TLG 0447 002 :: DIPHILUS :: Fragmenta DIPHILUS Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Agntit | ΑΓΝΟΙΑ. | |
Agn1 | Τί τοῦτο; ποδαπὸς οὗτος; | |
Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς. | 375 | |
Agn2 | Ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν. | |
Adetit | ΑΔΕΛΦΟΙ. | |
Ade1 | Ὦ τοιχωρύχον ἐκεῖνο καὶ τῶν δυναμένων, λαγύνιον ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης, καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ | |
5 | εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος ὑπ’ οἰνοπώλου. | |
---|---|---|
Ade2 | Ὦ μακάρι’, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο, ἵν’ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον, | |
πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς. | 376 | |
Haitit | ΑΙΡΗΣΙΤΕΙΧΗΣ. ΕΥΝΟΥΧΟΣ Η ΣΤΡΑΤΙΩΤΗΣ. | |
Hai1 | Ἔσθ’ ὑποχέασθαι πλείονας, πιεῖν γέ τι ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν. | |
Hai2 | Ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός. | 377 |
Amatit | ΑΜΑΣΤΡΙΣ. | 378 |
Anagtit | ΑΝΑΓΥΡΟΣ. | |
Anastit | ΑΝΑΣΩΖΟΜΕΝΟΙ. | |
Anas1 | Λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν. | 379 |
Apltit | ΑΠΛΗΣΤΟΣ. | |
Apl1 | Ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ’, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματ’, οὐδὲ ταῖς | |
5 | θλασταῖς ἐλάαις. | 380 |
Apobtit | ΑΠΟΒΑΤΗΣ. | |
Apoltit | ΑΠΟΛΙΠΟΥΣΑ. | |
Apol1 | Πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοί ἅπαντες, ἢ κἀκ τοὐμπορίου τινές; Β. τί δαί τοῦτ’ ἔστι πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης | |
5 | ἡγεμονία τίς ἐστιν αὐτῆς, ὦ πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δός εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ | |
10 | χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους, ἀψινθίῳ σπόδησον ὅσα γ’ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ’ αὐτοῖς ἰχθύων | |
15 | πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. | 381 |
Apol2 | Ἔστιν ἔνδον ὄξος ὀξύ σοι; Β. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά. ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται· | |
5 | τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον | |
ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν. | 383 | |
Apol3 | Εἶτα μαλακὸν ὦ δύστην’ ἔχεις, σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον; οὐκ ἐκδραμεῖ λαβὼν τοδὶ δώσεις τ’ ἐμοί παρακαταθήκην; | |
Baltit | ΒΑΛΑΝΕΙΟΝ. | |
Bal1 | Ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ· | |
πῖθι. ταῦτα γὰρ παρ’ ἡμῶν Διὸς ἑταιρείου, πάτερ. | 384 | |
Boitit | ΒΟΙΩΤΙΟΣ. | |
Boi1 | Οἷος ἐσθίειν πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν. | |
Gamtit | ΓΑΜΟΣ. | |
Gam1 | Ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους· | |
5 | αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ. | 385 |
Gam2 | Στίλπωνός ἐστι βύσμαθ’ ὁ Χαρίνου λόγος. | |
Dantit | ΔΑΝΑΙΔΕΣ. | 386 |
Diatit | ΔΙΑΜΑΡΤΑΝΟΥΣΑ. | |
Dia1 | Ἄρτους σποδίτας κρησερίτας περιφέρειν. | |
Egktit | ΕΓΚΑΛΟΥΝΤΕΣ. | |
Hektit | ΕΚΑΤΗ. | 387 |
Heletit | ΕΛΕΝΗΦΟΡΟΥΝΤΕΣ. | |
Hele1 | Ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον. Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία | |
5 | ἔστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις. | |
Elltit | ΕΛΛΕΒΟΡΙΖΟΜΕΝΟΙ. | |
Emptit | ΕΜΠΟΡΟΣ. | |
Emp1 | Νόμιμον τοῦτ’ ἐστί, βέλτιστ’, ἐνθάδε Κορινθίοισιν, ἄν τιν’ ὀψωνοῦντ’ ἀεί λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ, | |
5 | ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, | |
ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον. ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι, ὃς ἂν δὲ μὴ πίθητ’, ἐπέβαλον ζημίαν. | 388 | |
10 | ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις. Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος τοῦτον· συνίης; ἀλλ’ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν, | |
15 | ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν, ἢ συκοφαντεῖν κατ’ ἀγοράν, ἢ μαρτυρεῖν ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. Β. ὀρθῶς γε νὴ Δί’. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί; Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας | |
20 | οὐχὶ μετρίως βέλτιστέ ς’, ἀλλ’ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν. συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν. περὶ τῶν σελίνων μαχόμεθ’ ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθ’, εὐθὺς ἥρπακας. | |
