TLG 0448 002 :: DROMO :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Psatit | ΨΑΛΤΡΙΑ. | |
Psa1 | Ὑπερῃσχυνόμην μέλλων ἀσύμβολος πάλιν δειπνεῖν· πάνυ αἰσχρὸν γάρ. Β. ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ ἐρυθρότερον κόκκου περιπατοῦντ’ ἔσθ’ ὁρᾶν· | |
5 | οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς. | |
---|---|---|
Psa2 | Ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες, ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν | |
τοὺς ἰρίνους λαβόντες ἐστεφανούμεθα. | 541 |