TLG 0445 001 :: DIONYSIUS :: Fragmenta

DIONYSIUS Comic.
(Sinopensis: 5/4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 423–428.

frr. 1–11

Citation: Fragment — (line)

tit 1

ΑΚΟΝΤΙΖΟΜΕΝΟΣ

1

ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.

tit 2

ΘΕΣΜΟΦΟΡΟΣ

2

σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς, ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ ἀεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν·
5ἂν μὲν γὰρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προΐδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιὸς δ’ ἐστί που·
10οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο· πολὺ διήλλαχεν· . . στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον,
15οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν
ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν, [ὀψοποιὸς δ’ οὖν μόνον ἔστιν ὁ τοιοῦτος,] ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν423
20δειπνοῦντα, πότε δεῖ καὶ τίν’ ἰχθὺν ἀγοράσαι . . . . . πάντα μὲν λήψει σχεδὸν ἀεὶ γάρ, οὐκ ἀεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν, οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται
25παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον, τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ’ ἄκουε μηδὲ πάντα μάνθανε τῶν βυβλίων ὅς’ ἐστὶ καταγεγραμμένα· κενὰ μᾶλλον ἢ ὅτ’ ἦν οὐδέπω γεγραμμένα
30οὐδ’ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς· ἐπεὶ εἶπ’ ἀρτίως . . . . . . . . ὅρον γὰρ οὐκ ἔσχηκεν, οὗ ὁ καιρός, αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης· ἐὰν δ’ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τύχης
35καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δ’ ὃν ἀρτίως ἔφησθ’ ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
40παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι φορτηγικῶν μοι βρωμάτων κἀγωνίας
τἠμῇ ποιήσω νυστάσαι παροψίδι.424

tit 3-4

ΟΜΩΝΥΜΟΙ

3

ἄγε δὴ Δρόμων, νῦν εἴ τι κομψὸν ἢ σοφὸν ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ ς’ ἐγώ.
5εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε· ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα, τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά.425
10κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σόν, ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ’, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα οὔτ’ ἀριθμὸν οὔτ’ ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
15εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω. λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν. τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος.
20μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.

4

Κηφισόδωρόν φασιν ἐπικαλούμενον πλάνον τιν’ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον. τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν,
5ἢ συγκαθεῖναι τῇ ’πὶ τῇ βακτηρίᾳ.426

tit 5-6

ΣΩΙΖΟΥΣΑ

5

ὅσα δ’ ἐστὶν εἴδη Θηρικλείων τῶν καλῶν, γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά. Β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει.

6

πρὸς τὸν τελευτήσανθ’ ἕκαστος, κἂν σφόδρα ζῶν ἐχθρὸς ᾖ τις, γίνεται φίλος τότε.

tit 7-11

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

7-11

ἔπειτα δ’ οὐδὲ τοῦτο γινώσκεις ὅτι τοῖς οὐδὲν οὖσιν οὐδὲ εἷς ὅλως φθονεῖ;
2. . . . . . . . . . . ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον.427
3. . . . . . . . . . . ἅπαν τὸ λίαν συνετόν ἐστ’ ἐπίφθονον.
4. . . . . . . . . . .
5λιτὸς γενόμενος τοῖς ἔχουσι μὴ φθόνει.
5. . . . . . . . . . .
εἰσίν τινες νῦν οὓς τὸ βασκαίνειν τρέφει.428