25 | πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκ ἔτι ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν. | |
τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ. | 389 | |
Emp2 | Οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος. | |
5 | ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, | |
ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην. | 390 | |
Emp3 | Πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας· οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε. | |
Emp4 | Τὴν νύκτ’ ἐκείνην διεκαραδοκήσαμεν. | |
Enatit | ΕΝΑΓΙΣΜΑΤΑ. | |
Ena1 | Εἰ μὴ συνήθης Φαιδίμῳ γ’ ἐτύγχανεν | |
ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον τίν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρός | 391 | |
5 | τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα λίθον | |
ἁμαξιαῖον· καὶ σφόδρ’ εὐτελὲς λέγω. | 392 | |
Epidtit | ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ. | |
Epid1 | Ὁ δὲ κανδύταλις οὗτος τί δύναται, καὶ τί ἔστιν; Β. ὥσπερ εἰ εἴποις ἀορτάς. | |
Epittit | ΕΠΙΤΡΟΠΕΥΣ. | |
Epiktit | ΕΠΙΚΛΗΡΟΣ. | |
Euntit | ΕΥΝΟΥΧΟΣ. | 393 |
Zogtit | ΖΩΓΡΑΦΟΣ. | |
Zog1 | Ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου, | |
5 | τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς. | |
Zog2 | Οὐ μὴ παραλάβω ς’ οὐδαμοῦ, Δράκων, ἐγώ ἐπ’ ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην. οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω | |
5 | τίς ἔσθ’ ὁ θύων, ἢ πόθεν συνίσταται τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος. | |
10 | ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλών | |
τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν τοιοῦτον· οὐδὲν ἡδέως ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν. | 394 | |
15 | ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος τιθείς, τά θ’ αὑτοῦ σπλάγχν’ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρής | |
20 | εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ δάνει’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν· ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διός | |
25 | σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι. ἀπὸ συμβολῶν συνάγοντα νὴ Δί’ ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἀνευρημένα, | |
30 | τὰ κράσπεδ’ ἀποθλίβοντα καὶ κεκραγότα „ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;“ ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι προσλαμβάνειν ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ἁμίδα μοι | |
35 | ἔνεγκε πρῶτον, φησίν. ὄξος ἡ φακῆ οὐκ εἶχε. πάλιν ᾔτησας, οἰμώξει μακρά πρῶτος μαγείρων, φησίν. ἕτερα μυρία τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν ς’ ἄγω, πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια | |
40 | ἄγους’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν χύδην. | |
σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων. | 395 | |
Zog3 | Ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος· ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα. | |
Heratit | ΗΡΑΚΛΗΣ. | |
Hera1 | Ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα, | |
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα. | 397 | |
Herotit | ΗΡΩΣ. | 398 |
Thesautit | ΘΗΣΑΥΡΟΣ. | |
Thesau1 | Ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ λεγόμενον οὐδὲν περιποιεῖσθαι δυσχερές. | |
Theseutit | ΘΗΣΕΥΣ. | |
Theseu1 | Σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην. | 399 |
Kithtit | ΚΙΘΑΡΩΙΔΟΣ. | |
Kith1 | Ἐξανίσταμαι τὸν ἀμφιτάπητα συστορέσας. | |
Kith2 | Λήκυθον ξύστιν τ’ ἔχεις; | |
Β. ἐγὼ δὲ καὶ ξύστραν. | 400 | |
Lemtit | ΛΗΜΝΙΑΙ. | |
Lem1 | Οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγώ κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας. | |
Maitit | ΜΑΙΝΟΜΕΝΟΣ. | |
Mai1 | Καὶ προσέτι τοίνυν ἐσχάραν, κλίνην, κάδον, στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον, ὥστ’ οὐ στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι. | |
5 | τοσοῦτός ἐσθ’ ὁ ῥῶπος ὃν σὺ περιφέρεις. | 401 |
Mnetit | ΜΝΗΜΑΤΙΟΝ. | |
Paitit | ΠΑΙΔΕΡΑΣΤΑΙ. | |
Pai1 | Ἔγχεον σὺ δὴ πιεῖν. εὐζωρότερόν γε νὴ Δί’, ὦ παῖ, δός; τὸ γάρ ὑδαρὲς ἅπαν τοῦτ’ ἐστὶ τῇ ψυχῇ κακόν. | |
Paltit | ΠΑΛΛΑΚΗ. | |
Pal1 | Βουβάλια καρπῶν παρθένου φορήματα. | |
Partit | ΠΑΡΑΣΙΤΟΣ. | |
Par1 | Εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης· | |
„νικᾷ δὲ χρεία μ’ ἡ ταλαίπωρός τέ μου γαστήρ.“ ταλαιπωρότερον οὐδέν ἐστι γάρ τῆς γαστρός, εἰς ἣν πρῶτον ἐμβαλεῖς * * | 402 | |
