TLG 0447 001 :: DIPHILUS :: Fragmenta

DIPHILUS Comic.
(Sinopensis: 4–3 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 541–580.

frr. 1–8, 12–14, 16–24, 26–27, 29–36, 38, 40–46, 48–49, 51–69, 71–84, 86–123, 126–136 + tituli

Citation: Fragment — (line)

tit 1-2

ΑΓΝΟΙΑ

1

τί τοῦτο; ποδαπὸς οὗτος; Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς.

2

ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν.

tit 3-4

ΑΔΕΛΦΟΙ

3

ὦ τοιχωρύχον ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης, καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
5εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος
ὑπ’ οἰνοπώλου.541

4

ὦ μακάρι’, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο, ἵν’ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον, πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς.

tit 5-9

ΑΙΡΗΣΙΤΕΙΧΗΣ ΕΥΝΟΥΧΟΣ Η ΣΤΡΑΤΙΩΤΗΣ

5

ἔσθ’ ὑποχέασθαι πλείονας, πιεῖν γέ τι ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.

6

ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.542

7

ἐκφυγγάνω

8

κάθου

tit,ante 10

ΑΛΕΙΠΤΡΙΑ

tit 10

ΑΜΑΣΤΡΙΣ

tit 11

ΑΝΑΓΥΡΟΣ543

tit 12-13

ΑΝΑΣΩΙΖΟΜΕΝΟΙ

12

λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.

13

βρώσιμον

tit 14

ΑΠΛΗΣΤΟΣ

14

ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ’, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματ’, οὐδὲ ταῖς
5θλασταῖς ἐλάαις.

tit 15-16

ΑΠΟΒΑΤΗΣ

16

κραυγασμός544

tit 17-19

ΑΠΟΛΙΠΟΥΣΑ

17

πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ ἅπαντες, ἢ κἀκ τοὐμπορίου τινές; Β. τί δαὶ τοῦτ’ ἔστι πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης
5ἡγεμονία τίς ἐστιν αὐτῆς, ὦ πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι, ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ
10χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους, ἀψινθίῳ σπόδησον ἅττ’ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ’ αὐτοῖς ἰχθύων
15πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.545

18

ἔστιν ἔνδον ὄξος ὀξύ σοι; Β. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά. ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται·
5τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.

19

εἶτ’ οὐ μαλάκ’, ὦ δύστην’, ἔχεις, σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον; οὐκ ἐκδραμεῖ λαβὼν ταδὶ δώσεις τ’ ἐμοὶ παρακαταθήκην;

tit 20-21

ΒΑΛΑΝΕΙΟΝ

20

ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ·
πῖθι. ταῦτα γὰρ παρ’ ἡμῶν Διὸς ἑταιρείου, πάτερ.546

21

μναδάρια

tit 22

ΒΟΙΩΤΙΣ

22

οἷος ἐσθίειν πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.

tit 23-24

ΓΑΜΟΣ

23

Στίλπωνός ἐστι βύσμαθ’ ὁ Χαρίνου λόγος.

24

ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους·
5αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.547

tit 25

ΔΑΝΑΙΔΕΣ

tit 26

ΔΙΑΜΑΡΤΑΝΟΥΣΑ

26

ἄρτους σποδίτας κρησερίτας περιφέρειν

tit 27

ΕΓΚΑΛΟΥΝΤΕΣ

27

ὁλοσχερῶς

tit 28-29

ΕΚΑΤΗ

29

λάγυνος

tit 30

ΕΛΑ[Ι]ΩΝ Η ΦΡΟΥΡΟΥΝΤΕΣ548

30

ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
5ἔστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.

tit 31

ΕΛΛΕΒΟΡΙΖΟΜΕΝΟΙ

31

ἰτητέον

tit 32-37

ΕΜΠΟΡΟΣ

32

νόμιμον τοῦτ’ ἐστί, βέλτιστ’, ἐνθάδε Κορινθίοισιν, ἄν τιν’ ὀψωνοῦντ’ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,
5ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον. ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι, ὃς ἂν δὲ μὴ πίθητ’ ἐπέβαλον ζημίαν.549
10ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις. Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος τοῦτον· συνιεῖς; ἀλλ’ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν,
15ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν, ἢ συκοφαντεῖν κατ’ ἀγοράν, ἢ μαρτυρεῖν ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. Β. ὀρθῶς γε νὴ Δί’. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί; Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας
20οὐχὶ μετρίως βέλτιστέ ς’, ἀλλ’ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν. συνῆκας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν. περὶ τῶν σελίνων μαχόμεθ’ ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθ’, εὐθὺς ἥρπακας.
25πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκ ἔτι ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν.
τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.550

33

οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
5ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην.

