούτων λαβέ. ἀλεκτρυόνιον, φάττιον, περδίκιον, τοιαῦτα. δασύπους ἂν ἐπέλθῃ τις, φέρε. | |
10 | Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής. πάντως κρέ’ ἡμῖν ἐστί. Β. πότερ’ ἔπεμψέ τις; Α. οὐκ ἀλλ’ ἔθυσεν ἡ γυνή. Β. τὸ μοσχίον | |
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. | 334 | |
Hom2 | Διονυσίου δ’ εἰ δράματ’ ἐκμαθεῖν δέοι, καὶ Δημοφῶντος ἅττ’ ἐποίησεν εἰς Κότυν, ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι, Λάχητί τ’ οἰκήσαιμι τὴν ἑξῆς θύραν, | |
5 | κυμβία τε παρέχοιμ’ ἑστιῶν Εὐριπίδῃ. | 335 |
Peltit | ΠΕΛΤΑΣΤΗΣ. | |
Pel1 | Τοιαῦθ’ ὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γιγνώσκων ψήφων ἀριθμούς, | |
σεμνὸς σεμνῶς χλανίδ’ ἕλκων. | 336 | |
Pel2 | Οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός; Νικόστρατος δ’ Ἁργεῖος ἕτερος Ἡρακλῆς; | |
Pel3 | Ἔνθ’ ὄνων ἵππων στάσεις | |
καὶ γεύματ’ οἴνων. | 337 | |
Saptit | ΣΑΠΦΩ. | |
Sap1 | Ὅταν γὰρ ὢν νέος ἀλλότριον ἐλθὼν ὄψον ἐσθίειν μάθῃ, ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον. | |
Phitit | ΦΙΛΥΡΑ. | |
Phi1 | Πότερον ἐγώ τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φῄς; | |
ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς. | 338 | |
Phi2 | Παππία, βούλει δραμών εἰς τὴν ἀγορὰν καταγοράσαι μοι; Β. φράζε τί. Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ. μή μοι βρέφη. Β. οὐκ οἶσθ’ ὁτιὴ τἀργύριόν ἐστ’ ἰσάργυρον; | |
Phi3 | Ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα, ἐπαρίστερ’ ἐν τῷ στόματι τὴν γλῶτταν φορεῖς. | |
Eiftit | EX INCERTIS FABULIS. | |
Eif1-2 | Φιλῶ γε Πράμνιον οἶνον Λέσβιον. Πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται | |
ἄγαν. | 339 | |
Eif3 | Κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριά τ’ οἴνου μικρὰ τοῦ φοινικίνου, ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια. | |
Eif4 | Οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν. Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν. | |
Eif5 | Ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε. | 340 |