5 | ἀλλ’ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν, οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει | |
10 | τὰ πάνθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ | |
διὰ τὴν τάλαιναν πάντα ταύτην γίγνεται. | 403 | |
Par2 | Ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν. | |
5 | κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω τι καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ | |
ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει. | 404 | |
Par3 | Ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἐστίν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδόν, ἢ πῦρ ἐναύσει’, ἢ διαφθείρει’ ὕδωρ, | |
ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά; | 405 | |
Par4 | Οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα. | |
Peltit | ΠΕΛΙΑΔΕΣ. | |
Pel1 | Τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα, φακῆς κατ’ ἄνδρα τρύβλιον μεστὸν μέγα. Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας, | |
5 | ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν, | |
ὃν πολλὰ * * ταῖς κίχλαις ἤδη λέγει. | 406 | |
Plitit | ΠΛΙΝΘΟΦΟΡΟΣ. | |
Poltit | ΠΟΛΥΠΡΑΓΜΩΝ. | |
Pol1 | Ὤιμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δ’, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. | |
5 | ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὡς φησίν· οὐ διὰ τοῦτό γ’, ἀλλ’ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει. οὗτος ἀποκρίνετ’, ἂν ἐρωτήσῃς πόσου | |
10 | ὁ λάβραξ, δέκ’ ὀβολῶν, οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. | |
κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει. | 407 | |
Pol2 | Τί ποτ’ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν. | |
Pyrtit | ΠΥΡΡΑ. | |
Pyr1 | Δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη. | 408 |
Saptit | ΣΑΠΦΩ. | |
Sap1 | Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος. | |
Siktit | ΣΙΚΕΛΙΚΟΣ. | |
Sik1 | Οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ’ ἔχειν, | |
εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν. | 409 | |
Schtit | ΣΧΕΔΙΑ. | |
Sch1 | Θᾶττον πλέκειν κέλευε πόρκων πυκνοτέρους. | |
Synttit | ΣΥΝΤΡΟΦΟΙ. | |
Synt1 | Ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς | |
τὰ σπάργαν’ ἀποδέδειχεν. | 410 | |
Synotit | ΣΥΝΩΡΙΣ. | |
Syno1 | Ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; Β. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει’. οὐχ ὁρᾷς | |
5 | ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι „Ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος „μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, „ὄλοιτο, νόστου μή ποτ’ εἰς πάτραν τυχών.“ | |
10 | Α. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι μέλει; | |
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα. | 411 | |
Syno2-3 | Ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; Β. οὐκ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ, ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ. | |
3 | * * * * Τότε φάγοις, παράσιθ’, Β. ὅρα | |
5 | ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθ’ ὅτι | |
μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται; | 412 | |
Syno4 | Ἕλκ’ ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάλῃ. | |
Syno5 | Ἐχήνισας. ποιοῦσι τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ; | |
Teltit | ΤΕΛΕΣΙΑΣ. | |
Tel1 | Τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. | |
ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι. | 413 | |
Tithtit | ΤΙΘΡΑΥΣΤΗΣ. | |
Tith1 | Πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. Β. ἀνδραπόδι’ ἤδη ταῦθ’, ὁρᾷς; Α. ἥκιστά γε. ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας; Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσιν. | |
Phrtit | ΦΡΕΑΡ. | |
Phr1 | Πολιὸς τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε. | |
χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα. | 414 | |
Phitit | ΦΙΛΑΔΕΛΦΟΙ. | |
Chrtit | ΧΡΥΣΟΧΟΟΣ. | |
Chr1 | Διακύψας ὁρῶ διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα. | |
FIFtit | FABULARUM INCERTARUM FRAGMENTA. | |
FIF1 | Ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Διόνυσε καὶ σοφώταθ’, ὡς ἡδύς τις εἶ· ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν, | |
5 | τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν. | |
FIF2 | Οὐκ ἔστιν οὐδὲν τέχνιον ἐξωλέστερον | |
τοῦ πορνοβοσκοῦ * * * * κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα, | 415 | |
5 | ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν. | |