34

πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας. Β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.

35

τὴν νύκτ’ ἐκείνην διεκαραδόκησεν.

36

ὁ περιφόρητος Ἀρτέμων551

tit 38-39

ΕΝΑΓΙΣΜΑΤΑ

38

εἴ μοι συνήθης, Φαίδιμ’, ὢν ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἄν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρὸς
5τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα λίθον ἁμαξιαῖον· καὶ σφόδρ’ εὐτελὲς λέγω.

tit 40

ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ552

40

ὁ δὲ κανδύταλις οὗτος τί δύναται, καὶ τί ἐστιν; Β. ὥσπερ εἰ εἴποις ἀορτάς.

tit 41

ΕΠΙΚΛΗΡΟΣ

41

χύτρον μέγαν παρὰ τοῦ μαγείρου

tit 42

ΕΠΙΤΡΟΠΕΥΣ

42

ἐξιδιάσασθαι

tit,ante 43

ΕΥΝΟΥΧΟΣ

tit 43-45

ΖΩΓΡΑΦΟΣ

43

οὐ μὴ παραλάβω ς’ οὐδαμοῦ, Δράκων, ἐγὼ ἐπ’ ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην.
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω553
5τίς ἐσθ’ ὁ θύων, ἢ πόθεν συνίσταται τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας. ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή, εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ. οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
10ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς, ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος· ἀφῆκα τὸν τοιοῦτον· οὐδὲν ἡδέως ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν.
15ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος τιθείς, τά θ’ αὑτοῦ σπλάγχν’ ἕκαστος ἐσθίει. ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς
20εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα, λαλῶν τὰ ναῦλα καὶ δάνει’ ἐρυγγάνων, ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν· ὑπὸ τοῦτον ὑπέκυψ’ εὐθὺς ἐκβεβηκότα, τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς
25σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν. τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι. ἀπὸ συμβολῶν συνάγοντα νὴ Δί’ ἕτερά που ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα,
30τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα ‘ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;‘ ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι προσλαμβάνειν ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν. τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ‘ἁμίδα μοι
35ἔνεγκε πρῶτον‘ φησίν. ‘ὄξος ἡ φακῆ οὐκ εἶχε.‘ πάλιν ᾔτησας, ‘οἰμώξει μακρὰ πρῶτος μαγείρων‘, φησίν. ἕτερα μυρία τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν ς’ ἄγω, πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια
40ἄγους’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν χύδην.
σαυτὸν ἀποσάξεις τόν τε κόλπον ἀποτρέχων.554

44

ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου,555
5τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.

45

ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος· ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα.

tit 46

ΗΡΑΚΛΗΣ

46

ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα,
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;556

tit 47

ΗΡΩΣ

tit 48

ΘΗΣΑΥΡΟΣ

48

ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ λεγόμενον οὐδὲν περιποιεῖσθαι δυσχερές.

tit 49-50

ΘΗΣΕΥΣ

49

σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.557

tit 51-52

ΚΙΘΑΡΩΙΔΟΣ

51

ἐξανίσταμαι τὸν ἀμφιτάπητα συστορέσας.

52

λήκυθον ξύστιν τ’ ἔχεις; Β. ἐγὼ δὲ καὶ ξύστραν.

tit,ante 53

ΚΛΗΡΟΥΜΕΝΟΙ

tit 53

ΛΕΥΚΑΔΙΑ

53

ἐν Κέῳ τίς ἡμέρα;

tit 54

ΛΗΜΝΙΑΙ

54

οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.558

tit 55

ΜΑΙΝΟΜΕΝΟΣ

55

καὶ προσέτι τοίνυν ἐσχάραν, κλίνην, κάδον, στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον, ὥστ’ οὐ στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι.
5τοσοῦτός ἐσθ’ ὁ ῥῶπος ὃν σὺ περιφέρεις.

