TLG 0450 001 :: EPHIPPUS :: Fragmenta

EPHIPPUS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 250–264.

frr. 1–29

Citation: Fragment — (line)

tit 1

ΑΡΤΕΜΙΣ

1

παρ’ Ἀλεξάνδρου δ’ ἐκ Θετταλίας
κολλικοφάγου κρίβανος ἄρτων.250

tit 2

ΒΟΥΣΙΡΙΣ

2

ΗΡ. οὐκ οἶσθά μ’ ὄντα πρὸς θεῶν Τιρύνθιον Ἀργεῖον, οἳ μεθύοντες ἀεὶ τὰς μάχας πάσας μάχονται; Β. τοιγαροῦν φεύγους’ ἀεί.

tit 3-5

ΓΗΡΥΟΝΗΣ

3

ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν; οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας, Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται251
5ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους, ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην, πνίγειν τε παχέων ἀρνίων στηθύνια, τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις, κοινῇ τε χναύειν τευθίσιν σηπίδια,
10πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρόφως, πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.

4

καὶ συναγώγιμον συμπόσιον ἐπιπληροῦσιν.

5

τούτῳ δ’ ὁπόταν ναέται χώρας ἰχθύν τιν’ ἕλως’ οὐχ ἡμέριον, τῆς περικλύστου δ’ ἁλίας Κρήτης μείζω μεγέθει, λοπάς ἐστ’ αὐτῷ
5δυνατὴ τούτους χωρεῖν ἑκατόν.
5. . . . . . . . . καὶ περιοίκους εἶναι ταύτῃ Σίνδους, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δ’ ὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
10τὸν μέγαν ἰχθύν, καὶ προσάγοντας, καθόσον πόλεως ἕστηκεν ὅρος, τοὺς δ’ ὑποκάειν, λίμνην δ’ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν
15μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν· περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντεσκάλμους,
περιαγγέλλειν τε κοὐχ ὑποκαίειν Λυκίων πρυτάνεις· ψυχρὸν τουτί·252
20παύου φυσῶν, Μακεδὼν ἄρχων·
σβέννυ Κελτούς, μὴ προσκαύσῃς.253

tit 6-7

ΕΜΠΟΛΗ

6

ἔπειτά γ’ εἰσιόντ’, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
5χανοῦς’ ὁμοίως, ἧσε, παρεμυθήσατο, ἐποίησέ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.

7

κοινωνεῖ γάρ, ὦ μειράκιον, ἡ ἐν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις· ὅταν γὰρ εὖ συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον,
5τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.254

tit 8-10

ΕΦΗΒΟΙ

8

χόνδρος μετὰ ταῦτ’ εἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, ἴτρια, τραγήμαθ’ ἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη. πάντα ταῦτ’ ἐχναύομεν.
5ἐμασώμεθ’ οὕτως ἀνδρικῶς ὅς’ εἴχομεν· καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.

9

οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει; Β. οὐ κυμβίοισι πεπολέμηκ’ Εὐριπίδης;

10

φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.

tit 11

ΚΙΡΚΗ

11

οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα. Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίει; Β. τί φής;255

tit 12-13

ΚΥΔΩΝ

12

θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου, κεφάλου, πέρκης, σαῦρος, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, φάγρος, μύλλος, λεβίας,
5σπάρος, αἰολίας, θρίττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.

13

καὶ μετὰ δεῖπνον κόκκος . . ἐρέβινθος . . . . . κύαμος, χόνδρος, τυρός,
μέλι, σησαμίδες, βράχος, βρυγμός,256
5μνοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, Διὸς ἐγκέφαλος.

tit 14

ΝΑΥΑΓΟΣ

14

ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας τῶν ἐξ Ἀκαδημείας τις ὑπὸ Πλάτωνα καὶ Βρυσωνοθρασυμαχειοληψικερμάτων πληγεὶς ἀνάγκῃ, ληψιλογομίσθῳ τέχνῃ
5συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα, εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη, εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρόν, κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
10ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
ἔλεξεν ‘ἄνδρες τῆς Ἀθηναίων χθονόσ‘.257

tit 15-16

ΟΜΟΙΟΙ Η ΟΒΕΛΙΑΦΟΡΟΙ

15

ἀλλ’ ἀγόρασον εὐτελῶς·
ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε δή ποτε. Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως. ὅ τι ἂν ᾖ, ὁσίας ἕνεκ’· ἀρκεῖ τευθίδια, σηπίδια,258
5κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει ἢ δύ’ ἐπὶ τὴν τράπεζαν. ἐγχελύδια Θήβηθεν ἐνίοτ’ ἔρχεται· τούτων λαβέ, ἀλεκτρυόνιον, φάττιον, περδίκιον, τοιαῦτα. δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
10Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής. πάντως κρέ’ ἡμῖν ἔστι. Β. πότερ’ ἔπεμψέ τις; Α. οὐκ ἀλλ’ ἔθυσεν ἡ γυνή. Β. τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.

16

Διονυσίου δὲ δράματ’ ἐκμαθεῖν δέοι καὶ Δημοφῶντος ἅττ’ ἐποίησεν εἰς Κότυν, ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι, Λάχητί τ’ οἰκήσαιμι τὴν ἑξῆς θύραν,
5κυμβία τε παρέχοιμ’ ἑστιῶν Εὐριπίδῃ.259

tit 17-19

ΠΕΛΤΑΣΤΗΣ

17

οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός;
Νικόστρατος δ’ ἁργεῖος ἕτερος Ἡρακλῆς;260

18

ἔνθ’ ὄνων ἵππων στάσεις καὶ γεύματ’ οἴνων.

19

τοιαῦθ’ ὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γινώσκων ψήφων ἀριθμούς,
σεμνὸς σεμνῶς χλανίδ’ ἕλκων.261

tit 20

ΣΑΠΦΩ

20

ὅταν γὰρ ὢν νέος ἀλλότριον ἐλθὼν ὄψον ἐσθίειν μάθῃ, ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.

tit 21-23

ΦΙΛΥΡΑ

21

παππία, βούλει δραμὼν εἰς τὴν ἀγορὰν κᾆτ’ ἀγοράσαι μοι—; Β. φράζε τί. Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ. μή μοι βρέφη. Β. οὐκ οἶσθ’ ὁτιὴ τἀργύριόν ἐστ’ ἰσάργυρον;

22

πότερον ἐγὼ τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω— Β. τί φής;
Α. ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.262

23

ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα, ἐπαρίστερ’ ἐν τῷ στόματι τὴν γλῶτταν φορεῖς.

tit 24-29

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

24

κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριά τ’ οἴνου μικρὰ τοῦ φοινικίνου, ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.

25

οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν. Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.

26

ὡς ἐγὼ σκιρτῶ πάλαι, ὅπου ῥοδόπνοα στρώματ’ ἔστι, καὶ μύροις λοῦμαι ψακαστοῖς.

27

ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.263

28-29

φιλῶ γε πράμνιον οἶνον Λέσβιον.
1. . . . . . . . . . . .
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται.264