FIF3 | Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρ’ αὐτῶν, Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε, δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, πόσα σώματα φωτῶν, θείῳ τ’ ἀσφάλτῳ τε πολυφλοίσβοιο θαλάσσης | |
5 | ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον | |
Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω. | 416 | |
FIF4 | Ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει καθ’ ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς ὥσπερ κανοῦν μοι πάντ’ ἀνεσκευασμένον, | |
σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι. | 417 | |
FIF5 | Οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους· τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανείς ἀνέπαυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ. | |
FIF6 | Ἣν ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε, παρ’ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, | |
μέλαινα δ’ οὕτως ὥστε καὶ ποιεῖν σκότος. | 418 | |
FIF7 | Παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον συμπτυκτόν, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα· Δούρειον ἐπάγω χῆνα τῷ φυσήματι. | |
FIF8 | Δειπνεῖ τε καταδύς, πῶς δοκεῖς; Λακωνικῶς, ὄξους δὲ κοτύλην. Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον | |
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων. | 419 | |
FIF9 | Τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεί πάντ’ εἰδέναι σπεύδοντας. | |
FIF10 | Αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου. | |
FIF11 | Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, | |
θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον. | 420 | |
FIF12 | Καὶ νὴ Δί’ ὄντως εὐθὺς ἐξέπεμπέ με ὄρθριον· ἐκόκκυζ’ ἀρτίως ἁλεκτρυών. | |
FIF13 | Ἆρ’ ἔστιν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ’ οὐχ ὁρᾷ. | |
FIF14 | Εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς πονηρὸς ἦν. Φιλαργυρία τοῦτ’ ἐστίν, ὅταν ἀφεὶς σκοπεῖν τὰ δίκαια τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς. | |
FIF15 | Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται; | |
FIF16 | Ὅρκος δ’ ἑταίρας ταὐτὸ καὶ δημηγόρου· | |
ἑκάτερος αὐτῶν ὀμνύει πρὸς ὃν λαλεῖ. | 421 | |
FIF17 | Ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι, τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει. | |
FIF18 | Εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν σοι λέγειν, ἐμαυτὸν ἀδικῶ κοὐκέτ’ εἰμὶ θεοσεβής, ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ. | |
FIF19 | Ἔργον συναγαγεῖν σωρὸν ἐν πολλῷ χρόνῳ, ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον. | |
FIF20 | Λαμπρῶς ἔνιοι ζῶσιν, οἷς χαλεπώτερον | |
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον. | 422 | |
FIF21 | Ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς συγγενῆ. | |
FIF22 | Ἰσχυρότερον κρίνω τὸ χρυσίον πολύ· τὰ πάντα τούτῳ τέμνεται καὶ πράττεται. | |
FIF23 | Πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον· | |
τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ. | 423 | |
FIF24 | Πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον. | |
FIF25 | Ἄνθρωπός εἰμι, τοῦτο δ’ αὐτὸ τῷ βίῳ πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει. | |
FIF26 | Ὥσπερ κυαθίζους’ ἐνίοθ’ ἡμῖν ἡ τύχη ἓν ἀγαθὸν ἐπιχέασα τρί’ ἐπαντλεῖ κακά. | |
FIF27ab | Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ. | |
Βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον. | 424 | |
FIF28 | Ὡς δεινὸν ἡνίκ’ ἄν τις ὢν ἐν φροντίσιν εἰκῆ θεατὴν τὸν τυχόντα λαμβάνῃ. | |
FIF29 | Οὐκ ἔστ’ ἀναιδοῦς ζῷον εὐθαρσέστερον. κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ. | |
FIF30 | Καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει. | |
FIF31 | Ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, ἡδίων ἔσει. | |
FIF32 | Ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ. | 425 |
FIF33 | Γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον. | |
FIF34 | Κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ. | |
FIF35-36 | Θνητὸς πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι. Λύπης δὲ πάσης γίγνετ’ ἰατρὸς χρόνος. | |
FIF37 | Ὡς εὐμετάβολός ἐστιν ἀνθρώπων βίος. | |
FIF38 | Παχὺς ὠνθυλευμένος στέατι Σικελικῷ. | |
FIF39 | Τὸ μὲν Ἄργος ἵππος, οἱ δ’ ἐνοικοῦντες λύκοι. | 426 |
FIF40 | Ὠιῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια. | 427 |
FIF43 | Μόνος γὰρ ἦν λέγων ἄκουσμα κἀκρόαμα. | |
FIF44 | Καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ. | 428 |