tit 56

ΜΝΗΜΑΤΙΟΝ

56

ψῦξον τὸν οἶνον, Δωρί.

tit,ante 57

ΟΝΑΓΟΣ

tit 57

ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ

57

εἶτ’ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ.

tit 58

ΠΑΙΔΕΡΑΣΤΑΙ

58

ἔγχεον σὺ δὴ πιεῖν. Β. εὐζωρότερόν γε νὴ Δί’, ὦ παῖ, δός· τὸ γὰρ
ὑδαρὲς ἅπαν τοῦτ’ ἔστι τῇ ψυχῇ κακόν.559

tit 59

ΠΑΛΛΑΚΙΣ

59

βουβάλια καρπῶν παρθένου φορήματα

tit 60-63

ΠΑΡΑΣΙΤΟΣ

60

εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης· ‘νικᾷ δὲ χρεία μ’ ἡ ταλαίπωρός τέ μου γαστήρ.‘ ταλαιπωρότερον οὐδέν ἐστι γὰρ τῆς γαστρός, εἰς ἣν πρῶτον ἐμβάλοις . .
5ἀλλ’ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν, οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
10τὰ πάνθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταύτην γίνεται.560

61

ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.
5κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.

62

ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἐστίν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδόν, ἢ πῦρ ἐναύσει’, ἢ διαφθείρει’ ὕδωρ,
ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά;561

63

οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.

tit 64

ΠΕΛΙΑΔΕΣ

64

τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα, φακῆς κατ’ ἄνδρα τρύβλιον μεστὸν μέγα. Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ γέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας
5ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν, ὃν πολλὰ .. ταῖς κίχλαις ἤδη λέγει.

tit 65

ΠΛΙΝΘΟΦΟΡΟΣ

65

καὶ νὴ Δί’ ὄντως εὐθὺς ἐξέπεμπέ με ὄρθριον· ἐκόκκυζ’ ἀρτίως ἁλεκτρυών.

tit 66-67

ΠΟΛΥΠΡΑΓΜΩΝ

66

ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δ’, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.562
5ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὥς φησιν· οὐ διὰ τοῦτό γ’, ἀλλ’ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει. οὗτος ἀποκοίνετ’, ἂν ἐρωτήσῃς ‘πόσου
10ὁ λάβραξ;‘ ‘δέκ’ ὀβολῶν‘ οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.

67

τί ποτ’ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν.

tit 68

ΠΥΡΡΑ563

68

δῶρον δ’ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη

tit 69-70

ΣΑΠΦΩ

69

Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.

tit 71

ΣΙΚΕΛΙΚΟΣ

71

οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ’ ἔχειν, εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.

t,post 71

ΣΤΡΑΤΙΩΤΗΣ

tit,ante 72

ΣΥΝΑΠΟΘΝΗΙΣΚΟΝΤΕΣ564

tit 72

ΣΥΝΤΡΟΦΟΙ

72

ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν’ ἀποδέδειχεν.

tit 73-77

ΣΥΝΩΡΙΣ

73

ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; Β. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει’. οὐχ ὁρᾷς
5ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι ‘ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο, νόστου μή ποτ’ εἰς πάτραν τυχών.‘
10Α. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.565

74-75

ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; Β. οὐκ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ
3. . . . . . . . . . . .
τότε φάγοις, παράσιθ’. Β. ὅρα
5ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθ’ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;

76

ἕλκ’ ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάλῃ.566

77

ἐχηνίασας. ποιοῦσι τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ.

tit,ante 78

ΣΦΑΤΤΟΜΕΝΟΣ

tit 78

ΣΧΕΔΙΑ

78

θᾶττον πλέκειν κέλευε πόρκων πυκνοτέρους.

tit 79

ΤΕΛΕΣΙΑΣ

79

τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
Β. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι.567

tit,ante 80

ΤΗΘΗ

tit 80

ΤΙΘΡΑΥΣΤΗΣ

80

πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. Β. ἀνδραπόδι’ ἤδη ταῦθ’, ὁρᾷς; Α. ἥκιστά γε, ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας; Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσιν.

tit 81-82

ΦΙΛΑΔΕΛΦΟΣ

81

ἀνέψυξα

82

ὀξίνην οἶνον

tit 83

ΦΡΕΑΡ568

83

πολιὸς τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε· χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα.

tit 84

ΧΡΥΣΟΧΟΟΣ

84

διακύψας ὁρῶ διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα.

tit,ante 85

....ΠΕΥΤΑΙ

tit 85-132

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

86

ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε Διόνυσε καὶ σοφώταθ’, ὡς ἡδύς τις εἶ· ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν,
5τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν.569

87

οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον τοῦ πορνοβοσκοῦ . . . . . . . κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
5ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.

88

οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους· τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀπέλυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.

89

ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει καθ’ ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς ὥσπερ κανοῦν μοι πάντ’ ἐνεσκευασμένον, σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι.

90

παρατίθημ’ ὁλοσχερῆ
ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα· δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.570

91

ἣν οὐδ’ ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε, παρ’ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ’ οὕτως ὥστε καὶ ποιεῖν σκότος.

92

ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ’ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ’ αἰσχυνθήσεται;

93

εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν σοι λέγειν, ἐμαυτὸν ἀδικῶ κοὐκέτ’ εἰμὶ θεοσεβής,
ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ.571

94

εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς πονηρὸς ἦν. φιλαργυρία τοῦτ’ ἔστιν, ὅταν ἀφεὶς σκοπεῖν τὰ δίκαια τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς.

95

τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι σπεύδοντας.

96

δειπνεῖ τε καταδὺς πῶς δοκεῖς; λακωνικῶς, ὄξους δὲ κοτύλην— Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.

97

αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου.572

98

ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.

99

ἆρ’ ἐστὶν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ’ οὐχ ὁρᾷ.

100

ἔργον συναγαγεῖν σωρὸν ἐν πολλῷ χρόνῳ, ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον.

101

ὅρκος δ’ ἑταίρας ταὐτὸ καὶ δημηγόρου· ἑκάτερος αὐτῶν ὀμνύει πρὸς ὃν λαλεῖ.

102

ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς εὐγενῆ.

103

ἰσχυρότερον κρίνω τὸ χρυσίον πολύ·
τὰ πάντα τούτῳ τέμνεται καὶ πράττεται.573

104

πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον· τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ.

105

πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον.

105a

πενία δὲ τοῖς ἔχουσιν οὐ σμικρὰ νόσος. πενίας γὰρ οὐδείς ἐστι μείζων πολέμιος.

106

ἄνθρωπός εἰμι, τοῦτο δ’ αὐτὸ τῷ βίῳ πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει.

107

ὥσπερ κυαθίζους’ ἐνίοθ’ ἡμῖν ἡ τύχη
ἓν ἀγαθὸν ὑποχέασα τρί’ ἐπαντλεῖ κακά.574

108

ὡς δεινὸν ἡνίκ’ ἄν τις ὢν ἐν φροντίσιν εἰκῆ θεατὴν τὸν τυχόντα λαμβάνῃ.

109-110

βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ. βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον.

111ab

οὐκ ἔστ’ ἀναιδοῦς ζῷον εὐθαρσέστερον. κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ.

112

καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει.

113

ἂν γνῷς τί ἐστ’ ἄνθρωπος, ἡδίων ἔσει.

114

ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ.575

115

γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.

116

θνητὸς πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι.

117

λύπης δὲ πάσης γίνετ’ ἰατρὸς χρόνος.

118

εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.

119

παχὺς ὠνθυλευμένος στέατι Σικελικῷ

120

τὸ μὲν Ἄργος ἵππος, οἱ δ’ ἐνοικοῦντες λύκοι.

121

ᾠῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια.576

122

μόνος γὰρ ἦν λέγων ἄκουσμα κἀκρόαμα.

123

καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ.

126

Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρ’ αὐτῶν Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε,
δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν, θείῳ τ’ ἀσφάλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ577
5ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.

127

γρυμέα

128

θυροκοπεῖν καὶ θυροκοπία

129

νεκρόν578

130

περίδου

131

πολιτοκοπεῖν

132

στρηνιᾶν

tit 133-138

ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ

133

γαστὴρ ὅλον τὸ σῶμα, πανταχῇ βλέπων ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.

134

λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.

135

ὃς δ’ οὔτ’ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι,
τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.579

136

κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.580